De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ τὸν »πρωτότοκον πάσης κτίσεως« διὰ τὴν σάρκα κεκλῆσθαι λέγει, ἐπιμένει τε ἀδιατρέπτος ἐν τῇ σαρκὶ φάσκων »τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς« ἐκτίσθαι, »τά τε ὁρατὰ καὶ τὰ ἀόρατά«, οὐδὲ διατρέπεται θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας διὰ τῆς σαρκὸς τοῦ σωτῆρος λέγων τῆς ἐν Χριοτᾥ κτίσεως ἠξιῶσθαι. ἤδη δὲ διὰ τῆς πρὸ τούτου γραφῆς τὰς περὶ τούτων τοῦ Ναρκέλλου φωνὰς παραθέμενος, λόγου συμμετρίας φειδό μένος, τῇ αὐτῶν ἐκείνω ν ἀρκεσθήσομαι μαρτυρίᾳ. ὡς δὲ διάστροφος καὶ βεβιασμένη ἡ τοιαύτη τυγχάνει τῆς ἀποοτο- λικῆς λέξεως διήγησις, οὐ μοι δεῖν ἡγοῦμαι κατασκευῆς πλείονος, διὰ τὸ καὶ παντί τῳ κατάφωρον εἶναι τὸ ἀναιδὲς τῆς ἑρμηνείας.