De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

εἰ δὲ χρὴ ταῦτα ἐπισφραγίσασθαι προφητικῇ σφραγῖδι, εἰς [*](ὅπως αἱ θεῖαι γραφαὶ τὰ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἀτελευτήτου βασιλείας παριστῶσιν, καὶ ὡς Μάρκελλος γυμνῇ τῇ κεφαλῇ παυθήσεσθαι αὐτοῦ τὴν βασιλείαν ἀπεφαίνετο.) βεβαίαν πίστωσιν τῶν εἰρημένων μάρτυρι χρήσομαι προφητικῷ πνεύματι δι' ᾿Εζεκιὴλ του προφήτου δὴ δὴ] ταύτα τοιαύταις θεσπίζοντι φωναῖς »τάδε λέγει κύριος κύριος· ἰδοὺ ἐγὼ ζητήσω τὰ πρόβατά μου καὶ ἐπισκέψομαι αύτά. ὡσπερ ζητεῖ ο ποιμην το ποίμνιον αυτου ἐν ἡμέρᾳ ὅταν ᾖ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων διακεχωρισμένων, οὕτως ἐκζητήσω τὰ πρόβατα μου.« καὶ μεθ᾿ ἕτερα »καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομήν, καὶ κρινῶ ἀνὰ μέσον κριοῦ πρὸς κριόν.

καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα καὶ ποιμανεῖ αὐτούς, τὸν δοῦλόν μου Δαυίδ, καὶ ἔσται αὐτῶν ποιμήν· καὶ ἐγὼ κύριος ἔσομαι αὐτοῖς εἰς θέον, καὶ Δαυὶδ ὲν μέσῳ αὐτώ ἄρχων· ἐγὼ κύριος ἐλάλησα, καὶ διαθήσομαι τῷ Δαυὶδ διαθήκην«. καὶ μεθ’ ἕτερα δευτεροῖ τὴν αὐτὴν προφητείαν λέγων »καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν ὢν ἡμάρτοσαν ἐν αὐταῖς, καὶ καθαριῶ αὐτούς καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν· καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· καὶ ποιμὴν ἔσται πάντων αὐτῶν«.

καὶ αὖθις ἐπιλέγει »καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν εἰς τὸν αἰῶνα«. θέα δὲ ἐν πᾶσιν τούτοις ὡς ὁ μὲν θεὸς οὐ ποιμὴν οὐδὲ ἄρχων ἀλλὰ θεὸς ἔσεσθαι τῶν τοῦ μακαρίου τέλους καταξιωθησομένων λέγεται· τῶν δὲ αὐτῶν τούτων προφητεύεται ἄρχων καὶ ποιμὴν γενήσεσθαι ὁ Δαυίδ, ἐπικεκαλυμμένως ἐνταῦθα τοῦ Δαυὶδ τὸν Χριστὸν αἰνιττομένου διὰ τὸ »ἐκ σπέρματος« αὐτοῦ γεγονέναι.

τοῦτο δὲ δῆλον ἐκ τοῦ προτεθνηκέναι τὸν Δαυὶδ τοῦ χρόνου καθ’ ὃν ταῦτ’ ἐλέγετο. σαφέστερον δὲ ταῦτα καὶ Δανιὴλ ὁ προφήτης θεσπίζει τὸν Χριστὸν τοῦ θεοῦ υἱὸν ἀνθρώπου ὀνομάζων λευκώς οὕτως, ὥσπερ οὖν καὶ ἡ τῶν ἱερῶν Εὐαγγελίων εἴωθεν αὐτὸν ἀποκαλεῖν γραφή. λέγει δὲ τοῦτον τὸν τρόπον· »ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν· καὶ προσηνέχθη αὐτῷ. καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτώ δουλεύσουσιν·

ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται«. συνορᾷς ὡς καὶ ἐν τούτοις ἄφθαρτον καὶ ἀγήρω καί ἀτελεύτητον οὐ τοῦ λόγου τοῦ ἐν τῷ θεῷ [*](4 Ez. 34, 11. 12 — 7 Ez. 34, — 22—25 — 13 Ez. 37, 23. 24 — 17 Ez. 37, 25 — 22 Rom. 1, 3 — 27 Dan. 7, 13. 14 Θ΄) [*](1 hier a. R. ἲς V Ι ἐπισφραγίσεσθαι V, corr. We Ι 2 βεβαίωσιν καὶ πίστωσιν? Mo | μάρτυρι m μαρτυρίᾳ V | 3 ἰεζεκιὴλ V2 Ι δὴ2 gtr. Ga | 9 ποιμένα] + ἵνα LXX Ι 15 λαόν V* (?) LXX λεών V2 Ι 16 ποιμὴν] + εἷς LXX Ι 30 αὐτῷ Kl nach LXX Ι καὶ2 üb. d. Ζ. V1 Ι 32 αἰώνιος m αἰῶνος V (LXX 130))

v.4.p.177.
τὴν βασιλείαν ἔσεσθαι, ἀλλὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου παρίστησιν ὁ προφήτης, ἕτερόν τε παρὰ τὸν παλαιὸν τῶν ἡμερῶν σαφῶς διδάσκει τὸν υἱὸν εἶναι τοῦ ἀνθρώπου τὸν τὴν ἄφθαρτον βασιλείαν παρὰ τοῦ παλαιοῦ τῶν ἡμερῶν, δηλαδὴ παρὰ τοῦ αὐτοῦ πατρός, ὑποδεξάμενον.

ἀλλὰ Μάρκελλος ἕνα καὶ τὸν αὐτὸν εἷναι ὁρίζεται, καὶ μίαν ὑπόστασιν δυσὶν ὀνόμασιν ὑποκειμένην· ἔτι μὴν καὶ τὴν βασιλείαν αὐτοῦ περιγράφειν τολμᾷ καὶ τέλος ἔσεσθαι τῆς Χριστοῦ βασιλείας ἀναιδῶς οὕτως ἀποφαίνεται μετὰ τὸν τῆς κρίσεως καιρόν, τοῦτον γράφων τὸν τρόπον

μέγιστον ἡμῖν μυστήριον ἐνταῦθα ὁ ἀπόστολος ἀνακα- λύπτει, τέλος μὲν ἔσεσθαι φάσκων τῆς Χριστοῦ βασιλείας·

τέλος δὲ τότε, ὅταν πάντα ὑποταγῇ ὑπὸ τοὺς πόδας αὐτοῦ.

καὶ ἐπεξεργάζεται τὸν λόγον ὧδέ πη λέγων

ἔφαμεν ἐν τοῖς προάγουσιν ἡμῶν ῥητοῖς τὸν δεσπότην ἡμῶν τὸν Χριστὸν ἀρχὴν ἐσχηκέναι βασιλείας, ἐκ τῶν θείων γραφῶν ἀποδείξεσιν χρώμενοι.

καὶ ἐπιλέγει

καὶ ὅλως μυρίων ῥητῶν πρὸς μαρτυρίαν ἔστιν εὐπορήσαντα δεῖξαι, ὅτι ἀρχὴν βασιλείας εἴληφεν ὁ ἄνθρωπος διὰ τοῦ λόγου.

εἰ οὖν εἴληφεν ἀρχὴν βασιλείας πρὸ ἐτῶν ὅλων οὐ πλειόνων ἢ τετρακοσίων, οὐδὲν παράδοξον εἰ τὸν πρὸ οὕτως ὀλίγου χρόνου τῆς βασιλείας ταύτης τυχόντα ὁ ἀπόστολος φησιν παραδώσειν τὴν βασιλείαν τῷ θεῷ.

καὶ προστίθησιν μεθ’ ἕτερα λέγων

τί τοίνυν μανθάνομεν περὶ τῆς ἀνθρωπίνης σαρκός, ἣν δί’ ἡμᾶς ἀνείληφεν ὁ λόγος πρὸ τετρακοσίων οὐχ ὅλων ἐτῶν πότερόν ποτε ταύτην καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὁ λόγος ἕξει ἢ ἄχρι μόνου τοῦ τῆς κρίσεως καιροῦ;

Μάρκελλος μὲν οὖν τοιαῦτα λέγειν ἐτόλμα· οἱ δέ γε τοῦ θεοῦ προφῆται ἀτελεύτητον τοῦ Χριστοῦ τὴν βασιλείαν βασιλείαν μετὰ τὸν τῆς κρίσεως καιρὸν τοῦ νέου αἰῶνος τὴν ἀρχὴν καθέξειν αὐτόν φασιν. θέα γὰρ ὡς ὁ προφήτης Ἐξεκιὴλ κριτήριον τῶν τοῦ θεοῦ προβάτων ὑποθέμενος μετὰ τὴν τούτων κρίσιν τὸν Δαυὶδ αὐτοῖς ἐφίστησιν ποιμένα καὶ τὸν αὐτὸν ἄρχοντα αὐτῶν ἔσεσθαι θεσπίξει.

ὁ δὲ Δανιὴλ προειπὼν »ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν [*](5f vgl. Nr. 62. 55 — 14 vgl. Nr. 100 — 82 ff vgl. S. 176, 4—24 — Dan. 7, 9. 10 Θ΄) [*](11 μὲν and. St. | 23 βασιλείαν] + δηλονότι and. St. | 26 ἀνείληφεν and. St. Ι 27 f ἕξει ἢ V2 ἐξείη V* | 31 αὐτήν V, corr. Mo | 32 ίεζεκιὴλ)

v.4.p.178.
ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ· κριτήριον ἐκάθισεν, καὶ βίβλοι ἠνεῴχθησαν«, ταῦτα προθεασάμενος ἑξῆς τὸν υἱὸν τοῦ ἀνθρώπου θεωρεῖ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ προσιόντα τῷ παλαιῷ τῶν ἡμερῶν καὶ τὴν ἀφθαρτρν βασιλείαν ὑποδεχόμενον. οὐκοῦν καὶ τότε διαφερόντως καὶ κρειττόνως ἢ νῦν ἀρχὴν ἔξει τοῦ βασιλεύειν τῶν τῆς μακαριότητος ἀξίων.

τούτοις μαρτυρεῖ τὸ Εὐαγγέλιον, ἐν οἶς αὐτὸς ἐπισφραυίζεται ὁ σωτὴρ τὰς προφητικὰς λέξεις, τοὺς περὶ συντελείας λόγους παραδιδοὺς τοῖς ἑαυτοῦ μαθηταῖς δι’ ὧν ταῦτ’ ἐδίδασκεν λέγων »ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.« ὅπως δὲ ταῦτα συνᾴδει τοῖς ἐν τῇ προφητείᾳ περὶ προβάτων καὶ περὶ κριῶν κρίσεως εἰρημένοις τήρει, καὶ ὅπως βασιλεὺς μὲν ὁ υἱὸς τοῦ ἀνθρώπου μετὰ τὴν τῶν προβάτων κρίσιν εἰσῆκται, πατὴρ δὲ αὐτοῦ ὁ θεός.

τοῦτο γὰρ καὶ αὐτὸς ἐδίδασκεν εἰπὼν »τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου,« ἀναλόγως τῷ ἐν τῇ προφητείᾳ ὠνομασμένῳ Δαυίδ, ὃν ποιμένα καὶ ἄρχοντα ἔσεσθαι τῶν προβάτων ὁ λόγος διδάσκει ὑπὸ ἐφόρῳ τῷ θεῷ μέλλοντα ποιμαίνειν καὶ ἄρχειν τῶν τοῦ θεοῦ θρεμ- μάτων.

καὶ ἐκείνῳ δὲ ἀναγκαῖον ἐπιστῆσαι τὸν νοῦν ὡς τὸ παρὰ τῷ ἀποστόλῳ λελεγμένον ἐν τῷ »ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν« ᾐνίξατο ἡ προφητεία φήσασα »καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς.«

τίνα γὰρ ἂν γένοιτο τὰ θηρία τὰ πάλαι πρότερον τοῖς προβάτοις διενοχλοῦντα ἢ αἱ ἀντικείμεναι δυνάμεις; ὢν ἐκποδὼν ἀρθεισῶν, πάσης κακίας καθαρθεὶς ὁ νέος καὶ καινὸς αἰὼν βασιλέα μὲν ἔξει τὸν υἱὸν τοῦ ἀνθρώπου (ἢ κατὰ τὴν προφητείαν ἐπικεκρυμμένως αἰνιττομένην ποιμένα καὶ ἄρχοντα τὸν [*](6ff vgl. Dan. 7. 13. 14 — 12 Matth. 25, 31—34 — 23 Matth. 25, 34 29 Ι Kor. 15, 24 — 30 Ez. 34, 25) [*](10 τούτοις) 1. τοῦτο δὲ? | 21 περὶ κρίσεων κριῶν V, corr. We 1 28 ἐκεῖνο V, corr. V2 | 32 πρότερον zu str.? | 34 κλεινὸς V, corr. Ga vgl. Register)

v.4.p.179.
Δαυίδ, διὰ τὸ »ἐκ σπέρματος« αὐτὸν γεγονέναι Δαυίδ), τὸν δὲ θεὸν οὐ ποιμένα οὐδὲ ἄρχοντα λέγεται κτήσεσθαι, ἀλλ’ αὐτόθεον, ἐπινοία κρείττονι ἢ κατὰ ποιμένα καὶ ἄρχοντα καὶ βασιλέα τῇ τῆς θεικῆς δυνάβεως μεγαλοπρεπείᾳ οὐ τῶν προβάτων μόνον ἀλλὰ καὶ αὐτοῦ τοῦ ποιμένος ἡγησόμενον »ἐ̓σταἱ« γὰρ »αὐτοῖς« φησὶν »ὁ δοῦλός μου Δαυὶδ ποιμήν· καὶ ἐγὼ κύριος ἔσομαι αὐτοῖς εἰς θεόν«· δοῦλον δὲ καλεἷ τὸν Δαυὶδ δι’ ἣν »ἐκ σπέρματος Δαυὶδ« ἀνείληφεν »μορφὴν δούλου« ὁ σωτὴρ καὶ κύριος ἡμῶν.