De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ταῦτα μὲν ἐν Παροιμίαις περὶ ἑαυτῆς ἡ σοφία. ὅλα δ’ ἐπίτηδες ἀναγκαίως παρεθέμην, δεικνὺς ὡς ἕν ἐστιν

76r
πρόσωπον τὸλος ἐπί τὴν σάρκαν τοῦ σωτῆρος μετῆγεν. ταῦτα λέγον, οὐδεμιᾶς ἐν τῷ μεταξὺ γενομένης μεταβολῆς τοῦ λέγοντος· δείκνυται τοίνυν ἡ σοφία ταῦτα περὶ ἑαυτῆς διδάσκουσα. κἀνταῦθα δὲ πρῶτον ἐπιτηρητέον ὡς ἀπολύτως σοφία ὠνόμασται· »ἐγὼ«
γάρ φησιν »〈ἡ σοφία〉 κατεσκήνωσα βουλὴν« καὶ οὐκ εἴρηται· σοφία τοῦ θεοῦ. ἀλλ’ ὥσπερ παρὰ τῷ εὐαγγελιστῇ τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος« ἀπολύτως ἐγράφετο, καὶ πάλιν »ὁ λόγος ἦν πρὸς τὸν θεόν«, καὶ οὐκ εἴρητο· ὁ λόγος τοῦ θεοῦ, ἵνα μὴ τῶν πρός τι νομίσῃ τις αὐτὸν λέγεσθαι, μηδ’ ὡς συμβεβηκότα ἐν τῷ θεῷ, ἀλλ’ ὡς ὑφεστῶτα καὶ ζῶντα (διὸ ἐπιλέγει »καὶ θεὸς ἦν ὁ λόγος«. οὐκ εἰπών· καὶ θεοῦ ἦν ὁ λόγος), οὕτως καὶ ἐπὶ τῆς σοφίας·

ἓν γὰρ καὶ ταὐτὸν ἦν ὁ θεὸς λόγος καὶ ἡ σοφία. διὸ ἀπολύτως ἐν ταῖς Παροιμίαις ὀνομάζεται, ἔν τε τοῖς προτεθεῖσιν ῥητοῖς, οὐ μὴν ἀλλὰ καὶ δι’ ὧν τοῦτον εἴρηται τὸν τρόπον »μακάριος ἀνὴρ ὃς εὗρεν σοφίαν« καὶ »ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν« καὶ »εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι« καὶ »σὺ τὴν σοφίαν κήρυξον, ἵνα φρόνησίς σοι ἐπακολουθήσῃ« καὶ »κρείσσων γὰρ σοφία λιθῶν πολυτελῶν« |

καὶ »ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτὰ« καὶ ὅσα ἄλλα τούτοις ἀδελφὰ ἐν τῇ αὐτῇ φέρεται βίβλῳ· δι’ ὧν οὐδαμοῦ σοφία θεοῦ ὠνόμασται, ἀλλὰ ἀδιορίστως ἡ σοφία, ἵνα μὴ σύμβαμά τι νομίσωμεν αὐτὴν εἶναι περὶ τὸν θεόν, ὡς ἐν τῷ ἐπιστήμονι ἀνδρὶ τὴν ἐπιστήμην, ἀλλ’ ὑφεστῶσαν καὶ ζῶσαν σοφίαν, τὴν αὐτὴν οὖσαν τῷ υἱῷ τοῦ θεοῦ.

εἰ δέ τις ἕξιν ἐν τῷ θεῷ σοφὴν καθ’ ὃ νοοῦμεν τὸν θεὸν σοφὸν ὑπολάβοι εἶναι τὴν ἐνταῦθα λεγομένην σοφίαν, ἐπακουσάτω λεγούσης τῆς γραφῆς »εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι«. τίς δ’ ἂν οὕτω μανείη, ὡς τὸν ἐπὶ πάντων θεὸν καὶ τὴν ἐν αὐτῷ σοφὴν ἕξιν ὑπολαβεῖν ἀδελφὴν τῶν ἐν ἀνθρώποις κατορθούντων λέγεσθαι;

εἰ δὲ ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ ἐκλάβοις τὸ εἰρημένον (»Χριστὸς« γὰρ »θεοῦ δύναμις καὶ θεοῦ σοφία«), οὐδὲν ἐμποδὼν ἔσται τῇ διανοίᾳ, ἐπεὶ καὶ τὴν πρὸς ἡμᾶς οὐκ ἀναίνεται ἀδελφότητα δι’ ὑπερβολὴν φιλανθρωπίας. εἰ δὲ ἓν καὶ ταὐτὸν ἦν ὁ θεὸς καὶ ἡ ἐν ταῖς Παροιμίαις εἰσαγομένη σοφία, ἕξις οὖσα σοφὴ ἐν αὐτῷ νοουμένη καθ’ ὃ σοφὸς ὁ θεός, τί ἐκώλυεν ἀντὶ τῆς σοφίας τὸν θεὸν ἀναγεγράφθαι; ὥστε τὸ »ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτά« καὶ τὰ τούτοις συνημμένα εἰρῆσθαι ἀντὶ τοῦ· ὁ θεὸς ᾠκοδόμησεν ἑαυτῷ οἶκον καὶ τὰ ἑξῆς, καὶ πάλιν [ἀντὶ] τὸ

»εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι« λελέχθαι 〈ἀντὶ τοῦ〉· εἶπον τὸν θεὸν σὸν ἀδελφὸν εἶναι. ἀλλ’ ὁρᾶς ὡς τὴν ἀκοὴν πλήττει ἡ τοιαύτη φωνὴ οὐκ ἔχουσα ἁρμονίαν.

εἰ δ’ ἐπὶ τὸν υἱὸν ἐκλάβοις τὰ λόγια

(αὐτὸς γὰρ ἦν ἡ κοπία), πάντα σοι εὐροήσει, μηδενὸς δυσσεβοῦς νοήματος ἐμποδὼν ἱσταμένου, συνεπιμαρτυροῦντος τοῦ ἀποστόλου Παύλου, ὃς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λαμπρᾷ τῇ φωνῇ σοφίαν ὠνόμασεν εἰπὼν »Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία«.

τούτων ὧδέ πη κατεσκευασμένων, ἀκόλουθόν ἐστιν μετὰ τῶν προεκτεθέντων ἁπάντων ἐξ αὐτοῦ 〈τοῦ〉 προσώπου καὶ τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« λελέχθαι· εἰ δὲ λέγει ἐκτίσθαι ἑαυτόν, οὐχ ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρελθὼν τοῦτ’ ἂν εἴποι οὐδ’ ὡς ὁμοίως τοῖς λοιποῖς κτίσμασιν καὶ αὐτὸς ἐκ τοῦ μὴ ὄντος γεγονώς, ᾗ τινες οὐκ ὀρθῶς ὑπειλήφασιν, ἀλλ’ ὡς ὑφεστὼς μὲν καὶ ζῶν, προών τε καὶ προϋπάρχων τῆς τοῦ παντὸς κόσμου συστάσεως. | ἄρχειν

76v
δὲ τῶν ὅλων ὑπὸ κυρίου, τοῦ αὐτοῦ πατρός, κατατεταγμένος, τοῦ »ἔκτισεν« ἐνταῦθα ἀντὶ τοῦ κατέταξεν ἢ κατέστησεν εἰρημένου.

διαρρήδην γοῦν τοὺς ἐν ἀνθρώποις ἄρχοντας καὶ ἡγεμόνας κτίσιν ὠνόμασεν ὁ εἰπὼν ἀπόστολος »ὑποτάγητε πάσῃ κτίσει ἀνθρωπίνῃ διὰ τὸν κύριον· εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν ὡς δι’ αὐτοῦ πεμπομένοις«.

καὶ ὁ εἰπὼν δὲ προφήτης ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεόν σου, Ἰσραήλ. διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀναγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ« καὶ τὸ »γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον« τὸ κτίζων 〈οὐκ〉 ἐπὶ τοῦ γεγονότος ἐξ ἀνυπαρξίας παρείληφεν. οὐ γὰρ τότε ἔκτισεν ὁ θεὸς τὸ πνεῦμα, ὅτε τὸν Χριστὸν αὐτοῦ δι’ αὐτοῦ πᾶσιν ἀνθρώποις κατήγγειλεν· οὐδὲν γὰρ »πρόσφατον ὑπὸ τὸν ἥλιον«.

ἀλλ’ ἦν μὲν καὶ προϋπῆρχεν, ἀπεστέλλετο δὲ καθ’ ὃν καιρὸν ἦσαν οἱ ἀπόστολοι συνηγμένοι· ὅτε δίκην βροντῆς »ἐγένετο ἦχος ἐκ τοῦ οὐρανοῦ, ὥσπερ φερομένης πνοῆς βιαίας«, ἐπληρώθησάν τε »πνεύματος ἁγίου«, καὶ

οὕτως εἰς πάντας ἀνθρώπους τὸν Χριστὸν τοῦ θεοῦ κατήγγειλαν ἀκολούθως τῇ προφητείᾳ φησάσῃ »διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀναγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοὺ«. τοῦ μὲν »κτίζων« ἀντὶ τοῦ καταπέμπων ἢ κατατάσσων εἰρημένου, τῆς δὲ βροντῆς καθ’ ἕτερον τρόπον τὸ εὐαγγελικὸν κήρυγμα δηλούσης. καὶ ὁ λέγων δὲ »καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός«, οὐχ ὡς μὴ ἔχων καρδίαν τοῦτ’ ἔλεγεν, καθαρὰν δὲ αὐτῷ τὴν διάνοιαν ἀποτελεσθῆναι ηὔχετο.

οὕτως εἴρηται καὶ τὸ »ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον« ἀντὶ τοῦ συναγάγῃ· ὅρα μήποτε τοιοῦτόν ἐστιν καὶ τὸ »ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα« καὶ τὸ »εἴ τις οὖν ἐν Χριστῷ, καινὴ κτίσις« καὶ ὅσα ἄλλα εὕροι ἄν τις τοιουτότροπα τὴν θεόπνευστον γραφὴν διερευνώμενος. μὴ θαυμάσῃς οὖν εἰ μεταφορικῶς καὶ ἐν τῷ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ« τὸ ἔκτισεν ἀντὶ τοῦ κατέστησεν ἢ κατέταξεν εἰς τὸ ἄρχειν εἴρηται, ἐπεὶ καὶ ἐν Εὐαγγελίοις λεγομένου ὑπὸ τοῦ σωτῆρος ἡμῶν τοῦ ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις« οὐ τὴν τῶν ἁμαρτημάτων ὁμολογίαν | (καθ’ ὃ λέλεκται ἐν ἑτέροις »ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας«) φαμὲν ὑπὸ τοῦ σωτῆρος δηλοῦσθαι, ἀλλὰ τὴν ἐπὶ τοῖς νηπίοις εὐχαριστίαν ἀντὶ τοῦ »εὐχαριστῶ σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς« τοῦ ἐξομολογεῖσθαι λελεγμένου.

μυρία δ’ ἄν τις εὕροι σχολῇ ζητήσας τῷ κατὰ μεταφορὰν τρόπῳ δι’ ὅλης τῆς θείας γραφῆς εἰρημένα, καὶ ἄλλα πολύσημον ἔχοντα τὴν διάνοιαν, καὶ ὁμωνύμως ἕτερα διαφόρων πραγμάτων κατηγορούμενα. περὶ ὧν μακρὸν ἂν εἴη καὶ οὐ τοῦ παρόντος καιροῦ διεξιέναι.

οὕτως οὖν καὶ ἐνταῦθα τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« ἀντὶ τοῦ κατέταξέν με εἰς τὸ ἄρχειν τῶν ἔργων αὐτοῦ λέλεκται· διὸ οὐχ ἁπλῶς »ἔκτισέν με« εἴρηται, ἀλλὰ μετὰ προσθήκης τῆς »ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.«

τοῦτο δὲ μάλιστα παρίστησιν ἡ Ἑβραϊκὴ λέξις. εἰ γοῦν τις ἐξακριβάσαιτο τὸν ἀληθῆ νοῦν τῆς θεοπνεύστου γραφῆς, εὕροι ἂν τὴν Ἑβραϊκὴν ἀνάγνωσιν

77r
οὐ περιέχουσαν τὸ »ἔκτισέν με«, διόπερ
οὐδὲ τῶν λοιπῶν ἑρμηνευτῶν ταύτῃ τις κέχρηται τῇ λέξει. αὐτίκα δ’ οὖν ὁ μὲν Ἀκύλας κύριος ἐκτήσατό με κεφάλαιον τῶν ὁδῶν αὐτοῦ« εἴρηκεν. ὁ δὲ Σύμμαχος »κύριος ἐκτήσατό με ἀρχὴν ὁδῶν αὐτοῦ«, ὁ δὲ Θεοδοτίων »κύριος ἐκτήσατό με ἀρχὴν ὁδοῦ αὐτοῦ«.

καὶ ἔχοι γ’ ἂν λόγον ἡ ἑρμηνεία. τὸ γὰρ κεφάλαιον τῆς τῶν γενητῶν ἁπάντων, ὁρωμένων τε καὶ ἀφανῶν, συστάσεώς τε καὶ σωτηρίας αὐτὸς ἦν, ὃν ἐγέννα μὲν ὁ πατὴρ υἱὸν μονογενῆ, γεννήσας δὲ κατέταττεν σωτῆρα τῶν ὅλων, ἀνακεφαλαιούμενος ἐν αὐτῷ καὶ δι’ αὐτοῦ τὴν διάταξιν τοῦ παντός, ὡς ἐδίδαξεν ὁ θεῖος ἀπόστολος εἰπὼν »ἀνακεφαλαιώσασθαι πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς«, ὡς μὴ μόνον τὰ σύμπαντα δι’ αὐτοῦ συστῆναι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προελθόντα, ἀλλὰ καὶ τῆς τῶν ὅλων διοικήσεως τὴν πρόνοιαν ἀναδέχεσθαι αὐτὸν ἅτε λόγον ὄντα καὶ σοφίαν καὶ ζωὴν παντός τε καλοῦ καὶ ἀγαθοῦ πλήρωμα, ὡς δι’ αὐτοῦ κυβερνᾶσθαι καὶ διασῴζεσθαι τὰ σύμπαντα.

τοῦτο δὲ καὶ διὰ τῶν προτεθέντων λογίων αὐτὸς παρίστη, δι’ ὧν ἔφασκεν δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην· δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι γῆς«.

λόγοις δ’ οὖν ἀρρήτοις τῆς καθόλου σοφίας τε καὶ προνοίας τοῦ υἱοῦ τοῦ θεοῦ τὰ σύμπαντα διοικεῖται. ταῦτ’ οὖν διὰ τῶν προεκτεθέντων ἐδίδασκεν, προὔτρεπέν τε ἔχεσθαι αὐτοῦ φάσκων »ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, | οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν«, ἀπέτρεπέν τε τῆς ἐναντίας ὁδοῦ δι’ ὧν ἐπήγαγεν »ἐμίσησα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν«.

καὶ δὴ ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ ὁ τοῦ θεοῦ υἱὸς (αὐτὸς γὰρ ἦν ἡ σοφία) διαστειλάμενος, ἑξῆς τοῖς δι’ αὐτῶν προωφελημένοις τὴν μυστικὴν περὶ ἑαυτοῦ γνῶσιν παραδίδωσιν λέγων »ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γιγνόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι«.

εἰ γὰρ μέλλοιμι, φησίν, τὰ ἐφ’ ἑκάστης ἡμέρας ὑπ’ ἐμοῦ πραττόμενα διδάσκειν, ἀνάγκη καὶ τῶν ἐξ ἀρχῆς τοῦ παντὸς αἰῶνος ἔργων ἐμαυτοῦ μνημονεῦσαι καὶ παραστῆσαι ὡς ἐπὶ τούτῳ με ὁ γεννήσας πατὴρ ἄρχειν τῶν ὅλων κατέστησεν, ἐφ’ ᾧ τε ἡγεῖσθαι τῶν ὁδῶν αὐτοῦ καὶ τῶν ὑπ’ αὐτοῦ δι’ ἐμοῦ πεποιημένων ἔργων. διὸ ἀκολούθως ἐπάγει τὸ κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, ἢ »κύριος ἐκτήσατό με« κατὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν.