De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

αὐτὸς μὲν οὖν ἅτε υἱὸς μονογενὴς παρὰ τοῦ πατρὸς λαμβάνει καὶ παρὰ τοῦ πατρὸς ἀκούει, τὸ δὲ πνεῦμα τὸ ἅγιον παρ’ αὐτοῦ Κορηγεῖται· διό φησιν »ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«. λέγεται μὲν οὖν καὶ ὁ ἐπὶ πάντων θεὸς πνεῦμα, ὡς αὐτὸς ἐδίδαξεν ὁ σωτὴρ εἰπὼν »πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν«, καὶ ἔσται ἀληθῶς ἅγιος ἁγίων αὐτός, καὶ »ἐν ἁγίοις ἀναπαυόμενος«. ἀλλὰ καὶ ὁ υἱὸς τοῦ θεοῦ πνεῦμα ὢν τυγχάνει, καὶ πνεῦμα καὶ αὐτὸς ἁγίων ἅγιον, εἰ δὴ εἰκών ἐστιν τοῦ ἀοράτου·

διὸ καὶ περὶ αὐτοῦ λέλεκται »ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν« καὶ »πνεῦμα πρὸ προσώπου ἡμῶν χριστὸς κύριος«.