Oration of Constantine

Eusebius

Eusebius, Constantini imperatoris oratio, Eusebius Werke Vol 1, Heikel, Hinrichs, 1902

καὶ οὐδὲν σεμνύνεται· ἐπέσταται γὰρ οἶμαι καὶ τοῦτο θεόθεν δεδόσθαι πρὸς τὸ ὑποστῆναι καὶ πληρῶσαι προθύμως τὰ θεῖα προστάγματα. διαδέχεται δὴ τόνδε τὸν βίον μνήμη διαρκὴς καὶ αἰώ- νιος δόξα μάλα εἰκότως, εἴπερ ὅ τε βίος σώφρων τοῦ μάρτυρος καὶ τῶν παραγγελμάτων μνήμων, ἥ τε τελευτὴ πλήρης εὑρίσκεται μεγαλοψυδίας τε καὶ εὐγενείας. ὕμνοι δὴ μετὰ ταῦτα καὶ ψαλτήρια καὶ εὐφημίαι καὶ πρὸς τὸν πάντων ἐπόπτην ἔπαινος.