Oration of Constantine

Eusebius

Eusebius, Constantini imperatoris oratio, Eusebius Werke Vol 1, Heikel, Hinrichs, 1902

εἶς ἄν οὖν εἴη κατὰ τὸν ἀκριβῆ λόγον ὁ τὴν πάντων ἐπιμέλειαν ποιούμενος προνοούμενός τε αὐτῶν θεός λόγῳ κατακοσμήσας τὰ πάντα· ὁ δὲ λόγος αὐτὸς θεὸς ὤν αὐτὸς τυγχάνει καὶ θεοῦ παῖς· ποῖον γὰρ ἄν τις ἄλλο ὄνομα αὐτῷ περιτιθεὶς παρὰ τὴν προσηγορίαν τοῦ παιδὸς οὐκ ἄν τὰ μέγιστα ἐξαμαρτάνοι; ὁ γάρ τοι τῶν πάντων πατὴρ καὶ τοῦ ἰδίου λόγου δικαίως ἄν πατὴρ νομίζοιτ. μίζοιτο.

μέχρι μὲν οὖν τούτου Πλάτων σώφρων ἦν· ἐν δὲ τοῖς ἑξῆς εὑρίσκεται διαμαρτάνων τῆς ἀληθείας, πλῆθός τε θεῶν εἰσάγων καὶ ἑκάστοις ἐπιτιθεὶς μορφάς, ὅπερ καὶ παραίτιον ἐγένετο τῆς μείζο- [*](8 vgl. Plat. Apol. 18 B. — 17 vgl. Plat. Phaidom 109 DE, Phaidr. 249 Cap (19 vgl. Plat. Tim. 30 C). — 26ff. Joh. 1—4.)

v.1.p.164.
νος πλάνης παρὰ τοῖς ἀλογίστοις τπων ἀνθρώπων, πρὸς πρὸς τὴν πρόνοιαν τοῦ ὑ ψίστου θεοῦ μὴ ἀφορώντων, τὰς δ’ εἰκόνας αὐτῶν ἀνθρωπείοις τε καὶ ἑγτέρων ζώων τύποις μεταμορφουμένας σεβόντων. συμβέβηκε δὲ μεγίστην τινὰ ψεγάλου τ’ ἐπαίνου ἀξίαν φύσιν τε καῖ παιδείαν τοιοῖσδέ τιδι μεμιγμένην πταίσμασιν ἀκαθάρτως τε καὶ μὴ εἰλιχρινῶς ἔχειν.

δοχεῖ δέ μοι ὁ αὐτὸς ἐπιλαμβανόμενος ἐαυτοῦ διοροῦν τὸ ἁμάρτημα, ἐν οἶς ανερῶς διαβεβαιοῦται τὸν θεὸν ἡμῖν ἐμπνεῦσαι τὸν ἑαυτοῦ λόγον, τὸ πνεῦμα τοῦ θεοῦ σαφῶς δηλῶν λογικὴν ψθχὴν ὑπάρχειν, διϊστῶν δὲ τὰ πάντα εἰς δύο εἴδη, νοητόν τε καὶ αἰσθητόν, τὸ μὲν . . . . ., τὸ δὲ συγκείμενον ἐκ σώματος ἁρμογῆς καὶ τὸ μὲν νῷ καταληπτόν, τὸ δὲ δόξῃ μετ’ αἰσθήσεως δοξαστόν· Ωστε τὸ μὲν τοῦ ἁγίου πνεύματος μετέχον, ἄτε δὴ ἀσύνθετον καὶ ἄλυτον, αἰώνιόν τε εἶναι καὶ τὴν ἀίδιον ζωὴν λελογχέναι, τὸ δὲ αἰσθητόν, πάντη διαλυόμεενον καθ’ ὅν καὶ συνέστη λόγον, ἄμοιρον εἶναι τῆς ἀιδίου ζωῆς.

θαυμαστῶς δὲ καὶ ἐν τοῖς ἐξῆς διδάσκει, τοὺς μὲν εὖ βιώσαντας, ψυχὰς δηλαδὴ τῶν ὁσίων τε καὶ ἀγαθῶν ἀνδρῶν, μετὰ τὴν ἀπὸ τοῦ σώματος ἀναχώρησιν ἐν τοῖς καλλίστοις τοῦ οὐρανοῦ καθιεροῦσθαι. ἀλλὰ καὶ βιωφελῶς· τίς γὰρ οὐκ ἄν πεισθεὶς αὐτῷ καὶ τὴν εὐτυχίαν ταύτην προσδοκήσας, τὸν ἄριστον βίον, δικαιοσύνην καὶ σωφροσύνην, ἀσκήσει, τὴν δὲ κακίαν ἀποστραφήσετα; ἀκολούθως δὲ τούτοις ἐπήνεγκεν τὰς πῶν πονηρῶν ψυκὰς Ἀχέροντός τε καὶ Πυφιφλεγέθοντος ῥεύμασι ναυαγίων τρόπον φερομένας πλανᾶςσθαι.