Ad Autolycum

Theophilus

Theophilus. Ad Autolycum libri tres (Corpus apologetarum christianorum saeculi secundi, Volume 8). Otto, Johann Carl Theodor, editor. Jena: Mauke, 1861.

Ἐπειδὴ πρὸ τούτων τῶν ἡμερῶν ἐγένετο λόγος ἡμῖν, ὦ ἀγαθώτατε Αὐτόλυκε, πυθομένου σου τίς μου ὁ θεὸς καὶ δι᾿ ὀλίγου παρασχόντος σου τὰ ὦτα τῇ ὁμιλίᾳ ἡμῖν, περὶ τῆς θεοσεβείας μου ἐξεθέμην σοι· ἔτι δὲ καὶ ἀποταξάμενοι ἑαυτοῖς μετὰ πλείστης φιλίας ἐπορεύθημεν ἕκαστος εἰς τὸν ἑαυτοῦ οἶκον, καίπερ σκληρῶς τὰ πρῶτά σου ἔχοντος πρὸς ἡμᾶς· οἶδας γὰρ καὶ μέμνησαι ὅτι ὑπέλαβες μωρίαν εἶναι τὸν λόγον ἡμῶν. Σοῦ οὖν μετὰ ταῦτα προτρεψαμένου με, κἂν ἰδιώτης ᾦ τῷ λόγῳ, πλὴν βούλομαί σοι καὶ νῦν διὰ τοῦδε τοῦ συγγράμματος ἀκριβέστερον ἐπιδεῖξαι τὴν ματαιοπονίαν καὶ ματαίαν θρησκείαν ἐν ᾗ κατέχῃ, ἅμα καὶ δι᾿ ὀλίγων τῶν κατὰ σὲ ἱστοριῶν ὧν ἀναγινώσκεις, ἴσως δὲ οὐδέπω γινώσκεις, τὸ ἀληθὲς φανερόν σοι ποιῆσαι.

Καὶ γὰρ γέλοιόν μοι δοκεῖ λιθοξόους μὲν καὶ πλάστας ἢ ζωγράφους ἢ χωνευτὰς πλάσσειν τε καὶ γράφειν καὶ γλύφειν καὶ χωνεύειν καὶ θεοὺς κατασκευάζειν, οἵ, ἐπὰν γένωνται ὑπὸ τῶν τεχνιτῶν, οὐδὲν αὐτοὺς ἡγοῦνται· ὅταν δὲ ἀγορασθῶσιν ὑπό τινων καὶ ἀνατεθῶσιν εἰς ναὸν καλούμενον ἢ οἶκόν τινα, τούτοις οὐ μόνον θύουσιν οἱ ὠνησάμενοι, ἀλλὰ καὶ οἱ ποιήσαντες καὶ πωλήσαντες ἔρχονται μετὰ σπουδῆς καὶ παρατάξεως θυσιῶν τε καὶ σπονδῶν εἰς τὸ προσκυνεῖν αὐτοῖς καὶ ἡγοῦνται θεοὺς αὐτούς, οὐκ εἰδότες ὅτι τοιοῦτοί εἰσιν ὁποῖοι καὶ ὅτε ἐγένοντο ὑπ᾿ αὐτῶν, ἤτοι λίθος ἢ χαλκὸς ἢ ξύλον ἢ χρῶμα, ἢ καὶ ἑτέρα τις ὕλη.Τοῦτο δὴ καὶ ὑμῖν συμβέβηκεν τοῖς ἀναγινώσκουσι τὰς ἱστορίας καὶ γενεαλογίας τῶν λεγομένων θεῶν. Ὁπόταν γὰρ ἐντυγχάνετε ταῖς γενέσεσιν αὐτῶν, ὡς ἀνθρώπους αὐτοὺς νοεῖτε· ὕστερον δὲ θεοὺς προσαγορεύετε καὶ θρησκεύετε αὐτοῖς, οὐκ ἐφιστάνοντες οὐδὲ συνιέντες ὅτι οἵους αὐτοὺς ἀνέγνωτε γεγονέναι τοιοῦτοι καὶ ἐγεννήθησαν.

Καὶ τῶν μὲν τότε θεῶν, εἴπερ ἐγεννῶντο, γένεσις πολλὴ ηὑρίσκετο. Τὸ δὲ νῦν ποῦ θεῶν γένεσις δείκνυται; Εἰ γὰρ τότε ἐγέννων καὶ ἐγεννῶντο, δῆλον ὅτι ἐχρῆν καὶ ἕως τοῦ δεῦρο

v.2.p.50
γίνεσθαι θεοὺς γεννητούς· εἰ δὲ μή γε, ἀσθενὲς τὸ τοιοῦτο νοηθησεται· ἢ γὰρ ἐγήρασαν, διὸ οὐκ ἔτι γεννῶσιν, ἢ ἀπέθανον καὶ οὐκ ἔτι εἰσίν. Εἰ γὰρ ἐγεννῶντο θεοί, ἐχρῆν καὶ ἕως τοῦ δεῦρο γεννᾶσθαι, καθάπερ γὰρ καὶ ἄνθρωποι γεννῶνται· μᾶλλον δὲ καὶ πλείονες θεοὶ ὤφειλον εἶναι τῶν ἀνθρώπων, ὥς φησιν Σίβυλλα· Εἰ δὲ θεοὶ γεννῶσι καὶ ἀθάνατοί γε μένουσι, Πλείονες ἀνθρώπων γεγεννημένοι οἱ θεοὶ ἦσαν, Οὐδὲ τόπος στῆναι θνητοῖς οὐκ ἄν ποθ᾿ ὑπῆρξεν. Εἰ γὰρ ἀνθρώπων θνητῶν καὶ ὀλιγοχρονίων ὄντων τὰ γεννώμενα τέκνα ἕως τοῦ δεῦρο δείκνυται, καὶ οὐ πέπαυται τὸ μὴ γεννᾶσθαι ἀνθρώπους, διὸ πληθύουσι πόλεις καὶ κῶμαι, ἔτι μὴν καὶ χῶραι κατοικοῦνται, πῶς οὐχὶ μᾶλλον ἐχρῆν θεοὺς τοὺς μὴ ἀποθνήσκοντας κατὰ τοὺς ποιητὰς γεννᾶν καὶ γεννᾶσθαι, καθώς φατε θεῶν γένεσιν γεγενῆσθαι; Πρὸς τί δὲ τότε μὲν τὸ ὄρος τὸ καλούμενον Ὄλυμπος ὑπὸ θεῶν κατῳκεῖτο, νυνὶ δὲ ἔρημον τυγχάνει; Ἢ τίνος εἵνεκεν τότε μὲν ὁ Ζεὺς ἐν τῇ Ἴδῃ κατῴκει (ἐγινώσκετο οἰκῶν ἐκεῖ κατὰ τὸν Ὅμηρον καὶ τοὺς λοιποὺς ποιητάς), νυνὶ δὲ ἀγνοεῖται; Διὰ τί δὲ καὶ οὐκ ἦν πανταχόσε, ἀλλὰ ἐν μέρει γῆς εὑρίσκετο; Ἢ γὰρ τῶν λοιπῶν ἠμέλει, ἢ ἀδύνατος ἦν τοῦ πανταχόσε εἶναι καὶ τῶν πάντων προνοεῖν. Εἰ γὰρ ἦν, εἰ τύχοι εἰπεῖν, ἐν τόπῳ ἀνατολικῷ, οὐκ ἦν ἐν τόπῳ δυτικῷ· εἰ δὲ αὖ πάλιν ἐν τοῖς δυτικοῖς ἦν, οὐκ ἦν ἐν τοῖς ἀνατολικοῖς, θεοῦ δὲ τοῦ ὑψίστου καὶ παντοκράτορος καὶ τοῦ
v.2.p.52
ὄντως θεοῦ τοῦτό ἐστιν μὴ μόνον τὸ πανταχόσε εἶναι, ἀλλὰ καὶ πάντα ἐφορᾶν καὶ πάντων ἀκούειν, ἔτι μὴν μηδὲ τὸ ἐν τόπῳ χωρεῖσθαι· εἰ δὲ μή γε, μείζων ὁ χωρῶν τόπος αὐτοῦ εὑρεθήσεται· μεῖζον γάρ ἐστιν τὸ χωροῦν τοῦ χωρουμένου· θεὸς γὰρ οὐ χωρεῖται, ἀλλὰ αὐτός ἐστι τόπος τῶν ὅλων. Πρὸς τί δὲ καὶ καταλέλοιπεν ὁ Ζεὺς τὴν Ἴδην· πότερον τελευτήσας, ἢ οὐκ ἔτι ἤρεσεν αὐτῷ ἐκεῖνο τὸ ὄρος; Ποῦ δὲ καὶ ἐπορεύθη; Εἰς οὐρανούς; Οὐχί. Ἀλλὰ ἐρεῖς εἰς Κρήτην; Ναί· ὅπου καὶ τάφος αὐτῷ ἕως τοῦ δεῦρο δείκνυται. Πάλιν φήσεις εἰς Πεῖσαν, ὁ κλέων ἕως τοῦ δεῦρο τὰς χεῖρας Φειδίου.Ἔλθωμεν τοίνυν ἐπὶ τὰ συγγράμματα τῶν φιλοσόφων καὶ ποιητῶν.

Ἔνιοι μὲν τῆς στοᾶς ἀρνοῦνται καὶ τὸ ἐξ ὅλου θεὸν

v.2.p.54
εἷναι, ἤ, εἶ καὶ ἔστιν, μηδενός φασιν φροντίζειν τὸν θεὸν πλὴν ἑαυτοῦ. Καὶ ταῦτα μὲν παντελῶς Ἐπικούρου καὶ Χρυσίππου ἡ ἄνοια ἀπεφήνατο, Ἕτεροι δέ φασιν αὐτοματισμὸν τῶν πάντων εἶναι, καὶ τὸν κόσμον ἀγένητον καὶ φύσιν ἀΐδιον, καὶ τὸ σύνολον πρόνοιαν μὴ εἶναι θεοῦ ἐτόλμησαν ἐξειπεῖν, ἀλλὰ θεὸν εἶναι μόνον φασὶν τὴν ἑκάστου συνείδησιν. Ἄλλοι δ᾿ αὖ τὸ δι᾿ ὅλου κεχωρηκὸς πνεῦμα θεὸν δογματίζουσιν. Πλάτων δὲ καὶ οἱ τῆς αἱρέσεως αὐτοῦ θεὸν μὲν ὁμολογοῦσιν ἀγένητον καὶ πατέρα καὶ ποιητὴν τῶν ὅλων εἶναι· εἶτα ὑποτίθενται θεὸν καὶ ὕλην ἀγένητον, καὶ ταύτην φασὶν συνηκμακέναι τῷ θεῷ.Εἰ δὲ θεὸς ἀγένητος καὶ ὕλη ἀγένητος, οὐκ ἔτι ὁ θεὸς ποιητὴς τῶν ὅλων· ἐστὶν κατὰ τοὺς Πλατωνικούς, οὐδὲ μὴν μοναρχία θεοῦ δείκνυται, ὅσον τὸ κατ᾿ αὐτούς. Ἔτι δὲ καὶ ὥσπερ ὁ
v.2.p.56
θεός, ἀγένητος ὥν, καὶ ἀναλλοίωτός ἐστιν, οὕτως, εἰ καὶ ἡ ὕλη ἀγένητος ἦν, καὶ ἀναλλοίωτος καὶ ἰσόθεος ἦν· τὸ γὰρ γενητὸν τρεπτὸν καὶ ἀλλοιωτόν, τὸ δὲ ἀγένητον ἄτρεπτον καὶ ἀναλλοίωτον. τί δὲ μέγα, εἰ ὁ θεὸς ἐξ ὑποκειμένης ὕλης ἐποίει τὸν κόσμον; Καὶ γὰρ τεχνίτης ἄνθρωπος, ἐπὰν ὕλην λάβῃ ἀπό τινος, ἐξ αὐτῆς ὅσα βούλεται ποιεῖ. Θεοῦ δὲ ἡ δύναμις ἐν τούτῳ φανεροῦται ἵνα ἐξ οὐκ ὄντων ποιῇ ὅσα βούλεται, καθάπερ καὶ τὸ ψυχὴν δοῦναι καὶ κίνησιν οὐχ ἑτέρου τινός ἐστιν ἀλλ᾿ ἢ μόνου θεοῦ. Καὶ γὰρ ἄνθρωπος εἰκόνα μὲν ποιεῖ, λόγον δὲ καὶ πνοὴν ἢ αἴσθησιν οὐ δύναται δοῦναι τῷ ὑπ᾿ αὐτοῦ γινομένῳ. Θεὸς δὲ τούτου πλεῖον τοῦτο κέκτηται, τὸ ποιεῖν λογικόν, ἔμπνουν, αἰσθητικόν. Ὥσπερ οὖν ἐν τούτοις πᾶσιν δυνατώτερός ἐστιν ὁ θεὸς τοῦ ἀνθρώπου, οὕτως καὶ τὸ ἐξ οὐκ ὄντων ποιεῖν καὶ πεποιηκέναι τὰ ὄντα, καὶ ὅσα βούλεται καὶ ὡς βούλεται.

Ὥστε ἀσύμφωνός ἐστιν ἡ γνώμη κατὰ τοὺς φιλοσόφους καὶ συγγραφεῖς. Τούτων γὰρ ταῦτα ἀποφηναμένων, εὑρίσκεται ὁ ποιητὴς Ὅμηρος ἑτέρᾳ ὑποθέσει εἰσάγων γένεσιν οὐ μόνον κόσμου ἀλλὰ καὶ θεῶν. Φησὶν γάρ που· Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν, Ἐξ οὗ δὴ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα.

v.2.p.58
Ἃ δὴ λέγων οὐκ ἔτι θεὸν συνιστᾷ. Τίς γὰρ οὐκ ἐπίσταται τὸν Ὠκεανὸν ὕδωρ εἶναι; Εἰ δὲ ὕδωρ, οὐκ ἄρα θεός. Ὁ δὲ θεός, εἰ τῶν ὅλων ποιητής ἐστιν, καθὼς καὶ ἔστιν, ἄρα καὶ τοῦ ὕδατος καὶ τῶν θαλασσῶν κτίστης ἐστίν. Ἡσίοδος δὲ καὶ αὐτὸς οὐ μόνον θεῶν γένεσιν ἐξεῖπεν, ἀλλὰ καὶ αὐτοῦ τοῦ κόσμου. Καὶ τὸν μὲν κόσμον γενητὸν εἰπὼν ἠτόνησεν εἰπεῖν ὑφ᾿ οὗ γέγονεν. Ἔτι μὴν καὶ θεοὺς ἔφησεν Κρόνον καὶ τὸν ἐξ αὐτοῦ Δία, Ποσειδῶνά τε καὶ Πλούτωνα, καὶ τούτους μεταγενεστέρους εὑρίσκομεν τοῦ κόσμου. Ἔτι δὲ καὶ τὸν Κρόνον πολεμεῖσθαι ὑπὸ τοῦ Διὸς τοῦ ἰδίου παιδὸς ἱστορεῖ. Οὕτως γάρ φησιν· Κάρτεϊ νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα Ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς. Εἶτα ἐπιφέρει λέγων τὰς τοῦ Διὸς θυγατέρας, ἃς καὶ Μούσας προσαγορεύει, ὧν ἱκέτης εὑρίσκεται βουλόμενος μαθεῖν παρ᾿ αὐτῶν τίνι τρόπῳ τὰ πάντα γεγένηται. Λέγει γάρ· Χαίρετε, τέκνα Διός, δότε δ᾿ ἱμερόεσσαν ἀοιδήν. Κλείετε δ᾿ ἀθανάτων μακάρων γένος αἰὲν ἐόντων, Οἳ γῆς ἐξεγένοντο καὶ οὐρανοῦ ἀστερόεντος, Νυκτός τε δνοφερῆς, οὓς ἁλμυρὸς ἔτρεφε πόντος. Εἴπατε δ᾿ ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο, Καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θύων, Ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν, Ὥς τ᾿ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο, Ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
v.2.p.60
Ταῦτά μοι ἔσπετε Μοῦσαι Ὀλύμπια δώματ᾿ ἔχουσαι Ἐξ ἀρχῆς, καὶ εἴπαθ᾿ ὅ τι πρῶτον γένετ᾿ αὐτῶν. Πῶς δὲ ταῦτα ἠπίσταντο αἱ Μοῦσαι, μεταγενέστεραι οὖσαι τοῦ κόσμου; Ἢ πῶς ἠδύναντο διηγήσασθαι τῷ Ἡσιόδῳ, ὅκου δὴ ὁ πατὴρ αὐτῶν οὔπω γεγένηται;

Καὶ ὕλην μὲν τρόπῳ τινὶ ὑποτίθεται καὶ κόσμου ποίησιν, λέγων· Ἤτοι μὲν πρώτιστα Χάος γένετ᾿, αὐτὰρ ἔπειτα Γαῖ᾿ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ Ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, Τάρταρά τ᾿ ἠερόεντα, μυχὸν χθονὸς εὐρυοδείης, Ἠδ᾿ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι, Λυσιμελής, πάντων τε θεῶν πάντων τ᾿ ἀνθρώπων Δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν. Ἐκ Χάεος δ᾿ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο. Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑωυτῇ Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτῃ, Ὄφρ᾿ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί· Γείνατο δ᾿ Οὔρεα μακρά, θεᾶν χαρίεντας ἐναύλους Νυμφέων, αἳ ναίουσιν ἀν᾿ οὔρεα βησσήεντα· Ἣ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θῦον, Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα Οὐρανῷ εὐνηθεῖσα τέκ᾿ Ὠκεανὸν βαθυδίνην.

v.2.p.62
Καὶ ταῦτα εἰκὼν οὐδὲ οὕτως ἐδήλωσεν ὑπὸ τίνος ἐγένοντο Εἰ γὰρ ἐν πρώτοις ἦν χάος, καὶ ὕλη τις προϋπέκειτο ἀγένητος οὖσα, τίς ἄρα ἦν ὁ ταύτην μετασκευάζων καὶ μεταῤῥυθμίζων καὶ μεταμορφῶν; Πότερον αὐτὴ ἑαυτὴν ἡ ὕλη μετεσχημάτιζεν καὶ ἐκόσμει; Ὁ γὰρ Ζεὺς μετὰ χρόνον πολὺν γεγένηται, οὐ μόνον τῆς ὕλης ἀλλὰ καὶ τοῦ κόσμου καὶ πλήθους ἀνθρώπων· ἔτι μὴν καὶ ὁ πατὴρ αὐτοῦ Κρόνος. Ἢ μᾶλλον ἦν κύριόν τι τὸ ποιῆσαν αὐτήν, λέγω δὲ θεός, ὁ καὶ κατακοσμήσας ωὐτήν; Ἔτι μὴν κατὰ πάντα τρόπον φλυαρῶν εὑρίσκεται καὶ ἐναντία ἑαυτῷ λέγων. Εἰπὼν γὰρ γῆν καὶ οὐρανὸν καὶ θάλασσαν ἐξ αὐτῶν τοὺς θεοὺς βούλεται γεγονέναι, καὶ ἐκ τούτων ἀνθρώπους δεινοτάτους τινὰς συγγενεῖς θεῶν καταγγέλλει, Τιτάνων γένος καὶ Κυκλώπων καὶ Γιγάντων πληθύν, τῶν τε κατὰ Αἴγυπτον δαιμόνων, ἢ ματαίων ἀνθρώπων, ὡς μέμνηται Ἀπολλωνίδης, ὁ καὶ Ὁράπιος ἐπικληθείς, ἐν βίβλῳ τῇ ἐπιγραφομένῃ Σεμενουθὶ καὶ ταῖς λοιπαῖς κατ᾿ αὐτὸν ἱστορίαις περί τε τῆς θρησκείας τῆς Αἰγυπτιακῆς καὶ τῶν βασιλέων αὐτῶν.

Τί δέ μοι λέγειν τοὺς κατὰ Ἕλληνας μύθους καὶ τὴν ἐν

v.2.p.64
αὐτοῖς ματαιοπονίαν, Πλούτωνα μὲν σκότους βασιλεύοντα, καὶ Ποσειδῶνα ὑπὸ πόντον δύνοντα καὶ τῇ Μελανίππῃ περιπλεκόμενον καὶ υἱὸν ἀνθρωποβόρον γεννήσαντα, ἢ περὶ τῶν τοῦ Διὸς παίδων ὁπόσα οἱ συγγραφεῖς ἐτραγῴδησαν; Καὶ ὅτι οὗτοι ἄνθρωποι καὶ οὐ θεοὶ ἐγεννήθησαν, τὸ γένος αὐτῶν αὐτοὶ καταλέγουσιν. Ἀριστοφάνης δὲ ὁ κωμικὸς ἐν ταῖς ἐπιγραφομέναις Ὄρνισιν, ἐπιχειρήσας περὶ τῆς τοῦ κόσμου ποιήσεως, ἔφη ἐν πρώτοις ὠὸν γεγενῆσθαι τὴν σύστασιν τοῦ κόσμου, λέγων· Πρώτιστα τεκὼν μελανόπτερος ὠόν. Ἀλλὰ καὶ Σάτυρος ἱστορῶν τοὺς δήμους Ἀλεξανδρέων, ἀρξάμενος ἀπὸ Φιλοπάτορος τοῦ καὶ Πτολεμαίου προσαγορευθέντος, τούτου μηνύει Διόνυσον ἀρχηγέτην γεγονέναι· διὸ καὶ φυλὴν ὁ Πτολεμαῖος πρώτην κατέστησεν. Λέγει οὖν ὁ Σάτυρος οὕτως· Διονύσου καὶ Ἀλθαίας τῆς Θεστίου γεγενῆσθαι Δηϊάνειραν, τῆς δὲ καὶ Ἡρακλέους τοῦ Διὸς Ὕλλον, τοῦ δὲ Κλεόδημον, τοῦ δὲ Ἀριστόμαχον, τοῦ δὲ Τήμενον, τοῦ δὲ Κεῖσον, τοῦ δὲ Μὰρωνα, τοῦ δὲ Θέστιον, τοῦ δὲ Ἀκοόν, τοῦ δὲ Ἀριστομίδαν,
v.2.p.66
τοῦ δὲ Καρανόν, τοῦ δὲ Κοινόν, τοῦ δὲ Τυρίμμαν, τοῦ δὲ Περδίκκαν, τοῦ δὲ Φίλιππον, τοῦ δὲ Ἀέροπον, τοῦ δὲ Ἀλκέταν, τοῦ δὲ Ἀμύνταν, τοῦ δὲ Βόκρον, τοῦ δὲ Μελέαγρον, τοῦ δὲ Ἀρσινόην, τῆς δὲ καὶ Λάγου Πτολεμαῖον τὸν καὶ Σωτῆρα, τοῦ δὲ καὶ Βερενίκης Πτολεμαῖον τὸν Φιλάδελφον, τοῦ δὲ καὶ Ἀρσινόης Πτολεμαῖον τὸν Εὐεργέτην, τοῦ δὲ καὶ Βερενίκης τῆς Μάγα τοῦ ἐν Κυρήνῃ βασιλεύσαντος Πτολεμαῖον τὸν Φιλοπάτορα. Ἡ μὲν οὖν πρὸς Διόνυσον τοῖς ἐν Ἀλεξανδρείᾳ βασιλεύσασιν συγγένεια οὕτως περιέχει. Ὅθεν καὶ ἐν τῇ Διονυσίᾳ φυλῇ δῆμοί εἰσιν κατακεχωρισμένοι· Ἀλθηῒς ἀπὸ τῆς γενομένης γυναικὸς Διονύσου, θυγατρὸς δὲ Θεστίου, Ἀλθαίας· Δηϊανειρὶς ἀπὸ τῆς θυγατρὸς Διονύσου καὶ Ἀλθαίας, γυναικὸς δὲ Ἡρακλέους.Ὅθεν καὶ τὰς προσωνυμίας ἔχουσιν οἱ κατ᾿ αὐτοὺς δῆμοι· Ἀριαδνὶς ἀπὸ τῆς θυγατρὸς Μίνω, γυναικὸς δὲ Διονύσου, παιδὸς πατροφίλης, τῆς μιχθείσης Διονύσῳ ἐν μορφῇ
v.2.p.68
πρυμνητοῦ, Θεστὶς ἀπὸ Θεστίου τοῦ Ἀλθαίας πατρός, Θοαντὶς ἀπὸ Θόαντος παιδὸς Διονύσου, Σταφυλὶς ἀπὸ Σταφύλου υἱοῦ Διονύσου, Εὐαινὶς ἀπὸ Εὐνόος υἱοῦ Διονύσου, Μαρωνὶς ἀπὸ Μάρωνος υἱοῦ Ἀριάδνης καὶ Διονύσου. Οὗτοι γὰρ πάντες υἱοὶ Διονύσου. Ἀλλὰ καὶ ἕτεραι πολλαὶ ὀνομασίαι γεγόνασιν καί εἰσιν ἕως τοῦ δεῦρο, ἀπὸ Ἡρακλέους Ἡρακλεῖδαι καλούμενοι, καὶ ἀπὸ Ἀπόλλωνος Ἀπολλωνίδαι καὶ Ἀπολλώνιοι, καὶ ἀπὸ Ποσειδῶνος Ποσειδώνιοι, καὶ ἀπὸ Διὸς Δῖοι καὶ Διογέναι.

Καὶ τί μοι τὸ λοιπὸν τὸ πλῆθος τῶν τοιούτων ὀνομασιῶν καὶ γενεαλογιῶν καταλέγειν; Ὥστε κατὰ πάντα τρόπον ἐμπαίζονται οἱ συγγραφεῖς πάντες καὶ ποιηταὶ καὶ φιλόσοφοι λεγόμενοι, ἔτι μὴν καὶ οἱ προσέχοντες αὐτοῖς, Μύθους γὰρ μᾶλλον καὶ μωρίας συνέταξαν περὶ τῶν κατ᾿ αὐτοὺς θεῶν· οὐ γὰρ ἀπέδειξαν αὐτοὺς θεοὺς ἀλλὰ ἀνθρώπους, οὓς μὲν μεθύσους, ἑτέρους πόρνους καὶ φονεῖς. Ἀλλὰ καὶ περὶ τῆς κοσμογονίας ἀσύμφωνα ἀλλήλοις καὶ φαῦλα ἐξεῖπον. Πρῶτον μὲν ὅτι τινὲς ἀγένητον τὸν

v.2.p.70
κόσμον ἀπεφήναντο, καθὼς καὶ ἔμπροσθεν ἐδηλώσαμεν. Καὶ οἱ μὲν ἀγένητον αὐτὸν καὶ ἀΐδιον φύσιν φάσκοντες οὐκ ἀκόλουθα εἶπον τοῖς γενητὸν αὐτὸν δογματίσασιν. Εἰκασμῷ γὰρ ταῦτα καὶ ἀνθρωπίνῃ ἐννοίᾳ ἐφθέγξαντο, καὶ οὐ κατὰ ἀλήθειαν. Ἕτεροι δ᾿ αὖ εἶπον πρόνοιαν εἶναι, καὶ τὰ τούτων δόγματα ἀνέλυσαν. Ἄρατος μὲν οὖν φησιν· Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ᾿ ἄνδρες ἐῶμεν Ἄῤῥητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, Πᾶσαι δ᾿ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα Καὶ λιμένες· πάντη δὲ Διὸς κεχρήμεθα πάντες. Τοῦ γὰρ καὶ γένος ἐσμέν· ὁ δ᾿ ἤπιος ἀνθρώποισιν Δεξιὰ σημαίνει, λαοὺς δ᾿ ἐπὶ ἔργον ἐγείρει Μιμνήσκων βιότοιο· λέγει δ᾿ ὅτε βῶλος ἀρίστη Βουσί τε καὶ μακέλῃσι, λέγει δ᾿ ὅτε δεξιαὶ ὧραι Καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι. Τίνι οὖν πιστεύσωμεν, πότερον Ἀράτῳ ἢ Σοφοκλεῖ λέγοντι Πρόνοια δ᾿ ἐστὶν οὐδενὸς [σαφής], Εἰκῆ κράτιστον ζῆν ὅπως δύναιτό τις; Ὅμηρος δὲ πάλιν τούτῳ οὐ συνᾴδει. Λέγει γάρ· Ζεὺς δ᾿ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε. Καὶ Σιμωνίδης· Οὔτις ἄνευ θεῶν
v.2.p.72
Ἀρετὰν λάβεν, οὐ πόλις, οὐ βροτός. Θεὸς ὁ παμμῆτις· ἀπήμαντον δ᾿ οὐδὲν Ἔστιν ἐν αὐτοῖς. Ὁμοίως καὶ Εὐριπίδης· Οὐκ ἔστιν οὐδὲν χωρὶς ἀνθρώποις θεοῦ. Καὶ Μένανδρος· Οὐκ ἄρα φροντίζει τις ἡμῶν ἢ μόνος θεός. Καὶ πάλιν Εὐριπίδης· Σῶσαι γὰρ ὁπόταν τῷ θεῷ δοκῇ, Πολλὰς προφάσεις δίδωσιν εἰς σωτηρίαν. Καὶ [Θέστιος]· Θεοῦ θέλοντος σώζῃ, κἂν ἐπὶ ῥιπὸς πλέῃς.
v.2.p.74
Καὶ τὰ τοιαῦτα μυρία εἰπόντες ἀσύμφωνα ἑαυτοῖς ἐξεῖπον. Ὁ γοῦν Σοφοκλῆς ἀπρονοησίαν ἐν ἑτέρῳ λέγων· Θεοῦ δὲ πληγὴν οὐχ ὑπερπηδᾷ βροτός. Πλὴν καὶ πληθὺν εἰσήγαγον ἢ καὶ μοναρχίαν εἷπον, καὶ πρόνοιαν εἶναι τοῖς λέγουσιν ἀπρονοησίαν τἀναντία εἰρήκασιν. Ὁθεν Εὐριπίδης ὁμολογεῖ λέγων· Σπουδάζομεν δὲ πολλ᾿ ὑπ᾿ ἐλπίδων, μάτην Πόνους ἔχοντες, οὐδὲν εἰδότες. Καὶ μὴ θέλοντες ὁμολογοῦσιν τὸ ἀληθὲς μὴ ἐπίστασθαι· ὑπὸ δαιμόνων δὲ ἐμπνευσθέντες καὶ ὑπ᾿ αὐτῶν φυσιωθέντες ἃ εἶπον δι᾿ αὐτῶν εἶπον. Ἤτοι γὰρ οἱ ποιηταί, Ὅμηρος δὴ καὶ Ἡσίοδος, ὥς φασιν ὑπὸ Μουσῶν ἐμπνευσθέντες, φαντασίᾳ καὶ πλάνῃ ἐλάλησαν, καὶ οὐ καθαρῷ πνεύματι ἀλλὰ πλάνῳ. Ἐκ τούτου δὲ σαφῶς δείκνυται, εἰ καὶ οἱ δαιμονῶντες ἐνίοτε καὶ μέχρι
v.2.p.76
τοῦ δεῦρο ἐξορκίζονται κατὰ τοῦ ὀνόματος τοῦ ὄντως θεοῦ, καὶ ὁμολογεῖ αὐτὰ τὰ πλάνα πνεύματα εἶναι δαίμονες, οἱ καὶ τότε εἰς ἐκείνους ἐνεργήσαντες· πλὴν ἐνίοτέ τινες τῇ ψυχῇ ἐκνήψαντες ἐξ αὐτῶν εἶπον ἀκόλουθα τοῖς προφήταις, ὅπως εἰς μαρτύριον αὐτοῖς τε καὶ πᾶσιν ἀνθρώποις, περί τε θεοῦ μοναρχίας καὶ κρίσεως καὶ τῶν λοιπῶν ὧν ἔφασαν.

Οἱ δὲ τοῦ θεοῦ ἄνθρωποι, πνευματοφόροι πνεύματος ἁγίου καὶ προφῆται γενόμενοι, ὑπ᾿ αὐτοῦ τοῦ θεοῦ ἐμπνευσθέντες καὶ σοφισθέντες, ἐγένοντο θεοδίδακτοι καὶ ὅσιοι καὶ δίκαιοι. Διὸ καὶ κατηξιώθησαν τὴν ἀντιμισθίαν ταύτην λαβεῖν, ὄργανα θεοῦ γενόμενοι καὶ χωρήσαντες σοφίαν τὴν παρ᾿ αὐτοῦ, δι᾿ ἧς σοφίας

v.2.p.78
εἶπον καὶ τὰ περὶ τῆς κτίσεως τοῦ κόσμου καὶ τῶν λοιπῶν ἁπάντων. Καὶ γὰρ περὶ λοιμῶν καὶ λιμῶν καὶ πολέμων προεῖπον. Καὶ οὐχ εἷς ἢ δύο ἀλλὰ πλείονες κατὰ χρόνους καὶ καιροὺς ἐγενήθησαν παρὰ Ἑβραίοις, ἀλλὰ καὶ παρὰ Ἕλλησιν Σίβυλλα· καὶ πάντες φίλα ἀλλήλοις καὶ σύμφωνα εἰρήκασιν, τά τε πρὸ αὐτῶν γεγενημένα καὶ τὰ κατ᾿ αὐτοὺς γεγονότα καὶ τὰ καθ᾿ ἡμᾶς νυνὶ τελειούμενα· διὸ καὶ πεπείσμεθα καὶ περὶ τῶν μελλόντων οὕτως ἔσεσθαι, καθὼς καὶ τὰ πρῶτα ἀπήρτισται.

Καὶ πρῶτον μὲν συμφώνως ἐδίδαξαν ἡμᾶς, ὅτι ἐξ οὐκ ὄντων τὰ πάντα ἐποίησεν. Οὐ γάρ τι τῷ θεῷ συνήκμασεν· ἀλλ᾿ αὐτὸς ἑαυτοῦ τόκος ὢν καὶ ἀνενδεὴς ὢν καὶ ὑπάρχων πρὸ τῶν αἰώνων ἠθέλησεν ἄνθρωπον ποιῆσαι ᾧ γνωσθῇ· τούτῳ οὖν προητοίμασεν τὸν κόσμον. Ὁ γὰρ γενητὸς καὶ προσδεής ἐστιν, ὁ δὲ ἀγένητος οὐδενὸς προσδεῖται.Ἔχων οὖν ὁ θεὸς τὸν ἑαυτοῦ λόγον ἐνδιάθετον ἐν τοῖς ἰδίοις σπλάγχνοις ἐγέννησεν αὐτὸν

v.2.p.80
μετὰ τῆς ἑαυτοῦ σοφίας ἐξερευξάμενος πρὸ τῶν ὅλων. Τοῦτον τὸν λόγον ἔσχεν ὑπουργὸν τῶν ὑπ᾿ αὐτοῦ γεγενημένων, καὶ δι᾿ αὐτοῦ τὰ πάντα πεποίηκεν. Οὗτος λέγεται ἀρχή, ὅτι ἄρχει καὶ κυριεύει πάντων τῶν δι᾿ αὐτοῦ δεδημιουργημένων. Οὗτος οὖν, ὢν πνεῦμα θεοῦ καὶ ἀρχὴ καὶ σοφία καὶ δύναμις ὑψίστου, κατήρχετο εἰς τοὺς προφήτας καὶ δι᾿ αὐτῶν ἐλάλει τὰ περὶ τῆς ποιήσεως τοῦ κόσμου καὶ τῶν λοιπῶν ἁπάντων. Οὐ γὰρ ἦσαν οἱ προφῆται ὅτε ὁ κόσμος ἐγίνετο, ἀλλὰ ἡ σοφία ἡ ἐν αὐτῷ οὖσα ἡ τοῦ θεοῦ καὶ ὁ λόγος ὁ ἅγιος αὐτοῦ ὁ ἀεὶ συμπαρὼν αὐτῷ. Διὸ δὴ καὶ διὰ Σολομῶνος προφήτου οὕτως λέγει· Ἡνίκα δ᾿ ἡτοίμασεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ᾿ αὐτῷ ἁρμόζουσα.
v.2.p.82
Μωσῆς δὲ ὁ καὶ Σολομῶνος πρὸ πολλῶν ἐτῶν γενόμενος, μᾶλλον δὲ ὁ λόγος ὁ τοῦ θεοῦ ὡς δι᾿ ὀργάνου δι᾿ αὐτοῦ φησιν· Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Πρῶτον ἀρχὴν καὶ ποίησιν ὠνόμασεν, εἶθ᾿ οὕτως τὸν θεὸν συνέστησεν· οὐ γὰρ ἀργῶς χρὴ καὶ ἐπὶ κενῷ θεὸν ὀνομάζειν. Προῄδει γὰρ ἡ θεία σοφία μέλλειν φλυαρεῖν τινας καὶ πληθὺν θεῶν ὀνομάζειν τῶν οὐκ ὄντων. Ὅπως οὖν ὁ τῷ ὄντι θεὸς διὰ ἔργων νοηθῇ, καὶ ὅτι ἐν τῷ λόγῳ αὐτοῦ ὁ θεὸς πεποίηκεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς, ἔφη· Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἶτα εἰπὼν τὴν ποίησιν αὐτῶν δηλοῖ ἡμῖν· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.Ταῦτα ἐν πρώτοις διδάσκει ἡ θεία γραφή, τρόπῳ τινὶ ὕλην γενητήν, ὑπὸ τοῦ θεοῦ γεγονυῖαν, ἀφ᾿ ἧς πεποίηκεν καὶ δεδημιούργηκεν ὁ θεὸς τὸν κόσμον.

Ἀρχὴ δὲ τῆς ποιήσεως φῶς ἐστιν, ἐπειδὴ τὰ κοσμούμενα τὸ φῶς φανεροῖ. Διὸ λέγει· Καὶ εἶπεν ὁ θεός· Γενηθήτω

v.2.p.84
φῶς. [Καὶ ἐγένετο φῶς. Καὶ εἶδεν ὁ θεὸς τὸ φῶς ὅτι καλόν.] Δηλονότι καλὸν ἀνθρώπῳ γεγονός. Καὶ διεχώρισεν ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. Καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. Καὶ εἶπεν ὁ θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ἀνὰ μέσον τοῦ ὕδατος ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. Καὶ ἐκάλεσεν ὁ θεὸς· τὸ στερέωμα οὐρανόν· καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα. Καὶ εἶπεν ὁ θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Καὶ ἐγένετο οὕτως. Καὶ συνήχθη τὸ ὕδωρ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. Καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσας. Καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν. Καὶ εἶπεν ὁ θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ εἰς ὁμοιότητα. Καὶ ἐγένετο οὕτως. Καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. Καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη. Καὶ εἶπεν ὁ θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν ἐπὶ τῆς γῆς καὶ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς κυκτός, καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς,
v.2.p.86
καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ φαίνειν ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς κυκτός, καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐτοὺς ὁ θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός, καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. Καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τετάρτη. Καὶ εἶπεν ὁ θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγεν τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. Καὶ εἶδεν ὁ θεὸς ὅτι καλά. Καὶ εὐλόγησεν αὐτὰ ὁ θεὸς λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα τῆς θαλάσσης, καὶ τὰ πετεινὰ πληθυνέτω ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα πέμπτη. Καὶ εἶπεν ὁ θεός· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. Καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος, καὶ τὰ κτήνη κατὰ γένος, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς. Καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν. Καὶ εἶπεν ὁ θεός· Ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης
v.2.p.88
τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ εἶπεν ὁ θεός· Ἰδοὺ δέδωκα ὑμῖν πᾶν χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν αὐτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσιν τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν αὐτῷ πνοὴν ζωῆς. πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτως. Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἥμερα ἕκτη. Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν. Καὶ συνετέλεσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησεν, καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν. Καὶ εὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ θεὸς ποιῆσαι.

Τῆς μὲν οὖν ἑξαημέρου οὐδεὶς ἀνθρώπων δυνατὸς κατ᾿ ἀξίαν τὴν ἐξήγησιν καὶ τὴν οἰκονομίαν πᾶσαν ἐξειπεῖν, οὐδὲ εἰ μυρία στόματα ἔχοι καὶ μυρίας γλώσσας· ἀλλ᾿ οὐδὲ εἰ μυρίοις ἔτεσιν βιώσει τις, ἐπιδημῶν ἐν τῷδε τῷ βίῳ, οὐδὲ οὕτως ἔσται ἱκανὸς πρὸς ταῦτα ἀξίως τι εἰπεῖν, διὰ τὸ ὑπερβάλλον μέγεθος καὶ τὸν πλοῦτον τῆς σοφίας τοῦ θεοῦ τῆς οὔσης ἐν ταύτῃ τῇ προγεγραμμένῃ ἑξαημέρῳ. Πολλοὶ μὲν οὖν τῶν συγγραφέων ἐμιμήσαντο καὶ ἠθέλησαν περὶ τούτων διήγησιν ποιήσασθαι,

v.2.p.90
καί τοι λαβόντες ἐντεῦθεν τὰς ἀφορμάς, ἤτοι περὶ κόσμου κτίσεως ἢ περὶ φύσεως ἀνθρώπου, καὶ οὐδὲ τὸ τυχὸν ἔναυσμα ἄξιόν τι τῆς ἀληθείας ἐξεῖπον. Δοκεῖ δὲ τὰ ὑπὸ τῶν φιλοσόφων ἢ συγγραφέων καὶ ποιητῶν εἰρημένα ἀξιόπιστα μὲν εἶναι, παρὰ τὸ φράσει κεκαλλωπίσθαι· μωρὸς δὲ καὶ κενὸς ὁ λόγος αὐτῶν δείκνυται, ὅτι πολλὴ μὲν πληθὺς τῆς φλυαρίας αὐτῶν ἐστιν, τὸ τυχὸν δὲ τῆς ἀληθείας ἐν αὐτοῖς οὐχ εὑρίσκεται. Καὶ γὰρ εἴ τι δοκεῖ ἀληθὲς δι᾿ αὐτῶν ἐκπεφωνῆσθαι, σύγκρασιν ἔχει τῇ πλάνῃ. Καθάπερ φάρμακόν τι δηλητήριον συγκραθὲν μέλιτι ἢ οἴνῳ ἢ ἑτέρῳ τινὶ τὸ πᾶν ποιεῖ βλαβερὸν καὶ ἄχρηστον, οὕτως καὶ ἡ ἐν αὐτοῖς πολυλογία εὑρίσκεται ματαιοπονία καὶ βλάβη μᾶλλον τοῖς πειθομένοις αὐτῇ.Ἔτι μὴν καὶ περὶ τῆς ἑβδόμης ἡμέρας, ἣν πάντες μὲν ἄνθρωποι ὀνομάζουσιν, οἱ δὲ πλείους ἀγνοοῦσιν· ὅτι παρ᾿ Ἑβραίοις ὃ καλεῖται σάββατον ἑλληνιστὶ ἑρμηνεύεται ἑβδομάς, ἥτις εἰς πᾶν γένος
v.2.p.92
ἀνθρώπων ὀνομάζεται μέν, δι᾿ ἣν δὲ αἰτίαν καλοῦσιν αὐτὴν οὐκ ἐπίστανται. Τὸ δὲ εἰπεῖν Ἡσίοδον τὸν ποιητὴν ἐκ Χάους γεγενῆσθαι Ἔρεβος καὶ τὴν Γῆν καὶ Ἔρωτα κυριεύοντα τῶν κατ᾿ αὐτόν τε θεῶν καὶ ἀνθρώπων, μάταιον καὶ ψυχρὸν τὸ ῥῆμα αὐτοῦ καὶ ἀλλότριον πάσης ἀληθείας δείκνυται· θεὸν γὰρ οὐ χρὴ ὑφ᾿ ἡδονῆς νικᾶσθαι, ὅπου γε καὶ οἱ σώφρονες ἄνθρωποι ἀπέχονται πάσης αἰσχρᾶς ἡδονῆς καὶ ἐπιθυμίας κακῆς.

Ἀλλὰ καὶ τὸ ἐκ τῶν ἐπιγείων κάτωθεν ἄρξασθαι καὶ λέγειν τὴν ποίησιν τῶν γεγενημένων ἀνθρώπινον καὶ ταπεινὸν καὶ πάνυ ἀσθενὲς τὸ ἐννόημα αὐτοῦ, ὡς πρὸς θεόν, ἐστίν. Ἄνθρωπος γὰρ κάτω ὢν ἄρχεται ἐκ τῆς γῆς οἰκοδομεῖν, καὶ οὐ πρὸς τάξιν δύναται καὶ τὴν ὀροφὴν ποιῆσαι ἐὰν μὴ τὸν θεμέλιον ὑπόθηται. Θεοῦ δὲ τὸ δυνατὸν ἐν τούτῳ δείκνυται ἵνα πρῶτον μὲν ἐξ οὐκ ὄντων ποιῇ τὰ γινόμενα, καὶ ὡς βούλεται.

v.2.p.94
Τὰ γὰρ παρὰ ἀνθρώποις ἀδύνατα δυνατά ἐστιν παρὰ θεῷ. Διὸ καὶ ὁ προφήτης πρῶτον εἴρηκεν τὴν ποίησιν τοῦ οὐρανοῦ γεγενῆσθαι τρόπον ἐπέχοντα ὀροφῆς, λέγων· Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανόν, τουτέστιν διὰ τῆς ἀρχῆς γεγενῆσθαι τὸν οὐρανόν, καθὼς ἔφθημεν δεδηλωκέναι. Γῆν δὲ λέγει δυνάμει ἔδαφος καὶ θεμέλιον, ἄβυσσον δὲ τὴν πληθὺν τῶν ὑδάτων, καὶ σκότος διὰ τὸ τὸν οὐρανὸν γεγονότα ὑπὸ τοῦ θεοῦ ἐσκεπακέναι καθαπερεὶ πῶμα τὰ ὕδατα σὺν τῇ γῇ, πνεῦμα δὲ τὸ ἐπιφερόμενον ἐπάνω τοῦ ὕδατος ὃ ἔδωκεν ὁ θεὸς εἰς ζωογόνησιν τῇ κτίσει, καθάπερ ἀνθρώπῳ ψυχήν, τῷ λεπτῷ τὸ λεπτὸν συγκεράσας (τὸ γὰρ πνεῦμα λεπτὸν καὶ τὸ ὕδωρ λεπτόν), ὅπως τὸ μὲν πνεῦμα τρέφῃ τὸ ὕδωρ, τὸ δὲ ὕδωρ σὺν τῷ πνεύματι τρέφῃ τὴν κτίσιν διϊκνούμενον πανταχόσε. Ἕν μὲν τὸ πνεῦμα φωτὸς τύπον ἐπέχον ἐμεσίτευεν τοῦ ὕδατος καὶ τοῦ οὐρανοῦ, ἵνα τρόπῳ τινὶ μὴ κοινωνῇ τὸ σκότος τῷ οὐρανῷ ἐγγυτέρῳ ὄντι τοῦ θεοῦ, πρὸ τοῦ εἰπεῖν τὸν θεόν· Γενηθήτω φῶς. Ὥσπερ οὖν καμάρα ὁ οὐρανὸς ὢν συνεῖχε τὴν ὕλην βώλῳ ἐοικυῖαν. Καὶ γὰρ εἴρηκεν περὶ τοῦ οὐρανοῦ ἕτερος προφήτης ὀνόματι Ἠσαΐας, λέγων·
v.2.p.96
Θεὸς οὗτος ὁ ποιήσας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖσθαι. Ἡ διάταξις οὖν τοῦ θεοῦ, τοῦτό ἐστιν ὁ λόγος αὐτοῦ, φαίνων ὥσπερ λύχνος ἐν οἰκήματι συνεχομένῳ, ἐφώτισεν τὴν ὑπ᾿ οὐρανόν, χωρὶς μὲν τοῦ κόσμου ποιήσας. Καὶ τὸ μὲν φῶς ὁ θεὸς ἐκάλεσεν ἡμέραν, τὸ δὲ σκότος νύκτα· ἐπεί τοί γε ἄνθρωπος οὐκ ἂν ᾔδει καλεῖν τὸ φῶς ἡμέραν ἢ τὸ σκότος νύκτα, ἀλλ᾿ οὐδὲ μὲν τὰ λοιπά, εἰ μὴ τὴν ὀνομασίαν εἰλήφει ἀπὸ τοῦ ποιήσαντος αὐτὰ θεοῦ.Τῇ μὲν οὖν πρώτῃ ὑποθέσει τῆς ἱστορίας, καὶ γενέσεως τοῦ κόσμου, εἴρηκεν ἡ ἁγία γραφὴ οὐ περὶ τούτου τοῦ στερεωματος, ἀλλὰ περὶ ἑτέρου οὐρανοῦ τοῦ ἀοράτου ἡμῖν ὄντος, μεθ᾿ ὅν οὗτος ὁ ὁρατὸς ἡμῖν οὐρανὸς κέκληται στερέωμα, ἐφ᾿ ᾧ ἀνείληπται τὸ ἥμισυ τοῦ ὕδατος, ὅπως ᾖ τῇ ἀνθρωπότητι εἰς ὑετοὺς καὶ ὄμβρους καὶ δρόσους. Τὸ δὲ ἥμισυ ὕδατος ὑπελείφθη ἐν τῇ γῇ εἰς ποταμοὺς καὶ πηγὰς καὶ θαλάσσας. Ἔτι οὖν συνέχοντος τοῦ ὕδατος τὴν γῆν, μάλιστα κοίλους τόπους, ἐποίησεν ὁ θεὸς διὰ τοῦ λόγου αὐτοῦ τὸ ὕδωρ συναχθῆναι εἰς συναγωγὴν μίαν, καὶ ὁρατὴν γενηθῆναι τὴν ξηράν, πρότερον γεγονυῖαν αὐτὴν ἀόρατον.Ὁρατὴ οὖν ἡ γῆ γενομένη ἔτι ὑπῆρχεν ἀκατασκεύαστος. Κατεσκεύασεν οὖν αὐτὴν καὶ κατεκόσμησεν ὁ θεὸς διὰ παντοδαπῶν χλοῶν καὶ σπερμάτων καὶ φυτῶν.

v.2.p.98

Σκόπει τὸ λοιπὸν τὴν ἐν τούτοις ποικιλίαν καὶ διάφορον καλλονὴν καὶ πληθύν, καὶ ὅτι δι᾿ αὐτῶν δείκνυται ἡ ἀνάστασις, εἰς δεῖγμα τῆς μελλούσης ἔσεσθαι ἀναστάσεως ἁπάντων ἀνθρώπων. Τίς γὰρ κατανοήσας οὐ θαυμάσει ἐκ συκῆς κεγχραμίδος γίνεσθαι συκῆν, ἢ τῶν λοιπῶν σπερμάτων ἐλαχίστων φύειν παμμεγέθη δένδρα; Τὸν δὲ κόσμον ἐν ὁμοιώματι ἡμῖν λέγομεν εἶναι τῆς θαλάσσης. Ὥσπερ γὰρ θάλασσα, εἰ μὴ εἶχεν τὴν τῶν ποταμῶν καὶ πηγῶν ἐπίῤῥυσιν καὶ ἐπιχορηγίαν εἰς τροφήν, διὰ τὴν ἁλμυρότητα αὐτῆς πάλαι ἂν ἐκπεφρυγμένη ἦν, οὕτως καὶ ὁ κόσμος, εἰ μὴ ἐσχήκει τὸν τοῦ θεοῦ νόμον καὶ τοὺς προφήτας ῥέοντας καὶ πηγάζοντας τὴν γλυκύτητα καὶ εὐσπλαγχνίαν καὶ δικαιοσύνην καὶ διδαχὴν τῶν ἁγίων ἐντολῶν τοῦ θεοῦ, διὰ τὴν κακίαν καὶ ἁμαρτίαν τὴν πληθύουσαν ἐν αὐτῷ ἤδη ἂν ἐκλελοίπει. Καὶ καθάπερ ἐν θαλάσσῃ νῆσοί εἰσιν αἱ μὲν οἰκηταὶ καὶ εὔυδροι καὶ καρποφόροι, ἔχουσαι ὅρμους καὶ λιμένας πρὸς τὸ τοὺς χειμαζομένους ἔχειν ἐν αὐτοῖς καταφυγάς, οὕτως δέδωκεν ὁ θεὸς τῷ κόσμῳ κυμαινομένῳ καὶ χειμαζομένῳ ὑπὸ τῶν ἁμαρτημάτων τὰς συναγωγάς, λεγομένας δὲ ἐκκλησίας ἁγίας, ἐν αἷς καθάπερ λιμέσιν εὐόρμοις ἐν νήσοις αἱ διδασκαλίαι τῇς ἀληθείας εἰσίν, πρὸς ἃς καταφεύγουσιν οἱ θέλοντες σώζεσθαι, ἐρασταὶ γινόμενοι τῆς ἀληθείας καὶ βουλόμενοι ἐκφυγεῖν τὴν ὀργὴν καὶ κρίσιν τοῦ θεοῦ. Καὶ ὥσπερ αὖ νῆσοί εἰσιν ἕτεραι πετρώδεις καὶ ἄνυδροι καὶ ἄκαρποι καὶ θηριώδεις καὶ ἀοίκητοι ἐπὶ βλάβῃ τῶν

v.2.p.100
πλεόντων καὶ χειμαζομένων, ἐν αἷς περιπείρεται τὰ πλοῖα καὶ ἐξαπόλλυνται ἐν αὐταῖς οἱ κατερχόμενοι, οὕτως εἰσὶν αἱ διδασκαλίαι τῆς πλάνης, λέγω δὲ τῶν αἱρέσεων, αἳ ἐξαπολλύουσιν τοὺς προσιόντας αὐταῖς. Οὐ γὰρ ὁδηγοῦνται ὑπὸ τοῦ λόγου τῆς ἀληθείας, ἀλλὰ καθάπερ πειρᾶται, ἐπὰν πληρώσωσι τὰς ναῦς, ἐπὶ τοὺς προειρημένους τόπους περιπείρουσιν ὅπως ἐξαπολέσωσιν αὐτάς, οὕτως συμβαίνει καὶ τοῖς πλανωμένοις ἀπὸ τῆς ἀληθείας ἐξαπόλλυσθαι ὑπὸ τῆς πλάνης.