Oration of Constantine

Eusebius

Eusebius, Constantini imperatoris oratio, Eusebius Werke Vol 1, Heikel, Hinrichs, 1902

τοιαύτῃ δὴ καὶ τοσαύτῃ πείρᾳ δοκιμάσας τὴν πίστιν τῶν ὑπηκόων δήμων παρ- εσκεύαζεν αὐτοὺς οὐ μόνον τῶν δεινῶν τε καὶ φοβερῶν καταφρο- νητάς, ἀλλὰ καὶ τῆς εἰς αὐτὸν ἐλπίλος γνησιωτάτους μαθητάς. καὶ δή ποτε λίαν εἴξαντα θυμῷ τινα τῶν ἑταίρων καθαπτόμενος λόγοις κατέστειλεν· ἐτύγχανε δ’ ἐκεῖνος ξεφήρη τινὰ ἐπιφοιτῶντα ἑαυτῷ ξίφει πειρύμενος ἀμύνεσθαι, ὡς μὴ παρούσης αὐτῷ τῆς τοῦ σω- τῆρος ἐπικουρίας· τοῦτον δὴ μένειν κατὰ σχολὴν ἐκέλευσε καὶ μεθ- ιέναι τὸ ξίφος, ἐγκαλῶν ὡς ἀπελπίσαντι τῆς πρὸς αὐτὸν κατα- φυγῆς, νομοεθετῶν δὲ διαρρήδην πάντα τὸν ἀδίκων χειρῶν κατ- άρξαντα ἢ πρὸς τὸν καταρξάμενον ἀδικεῖν ἐπιχειρήσαντα ξίφει τε χρηςάμενον ἐπολεῖσθαι βιαίως.

ἥδε ἐστὶν ὡς ἀληθῶς ἡ οὐράνιος σοξία αἱρεῖσθαι τὸ ἀδικεῖσθαι πρὸ τοῦ ἀδικεῖν, καὶ γενομένης ἀ- τάγκης ἑτοίμως ἔχειν κακῶς πάσχειν μᾶλλον ἢ ποιεῖν· μεγέστου γὰρ ὄντος τοῦ ἀδικεῖν κακοῦ, οὐχ ὁ ἀδικούμενος ἀλλ’ ὁ ἀδικῶν τῇ μεγέστῃ περιβέβληται τιμωρίᾳ. τῷ δ’ ὑπηκόῳ τοῦ θεοῦ ἐξῆν μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, θαρρήσαντι τῇ προσταςίᾳ τοῦ παρόντος καὶ ἐπικουροῦντος ἀεὶ θεοῦ πρὸς τὸ μηδένα τῶν ὑπηκόων αὐτοῦ βλα- βῆναι. πῶς δ’ἂν αὐτὸς ἑαυτῷ τὰ κάλλιστα συνεβούλευσεν, ἢ οἶον παραιτηςάμενος τὴν τοῦ θεοῦ βοήθειαν ᾠήθη δεῖν αὐτὸς ἑαυτῷ βοηθεῖν; μάχη δ’ ἦν μεταξὺ δυοῖν καὶ ἀμφίβολον τὸ τῆς νίκης· οὐδεὶς δ’ εὖ φρονῶν τὰ ἀμφίβολα πρὸ τῶν ἀραρότων προαιρεῖται. πῶς δὲ ἔμελλε περὶ τῆς τοῦ θεοῦ παρουςίας καὶ βοηθείας ἀμφιβάλ- λειν ὁ τοσούτων μὲν ἐν πείρᾳ γενόμενος κινδύνων ἀεὶ δ’ εὐκερῶς [*](15 ff. vgl. Mt. 26, 51ff. — 23 vgl. Plat. Kriton 48 Dff., Gorg. 469 B.) [*](7 ἔργων J | 16 ἐπιφοιτῶντα V, ἐπιφοιτῶν J, ἐπιφοιτῶν τὴν ΜΑΕ | ἑαυτῶ V, ἑαυτοῦ JMAE | 17 ξίφει — παρούσης αὐτῶ <JMAE | 20 τὸν JA, τῶν VME | προ- κατάρξαντα J | 26 τιμωρίᾳ] πονηρία V | ἐξεῖν V | 28 ἀεὶ ν, αὐτῷ JMAE | 29 τὰ κάλλιστα – 30 αὐτὸς ἑαυτῶ < ΜΑΕ | 31 δυεῖν V | 33 ἀμφιβάλλειν, ειν auf Ras., v.)

v.1.p.176.
ῥυσθεὶς ἀπὸ τῶν δεινῶν μόνῳ θεοῦ νεύματι, ὁ διὰ θαλάσσης ὁδοιπορήσας παραγγέλματι τοῦ σωτῆρος καταστορεσθείσης καὶ στερεᾶν παρασχομένης ὁδὸν τοῖς διαποντίοις δήμοις; αὕτη γὰρ οἶμαι προφανὴς ὑποβάθρα πίστεως καὶ θεμέλιος οὗτος πεποιθήσεως, ἡνίκα ἂν τὰ θαυμαστὰ ταῦτα καὶ ἄπιστα γινόμενα καὶ ἐπιτελούμενα ἱστορῶμεν τῇ τοῦ προνοοῦντος κελεύσει. ἐντεῦθεν δὲ καὶ τὸ μὴ μεταμέλειν ἐπὶ τῇ πίστει παραγίνεται, ἡνίκα ἄν τις προσπίπτῃ πείρᾳ κακῶν, καὶ τὸ ἄτρεπτον ἔχειν τὴν πρὸς τὸν θεὸν ἐλπίδα· ταύτης γὰρ τῆς ἕξεως ἐγγενομένης τῇ ψυχῇ, ἵδρυται κατὰ τὴν διάνοιαν ὁ θεός· ἀήττητος δ’ οὗτος, οὐδὲ ἡ ψυχὴ ἂρα τὸ ἀήττητον ἒχουσα κατὰ τὴν ἑαυτῆς διάνοιαν ὑπὸ τῶν περιεστώτων κακῶν κρατηθήσεται. πείρᾳ δὲ τοῦτο μεμαθήκαμεν ἐκ τῆς τοῦ θεοῦ νίκης, ὃς τὴν ὑπὲρ τῶν πάντων πρόνοιαν ποιούμενος ὑπὸ τῆς τῶν ἀσεβῶν ἀδικίας ἐμπαροινηθείας, μηδεμίαν ἐκ τοῦ παθήματος καρπωςάμενος βλάβην, μέγιστα νικητήρια καὶ ἀίδιόν τινα στέφανον κατὰ τῆς πονηρίας ἀνεδήσατο, ἐπὶ τέλος μὲν ἀγαγὼν τὴν προςίρεσιν τῆς αὐτοῦ προνοίας καὶθ στοργῆς τῆς περὶ τοὺς δικαίους, συντρίψας δὲ τὴν τῶν ἀδίκων τε καὶ ἀσεβῶν ὠμότητα.