Oration of Constantine

Eusebius

Eusebius, Constantini imperatoris oratio, Eusebius Werke Vol 1, Heikel, Hinrichs, 1902

Τί δὲ χραίνω τὴν γλῶτταν λόγοις μεμιασμένοις, μέλλων ὑμνεῖν τὸν ὄντως θεόν; βούλομαι δὴ πρότερον ἁγνῷ πόματι ὥσπερ ἁλμυρὸν ἀποκλύσασθαι στόμα· τὸ δ’ ἁγνὸν πόμα χεῖται διὰ πηγῆς ἀενάου τῶν ἀρετῶν τοῦ ὑμνουμένου πρὸς ἡμῶν θεοῦ, ἐμόν τ’ ἴδιον ἔργον τὸν Χριστὸν ὑμνεῖν διὰ βίου καὶ τῆς ὀφειλομένης αὐτῷ πρὸς ἡμῶν ἀντὶ πολλῶν καὶ μεγάλων εὐεργεσιῶν εὐχαριστίας.

φημὶ δὴ τοῦτον τὰς ἀρχὰς στηρίξαι τοῦδε τοῦ παντὸς ὑπόθεσίν τε ἀνθρώπων ἀνευρεῖν λόγῳ νομοθετήσαντα, καὶ παραχρῆμα μὲν εἰς μακάριόν τινα καὶ εὐανθῆ καρπῶν τε διαφόρων βρίθοντα χῶρον ἀποικίσαι τοὺς νεωστὶ τεχθέντας, ἀδαεῖς τ’ αὐτοὺς κατ’ ἀρχὰς ἀγαθῶν καὶ κακῶν εἶναι θελῆσαι, τέλος δ’ ἀπονεῖμαι μόνην λογικῷ ζώῳ πρέπουσαν τὴν ἐπὶ γῆς ἕδραν, καὶ τότε ἤδη οἷα δὴ τότε δὴ καὶ τὸγ ένος αὔξειν ἐκέλευσεν, ὡς ἂν ποτε τὸ ὅλον ὑπὸ τῆς τοῦ ὠκεανοῦ περινοστήσεως διοριζόμενον οἰκοῖτο.

πληθύνοντος δ’ οὕτω τοῦ τῶν ἀνθρώπων γένους, τέχναι τε τῷ βίῳ χρησιμεύουσαι ἀνηυρίσκοντο, πληθύει τ’ οὐδὲν ἧττον καὶ ἡ τῶν ἀλόγων ζώων γενεά, ἐφ’ ἑκάστου γένους ἐξαιρέτου τινὸς φυσικῆς δυνάμεως εὑρισκομένης· ἡμέρων ζώων τὸ πρᾶσον καὶ ἐπιπειθὲς ἀνθρώπῳ, ἀγρίων δὲ ῥώμη καὶ ταχυτὴς καὶ τῆς ἐκ τῶν κινδύνων σωτηρίας φυσική τις πρόνοια.