Oration of Constantine
Eusebius
Eusebius, Constantini imperatoris oratio, Eusebius Werke Vol 1, Heikel, Hinrichs, 1902
ὄνομα δ’ ἐκείνῳ Ναβουχοδονόσορ ἦν, οὗ πάσης τῆς γενεᾶς ἀξαλειφθείσης ἡ σεμνὴ καὶ ὑπερμεγέθης ἐκείνη δύναμις πρὸς τοὺς Πέρσας διῆλθε. διαβόητος γὰρ ἦν καὶ ἄχρι νῦν ἐστὶν ὁ πλοῦτος τοῦ τυράννου, καὶ ἡ ἄκαιρος περὶ τὴν μὴ δέουσαν θρησκείαν ἐπιμέλεια, μετάλλων τε παντοδαπῶν εἰς τὴν τῶν θεῶν [*](6 Exod. 12. 31 ff. — 8 Exod. 14, 26 ff. — vgl. Plato Rep. 600 B. — 23 ff. vgl. Dan. 2—6, 24.) [*](1 ἤροντο V | τῇ < JMAE | 2 ἐρημωθεῖσαι V, ἐρημωθήσεται JMAE | καταλειθεῖσαι (so) V, καταλειφθεῖσαι JME, καταλειφθήσονται A | 5 ἔρημος ἐνῃ V, ἠρήμωσεν ἢ J, ἠρήμωσαν ἢ Μ, ἠρήμωται ἢ A, ἠρήμωτε ἢ E., verbessert von H k l | 6 δυνατωτέρου V | Φαραῦνος V, Φαραὼ ὃν JMAE | ὑπεροψίαν V, ὑπεροψία JMAE | 7 πεφραγμένως τε καθωπλισμένον VJ, πεφραγμένος τε καθ. Μ, πεφραγμένον τε καθ. ΑΕ | 10 γεγόνει Hein. γέγονε HSS, | ποτε V | 12 μωυσέως V, μωσέως JMAE | 14 περιεποιεῖτο V, ἐδωρεῖτο JMAE | 17 Wortfolge τὸ φρόνημα τῶν ἀνδρῶν JMAE | 25 κατ’ ἀσσυρίαν VJ, κατὰ συρίαν MAE | 27 ἐπεῖνο V | 30 τε N!, δὲ VJMAE.)
γενναία γε μὴν καὶ ἡ τῶν ἀδελφῶν ἐν τῷ μαρτυρεῖν ὁμοδοξία· οὓς οἱ μετὰ ταῦτα ζηλώσαντες ὑπερμεγέθη δόξαν τῆς πρὸς τὸν σωτῆρα πίστεως ἢραντο, πυρὶ καὶ καμίνῳ καὶ τοῖς εἰς τὸ φαγεῖν αὐτοὺς τεταγμένοις δεινοῖς ἀδῄωτοι, ἁγνῇ τε σωμάτων προσβολῇ τὸ ἐμπεριεχόμενον τῇ καμίνῳ πῦρ ἀπωθούμενοι Δανιὴλ δὲ μετὰ τὴν κατάλυσιν τῆς Ἀσσυρίων βασιλείας, ἀναιρεθείσης καεραυνῶν βολαῖς, ἐπὶ Καμβύσην τῶν Περσῶν βασιλέα μετῆλθεν ἐκ θείας προνοίας, φθόνος δὲ κἀνταῦθα, καὶ πρός γε τῷ φθόνῳ ὀλέθριοι μάγων ἐπιβουλαί, διαδοχαί τε κινδύνων μεγάλων τε καὶ πολλῶν, ἐξ ὧν πάντων συναιρομένης τῆς Χριστοῦ προνοίας σωθεῖς εὐχερῶς παντοίας ἀρετῆς πείρᾳ διέπρεψεν.