Epistula ad Philippenses

Polycarp

Polycarp. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.

Παρακαλῶ οὖν πάντας ὑμᾶς, πειθαρχεῖν τῷ λόγῳ τῆς δικαιοσύνης [*](tw=| lo/gw| th=s dikaiosu/nhs GL, om, Eus.) καὶ ἀσκεῖν πᾶσαν ὑπομονήν, ἣν καὶ εἴδατε κατ̓ ὀφθαλμοὺς οὐ μόνον ἐν τοῖς μακαρίοις Ἰγνατίῳ καὶ Ζωσίμῳ καὶ Ῥούφῳ, ἀλλὰ καὶ ἐν ἄλλοις τοῖς ἐξ ὑμῶν καὶ ἐν αὐτῷ Παύλῳ καὶ τοῖς λοιποῖς ἀποστόλοις:

πεπεισμένους [*](Phil. 2, 16) ὅτι οὗτοι πάντες οὐκ εἰς κενὸν ἔδραμον, ἀλλ̓ ἐν πίστει καὶ δικαιοσύνῃ, καὶ ὅτι εἰς τὸν [*](1 Clem. 6, 4) ὀφειλόμενον αὐτοῖς τόπον εἰσὶ παρὰ τῷ κυρίῳ, ᾧ [*](II Tim. 4, 10) καὶ συνέπαθον. οὐ γὰρ τὸν νῦν ἠγάπησαν αἰῶνα, ἀλλὰ τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα καὶ δἰ ἡμᾶς [*](Here G breaks off, but the rest of the sentence is given by L Eus.) ὑπὸ τοῦ θεοῦ ἀναστάντα.