Oration of Constantine

Eusebius

Eusebius, Constantini imperatoris oratio, Eusebius Werke Vol 1, Heikel, Hinrichs, 1902

Οὐδεὶς δ’ ἂν ἐκείνου τοῦ δήμου μακαριώτερος γεγόνει πώποτε ἢ γένοιτο, εἰς μὴ τὰς ψυχὰς αὐτῶν ἑκόντες τοῦ ἁγίου πνεύματος ἀπεκήρυξαν. τί δ’ ἂν εἲποι τις ἂξιον περὶ Μωϋςέως; ὃς ἂτακτον δῆμον εἰς τάξιν ἀγαγών, πειθοῖ τε καὶ αἰδοῖ τὰς ψυχὰς αὐτῶν κατακοσμήσας, ἀντὶ μὲν αἰχμαλωςίας ἐλευθερίαν αὐτοῖς περιεποιεῖτο, ἀντὶ δὲ σκυθρωπότητος φαιδροὺς ἐποίει, καὶ εἰς τοσοῦτον τὴν ψυχὴν αὐτῶν προηγάγετο, ὥστε τῇ λίαν ἐπὶ τἀναντία μεταβολῇ τῇ τε τῶν καταορθωμάτων εὐτυχίᾳ ἀλαζοέστερον τῶν ἀνδρῶν τὸ φρόνημα γενέσθαι· ὃς τοσοῦτον ὑπερῆρε σοφίᾳ τοὺς πρὸ αὐτοῦ, ὥστε καὶ τοὺς ἐπαινουμένους ὑπὸ τῶν ἐθνῶν ἤτοι σοφοὺς καὶ φιλοςόφους ζηλωτὰς τῆς ἐκείνου σοφίας γενέσθαι.

Πυθαγόρας γὰρ τὴν ἐκείνου σουφίαν μιμηςάμενος εἰς τοσοῦτον ἐπὶ σωφροσύνῃ διαβεβόηται, ὥστε καὶ τῷ σωφρονεστάτῳ Πλάτωνι παράδειγμα τὴν ἑαυτοῦ ἐγκράτειαν καταστῆσαι. Δανιὴλ δὲ ὁ θεσπίσας τὰ μέλλοντα καὶ τῆς ἐξοχωτάτης μεγαλοψυχίας ἐργάτης ἠθῶν τε καὶ παντὸς βίου κάλλει διαπρέψας πόσην τινὰ καὶ πῶς τραχεῖαν κατηγωνίσατο δυσχέρειαν τοῦ κατ’ Ἀσσυρίαν τότε τυράννου;