Oration of Constantine

Eusebius

Eusebius, Constantini imperatoris oratio, Eusebius Werke Vol 1, Heikel, Hinrichs, 1902

ταῦτά τοι σπάνιόν, ἵν’, ὡς ἐμαυτὸν πείθω, ἡ τῆς προνοίας δύναμις εὐδιάγνωστος παρὰ τοῖς ἀνθρώποις γενέσθαι δύνηται, δύο φύσεις ἐναντιωτάτας, θερμότητα καὶ ψυχρότητα, ἐκ τῆς αὐτῆς καὶ μιᾶς ῥίζης διηθεῖσθαι θεσπίζουσα.

πολλὰ μὲν οὖν καὶ ἀναρίθμητα εἰς παραμυθίαν καὶ ἀπόλαυσιν τοῖς ἀνθρώποις παρὰ τοῦ κρείττονος δεδώρη- [*](18 vgl. Plat. Kritom 54 D.) [*](1 ἐπαινούσης V | 2 τε Val., δὲ HSS | παραψυχὴ Hkl, παραψυχὴν HSS | ἡ — ἁρμονία Hkl, τὴν — ἁρμονίαν HSS | 3 τ’ A, δ’ VJME | 4 ἀποκαθισταμένων V, ἀποκαθιστάμενον JMAE | 5 τοῦ < V | 7 τ’ N! δ’ VJMAE | 9 χρῆσις V, χρεία JMAE | ἐπιτ.] λυσιτελής Hkl | 10 τὴν ἐκ < JMAE | τῆς J, < MAE | παρακομιδῆς AE | 16 χαρακτηρίζεται JE, χαρακτηρίζοντες VMA | 23 ὅμως Wil., ὅλως HSS | 24 τινος < MAE | 25 τυγχάνει οὖσα V, τυγχάνουσα JMAE | γὰρ < J | 26 ἔχοι προχ. ~ AE | 27 ἔτι < A | 30 δύναται V | 32 θεσπίσασα V.)

v.1.p.162.
ται, ἐξαιρέτως δ’ ὁ καρπὸς ἐλαίας τε καὶ ἀμπέλου, τὸ μὲν ἀνακτήσεως ψυῆς καὶ φαιδρότητος ἐπέχον λόγον, τὸ δ’ ἕτερον πρὸς τῇ ἀπολαύσει καὶ θεραπείᾳ τῶν σωμάτων κατάλληλον. θαῦμα δ’ ἐξαίσιον καὶ ἡ ἐνδελεχὴς καὶ ἀδιάλειπτος ποταμῶν φορὰ νύκτωρ τε καὶ μεθ’ ἡμέραν, σύμβολον ἀενάου καὶ ἀδιαλείπτου βίου· ἰσοδυναμεῖ δὲ καὶ νυκτερινὴ διαδοχή.

Πάντα δὲ ταῦθ’ ἡμῖν εἰρήσθω πρὸς πίστωσιν τοῦ μηδὲν ἀλόγως μηδ’ ἀνοήτως γενέσθαι, τὸν δὲ λόγον καὶ τὴν πρόνοιαν εἶναι θεόν· ὃς καὶ τὴν τῶν μετάλλων εὐχρηστίαν ἐπικουρεῖν ταῖς ἐνδείαις κελεύσας, τὴν χρυσοῦ τε καὶ χαλκοῦ καὶ τῶν ὑπολοίπων φύσιν ἐταμιεύσατο μέτρῳ τῷ προσήκοντι, τὰ μέν, ὧν ἡ χρεία πολλὴ τε καὶ παντοδαπὴ ἤμελλεν ἔσεσθαι, ἀφθόνως κελεύσας χορηγεῖσθαι, τὰ δὲ πρὸς τέρψιν κόσμου καὶ ἀφθονίαν μόνην μεγαλοψύχως τε καὶ πεφεισμένως, μεταξὺ φειδωλίας τε καὶ εὐδωρίας.

εἰ γὰρ καὶ τῶν πρὸς κόσμον πεποινημένων ἡ αὐτὴ ἀφθονία συνεχωρεῖτο, διὸ πλεονεξίαν οἱ μεταλλεύοντες τοῦ μὲν εὐχρήστου πρὸς γεωργίαν οἰκοδομήν τε καὶ ναῶν παρασκευήν, οἶον σιδήρου καὶ χαλκοῦ, καταφρονήσαντες τῆς συναθροίσεως αὐτῶν κατημέλουν, τῶν πρὸς τρυφὴν δὲ καὶ ἄρχηστον τε καὶ ἀργύρου εὕρεσιν καὶ μείζονος καμάτου τῶν ἄλλων ἁπάντων μετάλλων φασὶν εἶναι, ὅπως τῷ σφοδρῷ τῆς ἐπιθυμίας τὸ τοῦ καμάτου σφοδρὸν ἀντιτάσσηται.

πόσα δ’ ἄλλα τῆς θείας προνοίας ἔργα ἔστι καταριθμήσασθαι ἐπὶ πᾶσιν, οἷς ἀφθόνως ἡμῖν ἐδωρήσατο, τὸν τῶν ἀνθρώπων βίον πρὸς σωφροσύνην τε καὶ τὰς ἄλλας πάσας ἀρετὰς προτεπομένης διαρρήδην, ἀπαγούσης δ’ ἀπὸ τῆς ἀκαίρου πλεονεξίας. ὧν πάντων ἐξιχνεύειν τὸν λόγον μεῖζον ἔργον ἐστὶν ἢ κατὰ ἄνθρωπον. πῶς γὰρ ἂν τῆς κατὰ ἀκρίβειαν ἀληθείας ἐφίκοιτο ἡ φθαρτοῦ τε καὶ ἀσθενοῦς ζώου διάνοια; πῶς ἂν τὴν ἐξ ἀρχῆς εἰλικρινῆ τοῦ θεοῦ βούλησιν κατανοήσειεν;

Διὸ χρὴ τοῖς δυνατοῖς ἐγχειρεῖν καὶ τοῖς κατὰ τὴν ἡμετέραν φύσιν. τὸ γάρ τοι πιθανὸν τῶν ἐν τοῖς διαλόγοις γινομένων ζητήσεων ἀπάγει τὸ πλεῖστον ἡμῶν ἀπὸ τῆς τῶν ὄντων ἀληθείας, ὃ δὴ καὶ [*](2 ἐπέχον V, ἐπέχειν J, ἐπέχει MAE | ἀπολαύση V | 3 θεραπείαν J | 5 ἀενάου Α, ἀεννάου VJME | nach ἰσοδυναμεῖ δὲ καὶ vielleicht + τῇ ἡμερινῇ ΗΚΙ | 6 τοῦ ΑΕ, τὸ VM, (τ)ῶ J | 8 θεοῦ ΑΕ | εὐχρηστ. — κελ. τὴν <ΜΑΕ | 9 χρυσῶ τε καὶ χαλκῶ VM | ἐταμιεύσατο V, ἐταμιεύετο JMBA | 11 παντοδαπὴ JAE, παντοδαπὴς VM | 12 τέρψιν κόσμου καὶ ἀφθονίαν VMAE, κόσμον τέρφιν τε καὶ ἀφονίαν (so!) J | ἀφθονίας ΗΚΙ, das Wort unsicher Wil. | τε < J | πεφυσειμένως V | 20 φασὶν εἶναι V | 17 nach τῶν über der Zeile δὲ J | δὲ] τε JM | 18 πλοῦτον V | 20 φασὶν εἶναι ∾ J | 21 πόσα: hier beginnt das Cap. θ΄ in VM | τόσα ΜΑΕ | 23 τῶ — βίω JM | 26 τῆς <J auf Ras., τις Μ | ἐφίκοιτο J, ἀφίκοιτο VA, ἀφήκοιτο Μ, ἀφοίκιτο Ε | 27 ἄν < ΑΕ | 30 γινόμενον JMA | ζητήσεων < ΜΑΕ.)

v.1.p.163.
πολλοῖς τῶν φιλοσόφων συμβέβηκεν ἀδολεσχοῦσι περὶ τοὺς λόφους καὶ τὴν τῆς φύσεως τῶν ὄντων ἐξέτασιν. ὁσάκις γὰρ ἄν τὸ μέγεθος τῶν πραγμάτων τῆς ἐξετάσεως αὐτῶν ἐπικρατήσῃ, διαστρόφοις τισὶ μεθόδοις τὸ ἀληθὲς ἀποκρύπτονται· συμβαίνει δὴ αὐτοῖς ἐναντία δοξάζειν καὶ μάχεσθαι τοῖς ἀλλήλων δόγμασι, καὶ ταῦτα σοφοῖς εἶναι προσποιουμένοις.

ὄθεν στάσεις τε δήμων καὶ δυναστευόντων χαλεπαὶ κρίσεις οἰομένων τὸ πατρὼον ἐθος διαφθείρεσθαι· καὶ αὐτῶν ἐκείνων ὄλεθρος πολλάκις ἐπηκολούθησε. Σωκράτης γὰρ ὑπὸ διαλεκτικῆς ἐπαρθεὶς καὶ τοὺς χείρονας λόφους βελτίους ποιῶν, καὶ παίζων παρ’ ἔκαστα περὶ τοὺς ἀντιλογικοὺς λόγους, ὑπὸ τῆς τῶν ὁμοφύλων τε καὶ πολιτῶν βασκανίας ἀνῄρηται. οὐ μὴν ἀλλὰ καὶ Πυθαγόρας σωφροσύνην ἀσκεῖν προσποιούμενος ἐξαιρέτως καὶ σιωπὴν καταψευσάμενος ἑάλω· τὰ γὰρ ὑπὸ τῶν προφητῶν πάλαι ποτὲ προλεχθέντα, ἐπιδημήσας τῇ Αἰγύπτῳ, ὡς ἴδιαά γε αὐτῷ ὑπὸ θεοῦ ἀναπετασθέντα τοῖς Ἰταλιώταις προηγόρευεν.

αὐτός τε ὁ ὑπὲρ πάντας τοὺς ἄλλους ἠπιώτατος Πλάτων, καὶ τὰς διανοίας τῶν ἀνθρώπων πρῶτος ἀπὸ τῶν αἰσθήσεων ἐπὶ τὰ νοητὰ καὶ ἀεὶ ὡσαύτως ἔχοντα ἐθίσας ἀνακύψαι ἀναβλέψαι τ’ἐπὶ τὰ μετάρσια διδάξας, πρῶτον μὲν θεὸν ὑφηγήσατο τὸν ὑπὲρ τὴν οὐσίαν, καλῶς ποιῶν, ὑπέταξε δὲ τούτῳ καὶ δεύτερον, καὶ δύο οὐσίας τῷ ἀριθμῷ διεῖλε, μιᾶς οὔσης τῆς ἀμφοτέρων τελειότητος, τῆς τε οὐσίας τοῦ δευτέρου θεοῦ τὴν ὔπαρξιν ἐχούσης ἐκ τοῦ πρώτου· αὐτὸς γάρ ἐστιν ὁ δημιουργὸς καὶ διοικητὴς τῶν ὄλων δηλονότι ὑπεραναβεβηκώς, ὁ δὲ μετ’ἐκεῖνον ταῖς ἐκείνου προστάξεσιν ὑπουργήσας τὴν αἰτίαν τῆς τῶν πάντων συστάσεως εἰς ἐκεῖνον ἀναπέμπει.

εἶς ἄν οὖν εἴη κατὰ τὸν ἀκριβῆ λόγον ὁ τὴν πάντων ἐπιμέλειαν ποιούμενος προνοούμενός τε αὐτῶν θεός λόγῳ κατακοσμήσας τὰ πάντα· ὁ δὲ λόγος αὐτὸς θεὸς ὤν αὐτὸς τυγχάνει καὶ θεοῦ παῖς· ποῖον γὰρ ἄν τις ἄλλο ὄνομα αὐτῷ περιτιθεὶς παρὰ τὴν προσηγορίαν τοῦ παιδὸς οὐκ ἄν τὰ μέγιστα ἐξαμαρτάνοι; ὁ γάρ τοι τῶν πάντων πατὴρ καὶ τοῦ ἰδίου λόγου δικαίως ἄν πατὴρ νομίζοιτ. μίζοιτο.

μέχρι μὲν οὖν τούτου Πλάτων σώφρων ἦν· ἐν δὲ τοῖς ἑξῆς εὑρίσκεται διαμαρτάνων τῆς ἀληθείας, πλῆθός τε θεῶν εἰσάγων καὶ ἑκάστοις ἐπιτιθεὶς μορφάς, ὅπερ καὶ παραίτιον ἐγένετο τῆς μείζο- [*](8 vgl. Plat. Apol. 18 B. — 17 vgl. Plat. Phaidom 109 DE, Phaidr. 249 Cap (19 vgl. Plat. Tim. 30 C). — 26ff. Joh. 1—4.)

v.1.p.164.
νος πλάνης παρὰ τοῖς ἀλογίστοις τπων ἀνθρώπων, πρὸς πρὸς τὴν πρόνοιαν τοῦ ὑ ψίστου θεοῦ μὴ ἀφορώντων, τὰς δ’ εἰκόνας αὐτῶν ἀνθρωπείοις τε καὶ ἑγτέρων ζώων τύποις μεταμορφουμένας σεβόντων. συμβέβηκε δὲ μεγίστην τινὰ ψεγάλου τ’ ἐπαίνου ἀξίαν φύσιν τε καῖ παιδείαν τοιοῖσδέ τιδι μεμιγμένην πταίσμασιν ἀκαθάρτως τε καὶ μὴ εἰλιχρινῶς ἔχειν.

δοχεῖ δέ μοι ὁ αὐτὸς ἐπιλαμβανόμενος ἐαυτοῦ διοροῦν τὸ ἁμάρτημα, ἐν οἶς ανερῶς διαβεβαιοῦται τὸν θεὸν ἡμῖν ἐμπνεῦσαι τὸν ἑαυτοῦ λόγον, τὸ πνεῦμα τοῦ θεοῦ σαφῶς δηλῶν λογικὴν ψθχὴν ὑπάρχειν, διϊστῶν δὲ τὰ πάντα εἰς δύο εἴδη, νοητόν τε καὶ αἰσθητόν, τὸ μὲν . . . . ., τὸ δὲ συγκείμενον ἐκ σώματος ἁρμογῆς καὶ τὸ μὲν νῷ καταληπτόν, τὸ δὲ δόξῃ μετ’ αἰσθήσεως δοξαστόν· Ωστε τὸ μὲν τοῦ ἁγίου πνεύματος μετέχον, ἄτε δὴ ἀσύνθετον καὶ ἄλυτον, αἰώνιόν τε εἶναι καὶ τὴν ἀίδιον ζωὴν λελογχέναι, τὸ δὲ αἰσθητόν, πάντη διαλυόμεενον καθ’ ὅν καὶ συνέστη λόγον, ἄμοιρον εἶναι τῆς ἀιδίου ζωῆς.

θαυμαστῶς δὲ καὶ ἐν τοῖς ἐξῆς διδάσκει, τοὺς μὲν εὖ βιώσαντας, ψυχὰς δηλαδὴ τῶν ὁσίων τε καὶ ἀγαθῶν ἀνδρῶν, μετὰ τὴν ἀπὸ τοῦ σώματος ἀναχώρησιν ἐν τοῖς καλλίστοις τοῦ οὐρανοῦ καθιεροῦσθαι. ἀλλὰ καὶ βιωφελῶς· τίς γὰρ οὐκ ἄν πεισθεὶς αὐτῷ καὶ τὴν εὐτυχίαν ταύτην προσδοκήσας, τὸν ἄριστον βίον, δικαιοσύνην καὶ σωφροσύνην, ἀσκήσει, τὴν δὲ κακίαν ἀποστραφήσετα; ἀκολούθως δὲ τούτοις ἐπήνεγκεν τὰς πῶν πονηρῶν ψυκὰς Ἀχέροντός τε καὶ Πυφιφλεγέθοντος ῥεύμασι ναυαγίων τρόπον φερομένας πλανᾶςσθαι.

Εἰσὶ μέντοι γέ τινες ἐπὶ τοσοῦτον τὴν διάνοιαν βελαμμένοι, ὥστε ὅταν τούτοις αὐτοῖς ἐντυγχάωνσι, μήτ’ ἐπιστρέφεσθαι μήτε δεδοικέναι, καταφρονεῖν δὲ καὶ ἐγγελᾶν ὡς πεπλασμένων τινῶν μύθων ἀκούοντες· καὶ τὸ μὲν ποικίλον τῆς εὐγλωττίας ἐγκωμιάζουσι, τὸ δὲ στερεὸν τοῦ δόγματος ἀποστρέφονται, μύθοις τε πιστεύουδι ποιητικοῖς, καὶ πᾶσαν μὲν Ἑλλάδα πᾶσαν δὲ βάρβαρον ἐώλοις τε καὶ ψευδέδι φήμαις διαβῶσιν.

οἱ γάρ τοι ποιηταὶ παῖδας θεοῦ, ἀνθρώπους, μετὰ τὴν τελευτὴν φασὶ κρίνειν τὰς φυχάς, κρίσεις τε καὶ δικαιωτήρια ὑμνοῦντες καὶ τῶν κατοιχομένων ἐπόπτας ἐφιστάντες, Οἱ δὲ αὐτοὶ ποιηταὶ μάχας δδαιμόνων καὶ πολεμικούς τινας [*](8 vgl. Gen 2,7. — 10ff. fgl. Plat. Tim. 27 D. 28.— 15ff. fgl. Plat. Phai don 114) [*](3 ἀνθρωπίοις V | μεταμορφωμένας V, μεταμορφουμένοις JAE, μεταμορφωμένοις M | 6 δέ μοι V, μοι δ’ JMAE| 7 τὸ ἁμάρτημα — τὸν ἑαυτοῦ <ΜΑΕ | 8 δηλῶν ΑΕ, δηλοῦν VJM | 9 νοητὸν τε καὶ αἰσθητόν V, νογτῶν τε καὶ αἰσθητῶν JMAE | 10 Die Lücke bezeichnet nach Val.| 11 tῶ μὲν νῶ J | 12 ἀσύνθετον καὶ ἄλυτον V, ἀσύγχυτ. καὶ ἄυλον JMAE | 14 πάντα VM | 18 πεισθῆς V | 19 δικ. τε καί J | 20 ἀσκήση V, ἁσκήσας JM | δὲ < JA | 22 ῥεύματι JMAE | τρόπων J | φερόμενα V | 25 δὲ δὲ Val., τε HSS | 27 στερρὸν JMAE | 28 δὲ] τε JE | φησὶ V.)

v.1.p.165.
ἐξαγγέλλουσι νόμους, 'ἱμαρμένας τε αὐτῶν διαφημίξουσι, καὶ τοῦς μέν τινας φύσει πιχρούς, τοὺς δὲ τῆς τῶν ἀνθρώπων ἐπιμελείας ἀλλοτρίους, τοῦς δέ τινας δυσχερεῖς ἀποφαίνονται. εἰσάγουσι δὲ καὶ ὁδυρομένους τὰς τῶν ἰδίων παίδων σφαγάς, ὡς μὴ δυνατὸν αὐτοῖς οὐχ ὄτι γ’ ἀλλοτρίοις ἀλλὰ μηδὲ τοῖς φιλτάτοις ἐπαρκεεῖν, ἀνθρωποπαθεῖς τ’ αὐτοῦς εἰσάγουσι, πολέμους καὶ τρώσεισ χαράς τε καὶ τρώσεις χαράς τε καὶ ὁδυρμοὺς ᾄδοντες.

καὶ εἰσὶν ἀξιόπιστοι λέγοντες. εἰ γὰρ ἐπιπνοίῳ θείᾳ μετἐρχονται τὴν ποιητικήν, πιστεύειν αὐτοῖς καὶ πείθεσθαι προσήκει περὶ ὦν λέγουσιν ἐνθουσιάζοντες· λέγουσι δὲ παθήματα θεῶν τε καὶ δαιμόνων. τὰ ἄρα παθήματα τούτων πάντως ἀληθείας ἐφῆπται. ἀλλ’ ἐρεῖ τις ἐξεῖναι ποιηταῖς ψεύδεσθαι· θέλγειν γὰρ τὰς τὰρ τὰς τῶν ἀκουόντων ψυχὰς ἴδιον εῑναι ποιητικῆς, τὸ δ’ ἀληθὲς εῖναι, ἡνίκα ἄν τὰ λεγόμενα μὴ ἄλλως ἔχῃ ἤ ὡς λέγεται.

ἔστω τοῦτ’ ἴδιον ποιήσεως τὸ τὴν ἀλήθειαν ἄλήθειαν ἔσθ’ ὅτε ἀφαρπάζειν· ἀλλ’ οἱ τὰ ψευδὴ λέγοντες οὐ μάτην ψεύδονται· ἤ γὰρ κέρδους καὶ ὠφελείας χάριν τοῦτο ποιοῦσιν, ἤ καχήν τινα πρᾶξιν συνειδότες ἐαυτοῖς διὰ τὸν ἐφεστηκότα ἐκ τῶν νόμων κίνδυνον ἐπιχαλύπτονται. ἦν γὰρ δυνατόν, οἶμαι, μηδὲν παρὰ τὴν ἀλήθειαν πεερὶ τῆς τῆς χρείττονος φύσεως ἱστροῦτντας φεύδεσθαι μηδὲ δυσσεβεῖν.