Oration of Constantine
Eusebius
Eusebius, Constantini imperatoris oratio, Eusebius Werke Vol 1, Heikel, Hinrichs, 1902
Ἀλλὰ τὸ μὲν πάθημα ἐκείνου ὑπὸ τῶν προφητῶν ἤδη προκεκήρυκτο, προκεκήρυκτο δὲ καὶ ἡ σωματικὴ γένεσις αὐτοῦ, προείρητο δὲ καὶ ὁ καιρὸς τῆς ἐνσωματώσεως, φανερὰ δ’ ἦν καὶ ἡ αἰτία τῆς σαρκώσεως αὐτοῦ, ὅπως τὰ ἐκ τῆς ἀδικίας τε καὶ ἀκολαςίας ἐκφύοντα γεννήματα, λαυμαινόμενα τοῖς δικαίοις ἔργοις καὶ τρόποις, ἀναιρεθείη, πᾶσα δὲ ἡ οἰκουμένη φρονήσεώς τε καὶ σωφροςύνης μετάσχοι, ἐπικρατήσαντος σχεδὸν ἐν ταῖς πάντων φυχαπῖς τοῦ θεσπισθέντος ὑπὸ τοῦ σωτῆρος νόμου, καὶ θεοσεβείας μὲν ῥωσθείσης, δεισιδαιμονίας δὲ ἐξαλειφθείσης, δι’ ἣν οὐ μόνον ἀλόγων ζώων σφαγαί, ἀλλὰ καὶ ἀνθρωπίνων ἱερευμάτων θυσίαι καὶ ἐναγῆ μιάσματα βωμῶν ἐπενοήθη, κατὰ τε Αἰγυπτίους καὶ Ἀσσυρίους νόμους χαλκηλάτοις ἢ καὶ πλαστοῖς ἰνδάλμασιν σφαγιαζόντων ψυχὰς δικαίας.
τοιγάρτοι [*](1 ff: vgl. Exod. 14, 21. — 13 vgl. Mt. 27, 39. — 19 ff. vgl. Luk 24, 25; Mt. 1, 22. 1 μόνου AE | 3 παρασχομένης VJ, παρασχόμενος MAE | διαποντίοις schwerlich richtig Wil., διὰ πάντου ἰούσι Hkl | 5 ἱστοροῦμεν VM | 6 μεταμέλειαν A | 7 προσπίπτη JM, προσπίπτει V, προσπίπτοι AE | 8 ἔχειν Val., ἔχη JM, ἔχει V, ἔχοι AE | 10 ἔχουσα < ΜΑΕ | 11 διεστώτων V | κακῶν V, διινῶν JMAE | πείρᾳ Wil., παρὰ HSS | 13 ἀσεβούντων JMAE | ἐνπαροινηθεὶς V, ἐμπαρηνηθεὶς Μ | 17 δὲ] τε V | 19 πάθος Α2 | ἐκεῖνο JM | 20 an der zweiten Stelle προκεκηρύκτω V | γένεσις VM, γέννησις JAE | 21 φανερὰ — ὅπως τὰ ἐκ < MAE | 22 σαρκώσεως J, βουλήσεως V | καὶ + vor τῆς ἀδικ. MAE | 23 λυμαινόμενα < A | 24 φροντίσεως V | 25 ἐν < MAC | 29 Αἰγ. καὶ Ἀσς. < JMAE | νόμοις VM.)