De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

εἰ μὲν οὖν μὴ καὶ τὴν Νώσεως καὶ τῶν μετὰ Μωσέα προφητῶν [*](ἔλεγχος τῶν οὐκ ὀρθῶς εἰς τοὺς τόπους αὐτῷ λελεγμένων καὶ τῶν αὐτῶν ὑγιὴς ἑρμηνεία.) παρεδέχετο γραφήν, εἶχεν ἄν τινα εἰκότα αὐτῷ λόγον ἡ άπόδοσις· ἐπεὶ δὲ οὐ τῶν ἀθετούντων ἐστὶν τὴν παλαιὰν διαθήκην, τί δή ποτε τοὺς μὲν ἀποστόλους καὶ τούτων τὰς διδασκαλίας ὁδοὺς ὠνομασεν, οὐχὶ δὲ προσέσχεν τοῖς τοῦ θεοῦ προφήταις μυρία περὶ ὀδών θεοῦ γεγραφόσιν; πρῶτον μὲν γὰρ Μωσῆς ὧδε γράφων ἔλεγεν τῶν αὐτῶν [*](1 ΙΙ Kor. 5, 17 — 4 Prov. 8, 22 — 9 Prov. 8, 22 — 11 Prov. 8, 12 — 12 Prov. 8, 22 — 14 Prov. 8, 22 — 16 Prov. 8, 15. 16 — 17 Prov. 8, 21a — 18 Prov. 8, 22 — 21 Joh. 14, 6 — 23 Prov. 8, 22 — 26f Prov. 9, 3) [*]( λέγει V corr. Kl | 30 hier a. R. β΄ V)

v.4.p.146.
»ὁδῶ βασιλικῇ πορεύσῃ« καὶ »ἰδοὺ τέθεικα πρὸ προσώπου σου τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου«,

καὶ ὁ Δαυὶδ ὁμοίως »γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται«, καὶ Ἱερεμίας »στῆτε ἐν ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ πορεύεσθε ἐν αὐτῇ«· καὶ ἕκαστον δὲ τῶν προφητῶν διαφόρως μνημονεύσαντα τῶν ὀδών τοῦ θεοῦ εὑρήσεις.

εἰ τοίνυν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦ θεοῦ ἀρχὴν εἶναι τῶν ὀδών τοῦ θεοῦ ἑαυτὸν διδάσκει λέγων »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« (πάντως που καὶ Νώσεως καὶ τῶν προφητῶν καὶ τῶν ἔτι ἀνωτέρω κατὰ τὰς ὁδοὺς τοῦ θεοῦ βεβιωκότων ὢν πρεσβύτερος), ἀλλ’ οὐχὶ ἡ σὰρξ ἣν ἀνείληφεν ἐκείνων ἁπάντων ὑπῆρχεν προγενεστέρα, οὐκ ὀρθὴ ἐπὶ τὴν σάρκα ἐξείληπται τὸ λόγιον οὐ διὰ τὴν σάρκα τοίνυν ταῦτ’ ἔλεγεν ὁ σωτήρ,

διὰ δὲ τὸ προυπάρχειν αὐτὸν καὶ καθηγεῖσθαι πασῶν τῶν ὀδών τοῦ θεοῦ, ἃς πάντες οἱ πάλαι θεοφιλεῖς ἄνδρες ὡδεύκασιν.

ἐπεὶ δὲ ὁ θεῖος ἀπόστολος λέγων »ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ« ἑτέρας τινὰς ὁδοὺς ὑποβάλλει, τὰς προνοητικὰς τῶν ὅλων, δι’ ὦν ἀπορρήτῳ κρίσει καὶ λόγοις ἀλήπτοις τὰ σύμπαντα διακυβερνᾷ θείᾳ δυνάμει, ἀκόλουθόν ἐστιν καὶ τούτων τῶν ὁδῶν ἀρχὴν εἶναι λέγειν τὸν εἰρηκότα »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«. ὁ δὲ μὴ νοήσας τὰς ὁδοὺς τοῦ θεοῦ, τὴν σάρκα τοῦ σωτῆρος ἡμῶν ἀρχὴν τούτων εἶναι ἀπεφήνατο.

ἑρμηνεύει δὲ καὶ τὸ »εἰς ἔργα αὐτοῦ« φάσκων

»ἔκτισεν οὖν με« φησὶν »ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αἐτοῦ«. ποῖα δὲ ἔργα φησίν; περὶ ὣν ὁ σωτὴρ λέγει »ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι«, καὶ αὖθις »τὸ ἔργον« φησὶν »ἐτελείωσα ὃ δέδωκάς μοι«.

εἶθ’ ὥσπερ διασαφῶν τὴν τῶν εἰρημένων διάνοιαν ἐπιλέγει

τίς γὰρ πρὸ τῆς τῶν πραγμάτων ἀποδείξεως ἐπίστευσεν ἂν ὅτι λόγος θεοῦ διὰ παρθένου τεχθεὶς τὴν ἡμετέραν ἀναλήψεται σάρκα καὶ τὴν πᾶσαν θεότητα ἐν αὐτῇ σωματικῶς ἐπιδείξεται;

καὶ ὥσπερ ἐντελῆ τὴν διάνοιαν ἀποδοὺς ἐπάγει [*](1 Num. 20, 17; 21, 22 — Deut. 30, 15 (Jer. 21, 8) — 3 Ps. 1, 6 — 4 Jer. 6, 16 — 9 Prov. 8, 22 — 16 öm. 11, 33 — 21 Prov. 8, 22 — 24:f Prov. 8, 22 — 26 Joh. 5, 17 — 27 Job. 17, 4 — 32 Kol. 2, 9) [*](1 πορευσόμεθα LXX | τέθηκα V*, corr. V2 | 4 καὶ] + ἴδετε καὶ LXX | 8 τοῦ θεοῦ str. Kl | τοῦ2 str. V2 | ἑαυτοῦ V | 11 ὥν Kl ἧ ἂν V* εἴη ἂν V2 | 12 ὀρθώς] + οὑν üb. d. Ζ. V2)

v.4.p.147.

οὐκοῦν τοῦτ’ ἔστιν τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«.

καὶ ταῦτα δὲ ἔγραφεν, οὐ δυνηθεὶς τοὺς τῆς διανοίας ὀφθαλμοὺς »εἰς ὕψος« ἄραι καὶ τῴ προφήτῃ παραπλησίως εἰπεῖν »ὃτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας« οὐδὲ μνημονεύσας τοῦ προφητικοῦ λόγου, δι’ οὗ εἴρηται »τὰ δὲ ἔργα κυρίου οὐκ ἐμβλέπουσιν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν«.

εἰ γὰρ τούτοις προσεσχήκει, ἔγνω ἂν ὅτι πρὸ οὐρανοῦ καὶ τῆς καὶ πρὸ τοῦ σύμπαντος κόσμου καὶ οὐ πρὸ τῶν ὁρατῶν μόνον ἀλλὰ καὶ πρὸ τῶν νοητῶν ἔργων τοῦ θεοῦ, τῶν ἐν ἀσωμάτοις καὶ ὑπερκοσμίοις δυνάμεσιν ἐν ὑποστάσει ὄντων, ἦν καὶ προῆν ὁ ταῦτα λέγων. ὁ δὲ μεταβὰς ἐπὶ τὸ »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με«, πάλιν τὴν σάρκα εἰς μέσον ἄγει λέγων οὕτως

θεμέλιον τοῦτον ὀνομάζων, τὴν κατὰ σάρκα αὐτοῦ προορισθεῖσαν οἰκονομίαν.

ὡς καὶ ὁ ἀπόστολος λέγει »θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός«.

καὶ ἐπιλέγει

ἑνὸς δὲ αἰῶνος ἐνταῦθα μέμνηται, ἀφ’ οὗ τὰ κατὰ τὸν Χριστὸν τεθεμελιῶσθαι ἔφη, καίτοι πολλῶν παρεληλυθότων αἰώνων, ὡς ὁ Δαυὶδ ἔφη »ὁ ὑπάρχων πρὸ τῶν αἰώνων«.

καὶ μεταβὰς ἑξῆς ἐπὶ τὸ »ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι« καὶ τὴν γῆν πάλιν τὴν σάρκα εἶναι λέγει, γράφει δὲ οὕτως

ποίαν ταύτην τὴν γῆν ἢ δηλονότι τὴν ἡμετέραν σάρκα, τὴν μετὰ τὴν παρακοὴν γῆν αὖθις γενομένην; »γῆ« γὰρ »εἷ« φησὶν »καὶ εἰς γῆν ἀπελεύσῃ«. ἔδει γὰρ ταύτην ἰάσεως τυχεῖν.

καὶ ταῦτα δὲ φάσκει, οὐ μνημονεύσας ὁ σοφώτατος ὡς καὶ ἀνωτέρω πρὸ τοῦ τὴν γῆν ποιῆσαι ἐκτίσθαι τὴν σάρκα ἀρχὴν ὀδών τοῦ θεοῦ εἰρηκὼς ἔτυχεν.

εἰ δὲ ὅλως διὰ τῆς τῆς τὴν σάρκα ἐδήλου, πώς οὐ προϋπάρχειν τῆς σαρκὸς ἀνάγκη ὁμολογεῖν τὸν λέγοντα πρὸ τοῦ τὴν τὴν ποιῆσαι ἑαυτὸν εἶναι, »πρὸ« γὰρ »τοῦ αἰῶνος« φησὶν »ἐθεμελίωσέν με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι«. οὐκοῦν πρὸ τοῦ τὴν σάρκα ποιῆσαι ὁ ταῦτα λέγων ὑπῆρχεν.

εἰ δὲ καὶ μὴ πολλῶν αἰώνων ἐμνημόνευσεν, ἀλλ’ ἑνός, οὗ καὶ ὁ σωτὴρ ἐμνήσθη εἰπὼν »οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται«, καὶ οὕτως [*](1 Prov. 8, 22 — 3f Jes. 40,26 — 4 Ps. 8, 4 — 7 Jes. 5, 12 — 12 Pron. 8, 23 — 15 I Kor. 3, 11 — 21 Ps. 54, 20 — 22 Prov. 8, 23 — 25 Gen. 3, 19 — 28 vgl. Nr. 10 — 31 Prov. 8, 23 — 35 Luk. 20, 34) [*](4 εἶπεν V*, corr. V2 | 10 μόνον m μόνων V)

v.4.p.148.
οὐχ ἡ σὰρξ ἣν ἀνείληφεν ὁ σωτὴρ ἡμῶν πρὸ τοῦ ἐνεστῶτος αἰῶνος ὑπῆρχεν, ἀλλ’ αὐτὸς ὁ ταῦτα διὰ Σολομῶνος διδάσκων. ὁρᾷς ὅσῃ περιπέπτωκεν δυσχωρίᾳ ὁ τῆς εὐθείας καὶ βασιλικῆς παρατραπεὶς ὀδοῦ.

ὁ δὲ πρὸς ταῖς εἰρημέναις ἔτι καὶ ταῦτα προστίθησιν λέγων

»πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι« φησίν· ἐνταῦθα τἀς ἀβύσσους παροιμιωδῶς ὁ προφήτης τὰς τῶν ἁγίων καρδίας εἶναι λέγει τὰς ἐν τῷ ἑαυτῶν βάθει τὴν τοῦ πνεύματος ἐχούσας δωρεάν.

καὶ οὐ συνίησιν ὡς πρὸ τῆς ἐνσάρκου τοῦ σωτῆρος ἡμῶν παρουσίας οἱ ἅγιοι τοῦ θεοῦ προφῆται τοῦ αὐτοῦ μετέσχον πνεύματος, Μώσης τε ὁ καὶ οἱ ἔτι Μώσεως παλαιότεροι οὐκοῦν ἀνάγκη τούτων ἀπασῶν τῶν ἀβύσσων, εἰ δὴ αἱ τῶν ἁγίων καρδίαι ἦσαν αὑται, παλαιότερον εἶναι τὸν λέγοντα »πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι«.

πῶς οὑν δυνατὸν ἦν ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἀναφέρεσθαι ταῦτα; καὶ μὴν εἴ τις αὐτῷ παρῆν τῶν θείων γραφῶν ἐπιστήμη, οὐκ ἂν εὐχερῶς οὕτως ἀπεφαίνετο τὰς τῶν ἁγίων καρδίας εἶναι τὰς ἀβύσσους, ἐπιστήσας ὡς »σκότος« ἦν »ἐπάων τῆς ἀβύσσου« κατὰ τὴν Μώσεως μαρτυρίαν καὶ ὡς πολὺς καὶ δυσερμήνευτος ὁ περὶ αὐτῶν ἐν τῇ θείᾳ γραφῇ φέρεται λόγος. ὁ μὲν γὰρ ἀπόστολος »μὴ εἴπῃς« φησὶν »τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;

τουτέστιν Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν«. ἔοικεν γοῦν ἐν τούτοις τὰ τοῦ ᾅδου χωρία κεκληκέναι ἄβυσσον. καὶ αὐτὸς δὲ ὁ κύριος σαφέστερον τοῦτο παρίστη, ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ λέγων »ἠλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θυνάτου, πυλωροὶ λωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν«;

καὶ τὰς ἐν τῇ ἀβύσσῳ δὲ δυνάμεις πονηράς, περὶ ὧν εἴρηται »αἰνεῖτε αὐτὸν ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι αἱ ἄβυσσοι«, καὶ ἔτι τὸ ἐπάνω τῆς ἀβύσσου σκότος, περὶ οὑ Μωσῆς ἔφη »καὶ σκότος ἐπάνω τῆς ἀβύσσου«, ταῦτα πάντα μαθών, εἴπερ ἦν ἐπιπόνως ἀλλὰ μὴ ἐξιτήλως ταῖς θείαις ἐντετυχηκὼς γραφαῖς οὐκ ἂν τὰς τῶν ἁγίων καρδίας ἐτόλμα εἰπεῖν τὰς ἐβύσσους,

ἔγνω δ’ ἂν ὅπως εἴρηται καὶ τὸ »ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρρακτῶν σου« καὶ αὖθις »ἐταράχθησαν αβυσσοι, πλῆθος ἤχους ὕδατος« καὶ πάλιν »ἄβυσσος ὡς ἱμάτιον [*](5 Prov. 8, 24 — 12 vgl. Nr. 19 — 13 Prov. 8, 24 — 16 vgl. Nr. 19 — 17 Gen. 1, 2 — 19 Röm. 10, 6. 7 — 24 Hiob 38, 16. 17 — 27 Ps. 148, 7 — Gen. 1, 2 — 32 Ps. 41, 8 — 33 Ps. 76, 17 — 34 Ps. 103, 6) [*](17 ἦν V2 εἷναι V* | 27 αὐτὸν] τὸν κύριον LXX | 31 ταῖς . . καρδίαις V*, corr. V2)

v.4.p.149.
τὸ περιβόλαιον αὐτοῦ«.

ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ διηκρίβωσεν ἄν, εἴ τις ἦν αὐτῷ φροντὶς τῆς τούτων καταλήψεως. νῦν δὲ προχείρως χείρως οὕτως καὶ διαλελυμένως τὰς τῶν ἁγίων καρδίας τὰς ἀβύσσους εἶναι ἀποφηνάμενος, οὐδ’ οὕτως συνῆκεν ὡς πρὸ τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν τῶν ἐξ αἰῶνος γενομένων ἑαυτὸν ὑπάρχειν ἐδίδαξεν ὁ εἰπὼν »πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι«· ὡς πανταχόθεν μὴ δύνασθαι τῇ σαρκὶ τοῦ σωτῆρος ἐφαρμόζειν τὰς προκειμένας λέξεις.

ὁ δὲ ἐφ’ ἑτέραν μεταβὰς ῥῆσιν τῆς αὐτῆς γραφῆς, καὶ ταύτην οὕτως ἑρμηνεύει λέγων

τί τοίνυν ἔστιν καὶ τουτὶ τὸ κεφάλαιον »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων«; τοὺς ἱεροὺς ἀποστόλους εἶναί φησιν. τοῦτο δὲ ἡμῖν τὸ μυστήριον παρίστησιν ἡ τῆς Ἐξόδου γραφὴ τοὺς τῶν ἀποστόλων τύπους πάλαι προαγορεύουσα,