Oration of Constantine

Eusebius

Eusebius, Constantini imperatoris oratio, Eusebius Werke Vol 1, Heikel, Hinrichs, 1902

Διὸ χρὴ τοῖς δυνατοῖς ἐγχειρεῖν καὶ τοῖς κατὰ τὴν ἡμετέραν φύσιν. τὸ γάρ τοι πιθανὸν τῶν ἐν τοῖς διαλόγοις γινομένων ζητήσεων ἀπάγει τὸ πλεῖστον ἡμῶν ἀπὸ τῆς τῶν ὄντων ἀληθείας, ὃ δὴ καὶ [*](2 ἐπέχον V, ἐπέχειν J, ἐπέχει MAE | ἀπολαύση V | 3 θεραπείαν J | 5 ἀενάου Α, ἀεννάου VJME | nach ἰσοδυναμεῖ δὲ καὶ vielleicht + τῇ ἡμερινῇ ΗΚΙ | 6 τοῦ ΑΕ, τὸ VM, (τ)ῶ J | 8 θεοῦ ΑΕ | εὐχρηστ. — κελ. τὴν <ΜΑΕ | 9 χρυσῶ τε καὶ χαλκῶ VM | ἐταμιεύσατο V, ἐταμιεύετο JMBA | 11 παντοδαπὴ JAE, παντοδαπὴς VM | 12 τέρψιν κόσμου καὶ ἀφθονίαν VMAE, κόσμον τέρφιν τε καὶ ἀφονίαν (so!) J | ἀφθονίας ΗΚΙ, das Wort unsicher Wil. | τε < J | πεφυσειμένως V | 20 φασὶν εἶναι V | 17 nach τῶν über der Zeile δὲ J | δὲ] τε JM | 18 πλοῦτον V | 20 φασὶν εἶναι ∾ J | 21 πόσα: hier beginnt das Cap. θ΄ in VM | τόσα ΜΑΕ | 23 τῶ — βίω JM | 26 τῆς <J auf Ras., τις Μ | ἐφίκοιτο J, ἀφίκοιτο VA, ἀφήκοιτο Μ, ἀφοίκιτο Ε | 27 ἄν < ΑΕ | 30 γινόμενον JMA | ζητήσεων < ΜΑΕ.)

v.1.p.163.
πολλοῖς τῶν φιλοσόφων συμβέβηκεν ἀδολεσχοῦσι περὶ τοὺς λόφους καὶ τὴν τῆς φύσεως τῶν ὄντων ἐξέτασιν. ὁσάκις γὰρ ἄν τὸ μέγεθος τῶν πραγμάτων τῆς ἐξετάσεως αὐτῶν ἐπικρατήσῃ, διαστρόφοις τισὶ μεθόδοις τὸ ἀληθὲς ἀποκρύπτονται· συμβαίνει δὴ αὐτοῖς ἐναντία δοξάζειν καὶ μάχεσθαι τοῖς ἀλλήλων δόγμασι, καὶ ταῦτα σοφοῖς εἶναι προσποιουμένοις.

ὄθεν στάσεις τε δήμων καὶ δυναστευόντων χαλεπαὶ κρίσεις οἰομένων τὸ πατρὼον ἐθος διαφθείρεσθαι· καὶ αὐτῶν ἐκείνων ὄλεθρος πολλάκις ἐπηκολούθησε. Σωκράτης γὰρ ὑπὸ διαλεκτικῆς ἐπαρθεὶς καὶ τοὺς χείρονας λόφους βελτίους ποιῶν, καὶ παίζων παρ’ ἔκαστα περὶ τοὺς ἀντιλογικοὺς λόγους, ὑπὸ τῆς τῶν ὁμοφύλων τε καὶ πολιτῶν βασκανίας ἀνῄρηται. οὐ μὴν ἀλλὰ καὶ Πυθαγόρας σωφροσύνην ἀσκεῖν προσποιούμενος ἐξαιρέτως καὶ σιωπὴν καταψευσάμενος ἑάλω· τὰ γὰρ ὑπὸ τῶν προφητῶν πάλαι ποτὲ προλεχθέντα, ἐπιδημήσας τῇ Αἰγύπτῳ, ὡς ἴδιαά γε αὐτῷ ὑπὸ θεοῦ ἀναπετασθέντα τοῖς Ἰταλιώταις προηγόρευεν.

αὐτός τε ὁ ὑπὲρ πάντας τοὺς ἄλλους ἠπιώτατος Πλάτων, καὶ τὰς διανοίας τῶν ἀνθρώπων πρῶτος ἀπὸ τῶν αἰσθήσεων ἐπὶ τὰ νοητὰ καὶ ἀεὶ ὡσαύτως ἔχοντα ἐθίσας ἀνακύψαι ἀναβλέψαι τ’ἐπὶ τὰ μετάρσια διδάξας, πρῶτον μὲν θεὸν ὑφηγήσατο τὸν ὑπὲρ τὴν οὐσίαν, καλῶς ποιῶν, ὑπέταξε δὲ τούτῳ καὶ δεύτερον, καὶ δύο οὐσίας τῷ ἀριθμῷ διεῖλε, μιᾶς οὔσης τῆς ἀμφοτέρων τελειότητος, τῆς τε οὐσίας τοῦ δευτέρου θεοῦ τὴν ὔπαρξιν ἐχούσης ἐκ τοῦ πρώτου· αὐτὸς γάρ ἐστιν ὁ δημιουργὸς καὶ διοικητὴς τῶν ὄλων δηλονότι ὑπεραναβεβηκώς, ὁ δὲ μετ’ἐκεῖνον ταῖς ἐκείνου προστάξεσιν ὑπουργήσας τὴν αἰτίαν τῆς τῶν πάντων συστάσεως εἰς ἐκεῖνον ἀναπέμπει.