De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ πάλιν οὕτως ἢν ὁ πατὴρ ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῶ πατρί, [*](ὅτι ὡς ὁ πατὴρ ἐν τῷ υἱῷ, καὶ ὁ υἱὸς ἐν τῷ πατρί, οὕτων καὶ ἐν τοῖς ἁγίοις ἅπασιν ἔσται.) ὡς ὁ θεῖος ἀπόστολος καὶ ἶερι πάντων διδάσκει τῶν τῆς ἐπουρανίου βασιλείας ἀξίων λέγων· »τότε ἔοται ὁ θεὸς πάντα ἐν πᾶσιν«, ὡς καὶ τὸ »ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω« λέλεκται, ἀλλὰ καὶ ἡμεῖς δ »ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν« καὶ ταῦτα πάντα περὶ ἡμῶν λέλεκται, τῶν κατ’ ἰδίαν ὑπόστασιν ὑφεστώτων καὶ ξώντων καὶ μηδὲν ἐχόντων κοινὸν πρὸς τὴν πατρκην θεότητα.

τί δὴ οὑν χρὴ θαυμάξειν, εἰ καὶ ἐπὶ τοῦ υἱοῦ αἱ παραπλήσιοι φέρονται φωναί, οὐκ ἀναιροῦσαι μὲν αὐτοῦ τὴν ὑπόοταοιν οὐδ’ αὐτὸν εἶναι πατέρα καὶ υἱὸν διδάσκουσαι, τὴν δὲ τοῦ πατρὸς πρὸς αὐτὸν ἰδιάζουσαν καὶ ἐξαίρετον τιμὴν καὶ δόξαν τῆς μονογενοῦς καὶ θεικῆς κοινωνίας παρ- παριστῶσαί;