Oration of Constantine

Eusebius

Eusebius, Constantini imperatoris oratio, Eusebius Werke Vol 1, Heikel, Hinrichs, 1902

Ἀλλὰ τὸ μὲν πάθημα ἐκείνου ὑπὸ τῶν προφητῶν ἤδη προκεκήρυκτο, προκεκήρυκτο δὲ καὶ ἡ σωματικὴ γένεσις αὐτοῦ, προείρητο δὲ καὶ ὁ καιρὸς τῆς ἐνσωματώσεως, φανερὰ δ’ ἦν καὶ ἡ αἰτία τῆς σαρκώσεως αὐτοῦ, ὅπως τὰ ἐκ τῆς ἀδικίας τε καὶ ἀκολαςίας ἐκφύοντα γεννήματα, λαυμαινόμενα τοῖς δικαίοις ἔργοις καὶ τρόποις, ἀναιρεθείη, πᾶσα δὲ ἡ οἰκουμένη φρονήσεώς τε καὶ σωφροςύνης μετάσχοι, ἐπικρατήσαντος σχεδὸν ἐν ταῖς πάντων φυχαπῖς τοῦ θεσπισθέντος ὑπὸ τοῦ σωτῆρος νόμου, καὶ θεοσεβείας μὲν ῥωσθείσης, δεισιδαιμονίας δὲ ἐξαλειφθείσης, δι’ ἣν οὐ μόνον ἀλόγων ζώων σφαγαί, ἀλλὰ καὶ ἀνθρωπίνων ἱερευμάτων θυσίαι καὶ ἐναγῆ μιάσματα βωμῶν ἐπενοήθη, κατὰ τε Αἰγυπτίους καὶ Ἀσσυρίους νόμους χαλκηλάτοις ἢ καὶ πλαστοῖς ἰνδάλμασιν σφαγιαζόντων ψυχὰς δικαίας.

τοιγάρτοι [*](1 ff: vgl. Exod. 14, 21. — 13 vgl. Mt. 27, 39. — 19 ff. vgl. Luk 24, 25; Mt. 1, 22. 1 μόνου AE | 3 παρασχομένης VJ, παρασχόμενος MAE | διαποντίοις schwerlich richtig Wil., διὰ πάντου ἰούσι Hkl | 5 ἱστοροῦμεν VM | 6 μεταμέλειαν A | 7 προσπίπτη JM, προσπίπτει V, προσπίπτοι AE | 8 ἔχειν Val., ἔχη JM, ἔχει V, ἔχοι AE | 10 ἔχουσα < ΜΑΕ | 11 διεστώτων V | κακῶν V, διινῶν JMAE | πείρᾳ Wil., παρὰ HSS | 13 ἀσεβούντων JMAE | ἐνπαροινηθεὶς V, ἐμπαρηνηθεὶς Μ | 17 δὲ] τε V | 19 πάθος Α2 | ἐκεῖνο JM | 20 an der zweiten Stelle προκεκηρύκτω V | γένεσις VM, γέννησις JAE | 21 φανερὰ — ὅπως τὰ ἐκ < MAE | 22 σαρκώσεως J, βουλήσεως V | καὶ + vor τῆς ἀδικ. MAE | 23 λυμαινόμενα < A | 24 φροντίσεως V | 25 ἐν < MAC | 29 Αἰγ. καὶ Ἀσς. < JMAE | νόμοις VM.)

v.1.p.177.
καρπὸς ἄραντο τὸν προςήκοντα τῇ τοιαύτῃ θρησκείᾳ Μέμφις καὶ Βαβυλών, ἐρημωθεῖσαι καὶ ἀοίκητοι καταλείφθεῖσαι μετὰ τῶν πατρῴων θεῶν. καὶ ταῦτα οὐκ ἐξ ἀκοῆς λέγω, ἀλλ’ αὐτός τε παρὼν καὶ ἱστορήσας ἐπόπτης τε γενόμενος τῆς οἰκτρᾶς τῶν πόλεων τύχης. Μέμφις ἔρημος, ἐν ᾗ Μωϋσῆς κατὰ τὴν θείαν πρόσταξιν τὴν τοῦ δυνατωτάτου τότε Φαραῶνος ὑπεροψίαν κατέθραυσε, τόν τε στρατὸν αὐτοῦ πολλῶν καὶ μεγίστων ἐθνῶν νικηφόρον πεφραγμένως τε καθωπλισμένον οὐ βελῶν τοξεύμασιν οὐδ’ ἀκοντίων ῥιπαῖς μόνῃ δ’ ὁσίᾳ προσευχῇ καὶ ἡμέρῳ λιτανείᾳ καθεῖλεν.

Οὐδεὶς δ’ ἂν ἐκείνου τοῦ δήμου μακαριώτερος γεγόνει πώποτε ἢ γένοιτο, εἰς μὴ τὰς ψυχὰς αὐτῶν ἑκόντες τοῦ ἁγίου πνεύματος ἀπεκήρυξαν. τί δ’ ἂν εἲποι τις ἂξιον περὶ Μωϋςέως; ὃς ἂτακτον δῆμον εἰς τάξιν ἀγαγών, πειθοῖ τε καὶ αἰδοῖ τὰς ψυχὰς αὐτῶν κατακοσμήσας, ἀντὶ μὲν αἰχμαλωςίας ἐλευθερίαν αὐτοῖς περιεποιεῖτο, ἀντὶ δὲ σκυθρωπότητος φαιδροὺς ἐποίει, καὶ εἰς τοσοῦτον τὴν ψυχὴν αὐτῶν προηγάγετο, ὥστε τῇ λίαν ἐπὶ τἀναντία μεταβολῇ τῇ τε τῶν καταορθωμάτων εὐτυχίᾳ ἀλαζοέστερον τῶν ἀνδρῶν τὸ φρόνημα γενέσθαι· ὃς τοσοῦτον ὑπερῆρε σοφίᾳ τοὺς πρὸ αὐτοῦ, ὥστε καὶ τοὺς ἐπαινουμένους ὑπὸ τῶν ἐθνῶν ἤτοι σοφοὺς καὶ φιλοςόφους ζηλωτὰς τῆς ἐκείνου σοφίας γενέσθαι.

Πυθαγόρας γὰρ τὴν ἐκείνου σουφίαν μιμηςάμενος εἰς τοσοῦτον ἐπὶ σωφροσύνῃ διαβεβόηται, ὥστε καὶ τῷ σωφρονεστάτῳ Πλάτωνι παράδειγμα τὴν ἑαυτοῦ ἐγκράτειαν καταστῆσαι. Δανιὴλ δὲ ὁ θεσπίσας τὰ μέλλοντα καὶ τῆς ἐξοχωτάτης μεγαλοψυχίας ἐργάτης ἠθῶν τε καὶ παντὸς βίου κάλλει διαπρέψας πόσην τινὰ καὶ πῶς τραχεῖαν κατηγωνίσατο δυσχέρειαν τοῦ κατ’ Ἀσσυρίαν τότε τυράννου;