Volumina Rhetorica

Philodemus

Philodemus. Volumina Rhetorica, Volume 3: Supplementum. Sudhaus, Siegfried, editor. Leipzig: Teubner, 1895.

καὶ τεχνίτην δρα πέτην καὶ κόλακα καὶ ὠμοφάγον καλοῦσι [*](XLII) καὶ πολλοὺς ἄλλους, ὅτι παρατετήρηκε τούτων ἕκαστος, ἃ ποιεῖν προτέθειται, καὶ ἀποτεύγματά τινα καὶ ἐπιτεύγματα. Οὐ μὴν ἐγὼ μὲν τὴν συνήθειαν οὔ φημι κυρίως ταῦτα καὶ τὰ τοιαῦτα τέχνας καλεῖν ἀλλὰ τὰ προσφερόμενα τὸ μεθοδικόν, ὅ προχειρότατα κατὰ τὴν τῆς τέχνης ἀναφώνησιν ὑποπίπτει καὶ ὑπὸ τὴν τῆς ἐπιστήμης, ὅταν ταὐτὸ ἐπιφέρηται τῆι τέχνηι καὶ κατὰ ταὐτὸ εἶδος, ἅ τις ἀπλῶς λέγων ποιεῖ διαφορωτάτας ἐν τῶι βίωι τέχνας (τις) προσαγορεύειν· ὥστε καὶ τὴν σύμπασαν παρατήρησιν τῶν ἐν ἑκάσταις χώραις ἔργων ἀτόπων ἢ πράξεων ἢ τι τῶν ἄλλων, ἃ χρήσιμα πολλὰ καὶ νὴ τὸν Διʼ ἀγνοηθέντα γείνεται, πάντα πληροῦν ἐπιστημῶν καὶ μηδὲν ἄτεχνον ἀπολείπειν ἕνεκα γʼ ἡμῶν μὴ κωλυέσθω. Φεύγοντες γὰρ ἅπασαν

38
οὐ πραγματικὴν ἀμφισβήτησιν μεταληψόμεθα τὰς ὀνομασίας, [*](XLIII) καὶ ταύτας,

ἃς νῦν φαμεν εἶναι τέχνας, τὸ τοιοῦτʼ ἔχειν εἶδος ἐροῦμεν, οἷον ἡ γραμματικὴ καὶ πλαστική, ταύτας δʼ, ἃς οὐ τέχνας, τὰς ἐστερημένας τοῦ τοιούτου, παρατηρητικὸν δοκεῖν εἶδος, ὃ οὐ κυρίως ἐνηριθμήσαμεν ἀλλὰ παραπλήσιον ὑπεμνήσαμεν. Αὐταῖς δʼ εἴδη τοιαῦτα καὶ ταῖς ῥητορικαῖς ἐναρμόττοντες τὴν μὲν σοφιστικὴν τέχνην ἀποφαινόμεθα, τὴν δὲ πολιτικὴν οὐ τέχνην· ἂν δὲ συναναγκάσηι τις ἡμᾶς προφέρεσθαι τὰς ὀνομασίας, τὴν μέν, ὥσπερ εἰρήκαμεν, ἰδιώματι κεχαράχθαι φήσομεν, τὴν δʼ οὐ φήσομεν, καὶ πρὸς ταῦτα τοὺς ἀντιλέγοντας ἀπαντᾶν ἀξιώσομεν καὶ ὡς κατεχρησάμεθα.

Ἀλλὰ νῦν ἐπʼ ἐκεῖνο βαδίζωμεν, ὅτι „τέχνην οὐχ ἡμεῖς λέγομεν τὴν σοφιστικήν, οἱ δὲ τὴν αἵρεσιν κτίσαντες ἡμῶν ἀντιφωνοῦσιν, καὶ τὴν πολιτικὴν ἱστορίαν τινὰ καὶ παρατήρησιν συνησκημένην, οὐχ ἡμεῖς“.

Ἀλλὰ κἀκεῖνο παραθήσομαι, ὅπου καὶ διʼ ὧν [*](XLIV) ἔφασκεν

ὁ Ζήνων ταῦτα διασαφεῖσθαι. Ὁ τοίνυν Ἐπίκουρος ἐν τῶι Περὶ τῆς ῥητορικῆς ὅτι μὲν διατελεῖ λέγων “τὰ διδασκαλεῖα τῶν ῥητορικῶνʼ καὶ “τοὺς ἐκ τῶν διδασκαλείωνʼ καὶ τὰς δυνάμεις τὰς ἐκ τῶν διδασκαλείωνʼ, πρὸς δὲ τούτοις ‘τὰς ἐκ τῶν διδασκαλείων

39
εὐμορφίαςʼ, καὶ διότι καὶ ‘πραγματείανʼ αὐτῶν καὶ ‘τὰς παραδόσεις καὶ παραγγελίας περί τε λόγου καὶ ἐνθυμημάτων καὶ τῶν ἄλλων’ καὶ τἀνάλογα πάντα τούτοις, τί ἂν λέγοι τις;

Ἀλλὰ μὴν καὶ Ἕρμαρχος ἐπὶ Μενεκλέους ἔν τινι

40
πρὸς Θεοφείδην ἐπιστολῆι τὴν αὐτὴν ἔχει γνώμην. Ἀλεξίνου γὰρ ἐν τοῖς Περὶ ἀγωγῆς κατηγοροῦντος τῶν ῥητορικῶν σοφιστῶν, ὅτι πολλὰ ζητοῦσιν ἀχρήστως, ὧν ἐστι καὶ τὸ περὶ τὴν λέξιν αὐτῶν πραγμάτευμα καὶ τὸ περὶ τὴν μνήμην, καὶ ἐν οἷς ἐπιζητοῦσι, λέγειν Ὅμηρον ‘ὑποβέβηκενʼ ἐν τοῖς ἔπεσιν, ὧν ἀρχὴ „ἄστρα [*](XLV) δὲ δὴ προβέβηκε“, καὶ πε

ρί τινων ἄλλων παρά τε τούτωι καὶ παρʼ Εὐριπίδηι, ἀπορίας δὲ καὶ ζητήματα καὶ ἐν τῆι συγκεφαλαιώσει τῶν εἰρημένων καὶ ἐπιφορᾶι καὶ ἄλλα δή τινα προσάπτοντος, ἐπαινέσαντος δὲ τό τε ἄλλο καὶ τὰ ἐν ἤθεσιν καὶ γεγραφότος· „ἀποδέξαιτο δʼ ἄν τις αὐτῶν, διότι περὶ χρησίμων καὶ πλείστων ἔξωθεν ἐπιχειροῦσιν λόγους ποιεῖσθαι τοιούτους, οἵοις κρῖναι τὰν φιλοσοφίαι ἔστιν· καὶ γὰρ εἰ μὴ κατʼ ἐπιστήμην περαίνονται πάντες αὐτῶν, ἀλλὰ κατά τινʼ εἰκοτολογίαν καὶ στοχασμὸν ἔξεστιν τὴν τῶν ῥητόρων κρίσιν εἶναί“, — τοιαῦτα δή τινα τοῦ Ἀλεξίνου φλυαρήσαντος, πρὸς τοὐπὶ πᾶσι διαλεγόμενος· „Τὸ περὶ χρησίμων διαλέγεσθαι, φησίν, εἰ μὲν ταὐτὸν δεῖ λαβεῖν τῶι περὶ τοιούτων, ἐξ ὧν γίνεταί τι κέρδος ἐπʼ ἀργυρίωι λόγους στρέφειν δυναμένοις, καὶ τῷ

[*](XLVI)

διαλέγεσθαι χάριν οὐσίας, εἶπε μανικὸν τελείως.“ Εἶτα δείξας τὸ μανικὸν οἰκείως τῆς ὑπολήψεως ταύτης· „εἰ δὲ περὶ τοιούτων, φησίν, ἐξ ὧν συνίσταται (es fehlen 17 Zeilen) — — σοντας καὶ μεγάλου· οὔτε μέγα δʼ οὔτε μικρὸν ἐν τούτοις ἔχειν διάπτωμα. Παραλογισμὸς γάρ, τὴν ἀσυνήθειαν αὐτῆς σφάλλειν τοὺς φρονίμους καὶ ἐπιεικεῖς ἐμ πράγμασιν εἰς ὄχλους

41
βαδίζουσι καὶ ἐχθροὺς

καὶ συκοφάντας καὶ ὅρκους [*](XLVII) καὶ μαρτυρίας ψευδεῖς· ἀπολέσαι γὰρ κρεῖττον ἀργύριον πολὺ καὶ χωρίον δικαστὴν γελάσαντα καὶ τοὺς μεγίστους φόβους τῆι τῆς ψυχῆς ἕξει φυγόντα τελέως ἢ τούτους ἔχοντα νικᾶν τὰς συμπάσας δίκας καὶ περὶ ἐκείνων ἀγωνιᾶν ἀεὶ τῶν πραγμάτων· ἀπαγορεύειν μέντοι φιλοσόφους τὸν φρόνιμον παντάπασιν δίκας μὴ μελετᾶν μηδὲ ῥητορικῆς τέχνης ἐμπειρίαν ἔχειν, ἀλλὰ φεύγειν τοὺς παρατιθέντας μὲν τοὺς λόγους ὡς βιωφελεῖς ὄντας, κενῇ δὲ πράττοντας τὰ ῥητορικά Οὐ μὴν οὐδʼ ἐξεῖναι τὸ πραγμάτευμα τὸ τῶν ῥητόρων ἐπαινετεῖν, ἐν οἷς διδάσκουσι συμβουλεύειν δηλώσας, εἶτα συνάρας τὸν οἰκεῖον καὶ περὶ τούτου τοῦ μέρους λόγον ἐπιφέρει καὶ ταῦτα, εἰς ἔλεγχον πάντα κατακλείσας

τὸν [*](XLVIII) λόγον· „Εἰ δʼ ἔφη ἄξιον ἐπιθαυμάζειν τοὺς ῥητορικοὺς ὡς χρησίμως πολιτευομένους, οὐδʼ οὕτω κατὰ τὸ πρόχειρον ἕστηκεν ὁ λόγος αὐτοῦ· καὶ γὰρ μαγείρους καὶ καπήλους χρησιμεύοντας τὰ τοιαῦθʼ ἡμῖν ὑπολαμβάνοιμεν ἄν· ἀλλὰ κατά τινα εἶναι τὴν συμβουλίαν τὴν τοιαύτην ἐνδέχεται, ἃ μὴ δύναται περιγίνεσθαι διὰ λόγων, ὥσπερ κἂν τὰ διὰ σοφίας εἴπαις διὰ μόνης τῆς φιλοσοφίας περιεῖναι, ὡσαύτως τε τὰ διὰ τῆς τεκτονικῆς καὶ χαλκευτικῆς· οὐδὲ γὰρ τοῦ ῥήτορος δεῖται ποιὸν μικρόν, ἂν καὶ ἀναλαβεῖν αὐτὸ ῥαιδίως ἦι· καὶ γὰρ ἀγροῖκος ἄνθρωπος καὶ γραμμάτων ὅλως ἀνεπιστήμων, οὐ ῥητορικῆς μόνον ἐμπειρίας ἔξω καθεστηκὼς ἱκανὸς ἐξευρεῖν τὰ δήμοις συμφέροντα καὶ

42
διερμηνεῦσαι σαφῶς. Τὸ δὲ δὴ μὴ κατʼ ἐπιστήμην

[*](XLIX)

περαίνεσθαί τινας τῶν ῥητορικῶν λόγων ἀλλʼ ἐμπειρίᾳ καὶ στοχασμῶι πῶς δεῖ πάλιν λαβεῖν; Οὐ γὰρ αὐτό γε τοῦτο δήπου νοεῖν δεῖ, σημαίνεσθαι κατὰ τὴν, λέξιν ταύτην τὸ μὴ συλλογισμοὺς διαλεκτικοὺς ἔχειν αὐτούς· οὐ γὰρ τινὲς τοῦτο πεπόνθασιν ἀλλʼ ἄπαντες, χωρὶς τοῦ μηδʼ αὐτῶι συναρέσκειν τοῦτο λίαν. Εὐβουλίδει γοῦν ἐγκαλεῖ που καταφρονοῦντι τῶν μὴ συλλογισμοὺς ἐχόντων λόγων· μανθάνειν γὰρ καὶ ἄνευ τούτων ἡμᾶς τὰ πράγματά φησιν.“ — Παρεθέμεθα δὲ καὶ τὰς ἐπὶ πᾶσι λέξεις, εἴ τωι γενήσεται φίλον καὶ ταύτας ἔχειν, οὐκ ἀγνοοῦντες, ὅτι περί τινος ἄλλου δόξουσι καὶ οὐχὶ περὶ τοῦ προκειμένου καταγεγράφθαι.

Καὶ Μητρόδωρος δʼ ἐν τῶι πρώτωι Περὶ ποιημάτων ἱκανῶς ἔοικεν παρεμφαίνειν τὸ τὴν σοφιστικὴν ῥητορικὴν τέχνην ὑπάρχειν. Διαλεγόμενος γὰρ πρός τινα τῶν [*](L) περὶ

ποιήματος συγγεγραφότων ἄλλα τε παρίστησι πολλὰ καὶ δοξάζει καὶ ταῦτα· „Ἕως γὰρ ἄν τις ἐνεχθῆι πίστις περὶ τῆς τῶν ῥητορικῶν τέχνης, κακῶς ῥηθήσεσθαι τὸ ἐκ ταύτης ῥήτορας συντελεῖσθαι, Ἔπειτα

43
προσφέρεται ,,τὸν Καλλίστρατον καὶ ἄλλους τοιούτους εἰπεῖν μὲν ἐν πλήθει περὶ τῶν πλήθει χρησίμων ἱκανῶς, τὴν δὲ Θρασυμάχου τέχνην ἢ ἄλλου ὁτουδήποτʼ αὐτῶν οὐ μαθόντας, καὶ καλῶς ἐπιστάτας καὶ κριτὰς καταστῆσαι πόλιν ἑκάστην τοὺς τοιούτους“. Ἄλλως δὲ κατὰ τοὐναντίον ὑπάγει παραδεικνύων ,,Θρασύμαχονκαὶ ἄλλους οὐκ ὀλίγους τῶν δοκούντων τὰς τοιαύτας ἔχειν λόγων πολιτικῶν ἢ ῥητορικῶν τέχνας οὐθέν, ὧν φασιν ἔχειν τὰς τέχνας, συντελοῦντας· τοῦτο δʼ ἀνοήτως τίθεται, ὡς ἄλλου μὲν ὄν λόγον ἔχειν καὶ σύστημα, πῶς ἂν καὶ ἐκ τίνων γίνοιτο καλλίστη ῥητορεία, ἄλλου δὲ τὸ καλῶς

ῥητορεύειν“. Καὶ [*](LI) μικρὸν προβάς πως μαρτυρεῖ τὸ „μηδένα πώποτε γενέσθαι ποητὴν ἐν τοσούτοις ἢ ῥήτορα ἱκανὸν ἀπό γε τῶν τεχνολογιῶν τῶν|ωνενηιειστενο --- τι| --- ῥητορικὴν δὲ δύνα| μιν --- γουσιν --- ως | εες --- ης τῆι τ ---| αυι --- φωι. ο --- | . ησαναυτραι --- ἀλλὰ πᾶν ἐχούσης τοῦτο τῆι ἐν διανοίαι γυμνασίαι καὶ διδαχῆι·“ καὶ μετὰ μικρόν· „ὁ προτεθειμένος λέγειν ἐν ὄχλωι καὶ ποητὴς εἶναι θηρεύσει οὐ τὸν ἀπὸ τῶν ἐπαγγελμάτων τὸ ἐφεξῆς τοῦ ἀκολούθου τοῖς τοιούτοις ἐπαγγέλμασιν οὐ δυνάμενον ὁρᾶν ἀλλʼ εἰς ἔργον ἀποβλέπων καὶ αὐτὸς τὸ ἔργον συντελῶν τῆς τούτου τέχνης ὄψεται, μήπου τινιʼ αὐτὸν διαφεύγηι, διʼ ὧν ἂν βελτείων γίνοιτο ῥήτωρ ἢ ποητής“.

Ἃ μὲν οὖν ἔχομεν ἐκ τῆς πραγματείας παραθέσθαι, τοιαῦτʼ ἐστίν, ἐκπεφευγότα καὶ τὴν καταχρηστικὴν ὑπάκουσιν καὶ τὴν ὡς

περὶ τῶν σοφιστικῶν παραγγελμάτων [*](LII) ὄντος τοῦ λόγου, αἳ δὴ τέχναι καὶ αὐταὶ

44
ὁμωνύμως λέγονται, καθάπερ εἴσεται πᾶς ὁ μετὰ συνέσεως καὶ τούτοις μέν, οἷς παρεθέμεθα, προσεσχηκώς, μᾶλλον δʼ ὁ τὰς συνόλας γραφὰς τῶν ἀνδρῶν ἀνειληφώς.

Ἔνιοι δὲ τῶν νῦν ἐν τῆι Ῥόδωι διατριβόντων γράφουσιν ἐν τῇ Κῶι καὶ πάλιν ἐν τῇ Ῥόδωι σχολαζόντων αὐτῶν ὑπὲρ τοῦ μὴ εἶναι τὴν ῥητορικὴν τέχνην, ἐν ἑκατέραι τῶν πόλεων ἀρτίως τινὰς ἄραντας Ἀθήνηθεν λέγειν, ὡς διαφώνως ἵστανται πρὸς τοὺς ἄνδρας, εὐδοκούμενοι περὶ τοῦ τέχνην αὐτὴν μὴ ὑπάρχειν· καὶ τὸν μὲν ἐν τῆι Κῶι διερωτώμενον, ποῦ διασαφεῖται τοῦτο, φάσκειν τότε μὲν ἐν τῶι Συμποσίωι, τότε δʼ ἐν τοῖς Περὶ βίων· τὸν δʼ ἕτερον, ὅπου μέν, οὐκ ἔχειν εἰπεῖν, εἰδέναι δʼ ἔχοντας τὴν κρίσιν ταύτην ὑπὲρ τοῦ [*](LIII) σοφιστικοῦ μέρους τοὺς ἐν ἄστει σχολάζοντας·

ταὐτὰ δὲ ταῦτα καὶ. ἐν τῇ Ῥόδωι κεκραγέναι τινά, τῶν ἐκ τῆς Ἀττικῆς πάλιν παρόντων, καὶ κελεύειν μὴ φθονεῖν τοῖς ῥήτορσιν, εἰ τέχνην ἔχουσιν. δʼ αἰνιττόμενος οὗτος ἐν Ἀθήναις διατρίβειν καὶ τὴν κρίσιν κτᾶσθαι

45
ταύτην ὁ παρʼ ἡμῶν ἐστιν Ζήνων, πρὸς ὅν καὶ τοῦτο ἀντιγράψαι οὐ γράψαντα περὶ τούτων οὐδὲ ἐνέστηκε τὰνθρώπωι. Πλὴν ποικίλως αὐτὸς ἀναστρεφόμενος ἐν τῆι πραγματείαι φησὶ περὶ μὲν τοῦ τέχνην εἶναι τὴν ῥητορικὴν μηδʼ ἴχνος εὑρηκέναι, περὶ δὲ τοῦ μηδὲν μέρος αὐτῆς τεχνικὸν ὑπάρχειν ἀμύθητα ὅσα, καὶ τούτων ἐπαγγέλλεται ποιήσασθαι τὴν συναγωγήν. Ὅσα μὲν οὖν ἡμῖν ἁμαρτάνειν δοκεῖ κατὰ τὴν ἀντιγραφὴν ὁ φιλόσοφος οὗτος, οὐκ ὀκνήσομεν κατὰ διάληψιν ἀναγράψαι καὶ συνδιαπορῆσαι τοῖς ἡμῶν τε κἀκείνου

φίλοις κοινοῖς. Ἐπὶ δὲ τοῦ παρόντος αὐτῶν πιμνησθησόμεθα [*](LIV) τῶν δοξάντων ἂν εἰς τὴν παροῦσαν σκέψιν. συντείνειν, οὐ προσκαρτερητικῶς — οὐδὲ γὰρ μὰ τὸν Κύνα δεῖται, καθάπερ ἐμαυτὸν ἐγὼ πείθω, συνανατάσεως αὐτά — ἀλλὰ στοχαστικῶς, αὐτάρκως δὲ πρὸς διακοπήν. Ἐκ τιθεὶς τοίνυν, διʼ ὧν ὁ λόγος αὐτῶι προελεύσεται κεφαλαίων ὁ τὸ προκείμενον ἀποδεικνύων „δοκεῖν αὐτῶι“ φησιν „τοὺς περὶ τὸν Ἐπίκουρον καὶ τὸν Μητρόδωρον μήτε τὸ πολιτικὸν μήτε τὸ δικανικὸν

46
μήτε τὸ πανηγυρικὸν μέρος τῆς ῥητορικῆς ἔντεχνον ἀπολείπειν, ἀλλὰ τὸ μὲν πολιτικὸν καὶ δικανικὸν μελέτης καὶ τριβῆς φάσκεν προσδεῖσθαι καί τινος ἐμπειρικῆς ἱστορίας, τὸ δὲ πανηγυρικὸν ἐμ μελέτηι καὶ τριβῆι λέγειν κεῖσθαι καὶ συνηθείαι τινὸς φράσεως χωρὶς πραγματικῆς ἱστορίας· πρὸς δὲ τούτοις δοκεῖν αὐτῶι κατὰ τοὺς ἄνδρας οὐ δύνασθαι συστῆναι τέχνην

[*](LV)

καθάπαξ ὄχλων πειστικήν· ἀρέσκειν δὲ καὶ τὴν προειρημένην μελέτην καὶ τριβὴν καὶ ἐμπειρίαν μήτε διὰ παντὸς πείθειν μήτε πλεοναζόντως, καὶ διότι τοὺς οὐ ῥητορικοὺς λόγους συμβέβηκεν ἐνίοτε πείθειν μᾶλλον τῶν ῥητορικῶν ἢ οὐχ ἧττον ἤπερ οἱ ῥητορικοί, καὶ μετὰ τούτων ὅτι τοῖς θορύβοις ἧττον οἱ πανηγυρικοὶ περιπίπτουσι τῶν τεχνολογίας ῥρητορικικῆς ἐγνωκότων οὐδὲ τὸ παράγγελμα· γινώσκειν δὲ καὶ τέχνας τινὰς καταβεβλημένας τοὺς περὶ τὸν Ἐπίκουρον καὶ διὰ τοῦτο προσαγορεύειν μὲν ῥητορικῶν τέχνας καὶ πραγματείας καὶ λόγων ἰδέας, οὐ συνκατατίθεσθαι δʼ, ὅτι καὶ τοῦ τέλους τυγχάνουσι κατὰ τὴν τέχνης καὶ ἐπιστήμης ἰδέαν· κ --- το --- ο καὶ πρὸς ι --- α|γ --- αιτ --- τα|π --- κα --- υτα --- δι|α --- [*](LVI) --- αβαλ --- ν|των --- αεωσ --- σ.

ται, βραχέως εἴρηται, τί νομίζουσι· κἂν ἔχηι τις καθʼ ὑπόθεσιν διὰ παντὸς πείθουσαν τοὺς πολλοὺς δύναμιν, οὐκ ἀγαθῶν ἀλλὰ κακῶν μεγάλων αἰτίαν εἶναι ταύτην·. Καὶ τούτων ἕκαστον κατασκευάσας, ὡς νομίζει, ποικίλως οἴεται κατʼ ἄκρας ἀποδεδειχέναι τὸ παρʼ Ἐπίκουρον ἵστασθαι τοὺς ἢ πᾶσαν τὴν ῥητορικὴν ἢ μέρος αὐτῆς ἔντεχνον ἀποφαινομένους. Ἐγὼ δʼ ἀμέλει καὶ τῶν ἀκουστῶν μὲν ἄγαμαι τοῦ σχολάζοντος Ἀθήνησιν ἀνδρός, ὧν ὁ

47
μὲν ἐν τῶι Συμποσίωι τοῦτο περὶ τῆς ῥητορικῆς ἔφη συγγεγράφθαι, πιστεύει δʼ εἰκῇ τοῖς λέγουσιν, ἐξὸν ἴσως φιλοσόφοις περὶ φιλοσόφων πιστεύειν, ὁ δʼ οὐκ ἔφη γινώσκειν, ὅπου λέγουσιν οἱ περὶ τὸν Ἐπίκουρον. Οὔκουν ἐπιμελεῖς ἦσαν, ὧν ἂν διακούσωσιν, οί μαθηταὶ ἢ κριταὶ μᾶλλον τοῦ Ῥυδίου τοῦ μέχρι τῆς

τήμερον ἡμέρας γράφοντος, μὴ δύνασθαι παρά τινος [*](LVII) ἀκοῦσαι, ποῦ λέγεται· κατακειμένης δὲ τῆς φιλοπευστίας καὶ τῆς ἀνατάσεως τῆς περὶ τούτων τῶν τόπων ἐξῆν πρὸς τοὺς Εἰκάσιν τοιαῦτα δὴ ἀναδιδόντας ἢ καθʼ ἡμέραν σχολάζοντας βῆναι, ἐκείνων ἀεί τινι συνβαλοῦντας τῶν ἀδιαλείπτως ἐκ διατριβῆς τῆς Ζήνωνος ὁρμωμένων ζῶντος οὐκ ἐμ Πέρσαις ἀλλʼ Ἀθήνησιν. Οὐ μὴν ἀλλʼ ἵνα τῆς πολλῆς καὶ παρὰ πολλῶν αὐτοὺς ἀναπαύσωμεν ἐρεύνης καὶ ἐρωτήσεως, οὐκ ἐν τῶι Συμποσίωι λέγομεν οὐδʼ ἐν τοῖς Περὶ βίων οὐδὲ κελεύομεν αὐτοὺς ψῆφον ἐμ πελάγει ζητεῖν, ἀλλʼ ὅπου φαμὲν καὶ διʼ ὧν φαμεν δηλοῦσθαι τὸ τὴν σοφιστικὴν ῥητορικὴν τέχνην ὑπάρχειν, παρατεθείκαμεν, ἃ κἂν δεικνύηται μὴ κυροῦντα τὴν ἡμετέραν κρίσιν, ἀλλὰ

χρείαν γʼ ἕξει λόγου τυχεῖν, καὶ πᾶσιν τοῖς καθʼ [*](LVIII) ἡμᾶς φιλοσοφοῦσι καὶ τὰς χώρας ὑποδείκνυμεν αὐτῶν, καὶ διότι τέχνην τὴν σοφιστικὴν καλουμένην ῥητορικὴν λέγομεν, οὐχὶ τῆς ῥητορικῆς μέρος· οὐ γὰρ ἔστιν τῆς ῥητορικῆς μέρος τὸ πανηγυρικὸν καὶ τὸ πολιτικὸν καὶ τὸ δικανικόν, ὃν τρόπον αὐτὸς οἴεται κατὰ τὴν

48
ἅπασαν γραφήν, ὥσπερ οὐδὲ τοῦ κυνὸς μέρος τὸ θαλάττιον ζῶιον καὶ τὸ χερσαῖον. Τοίγαρ οἰόμενοι οὕτω ῥᾶιστα διασαφεῖσθαι τοὺς περὶ τὸν Ἐπίκουρον ἡμῶν οὐ διαφερομένους ἐν τῶι πρὸ τούτου τὸν Μητρόδωρον διαλεγόμενον παρεθήκαμεν. Χαριζόμεθα δὲ τἀνδρὶ τὸ πλῆθος τῶν κεφαλαίων, διʼ ὧν ὡς ἐλέγχων περιίσταται τὴν δόξαν ἡμῶν· οὐδʼ ἂν ἐμνήσθημεν μὰ τοὺς θεοὺς αὐτῶν — τί γὰρ ἔμελλον, οὔτʼ ἐγδοθείσης κατʼ αὐτῶν γραφῆς τῆς τε πρὸς αὐτοὺς ὑπομνηματικῆς οὔσης; — ἀλλʼ ἵνʼ ἐγδηλῶμεν, ὡς ἔνιοι θαύματα [*](IXa) ποιοῦσιν

ἐν φιλοσοφίαι, καὶ ταῦτα πρὸς τούτους ἀνατεινόμενοι ὑπογράψομεν. „Ἐρωτῶ γάρ, ὦ βέλτιστε ἀνδρῶν, φήσεις, τῶν ἀπάντων, τίς ὁ ἐκεῖνʼ ἀναγράψας ἐστίν;“ Οὐ Ζήνωνγε. —

Τοοῦ δὲ ἐν τῆι φιλοσοφίαι τῆι καθʼ ἡμᾶς ἀνεστραμμένου καὶ τῶν ἡγουμένων τοὺς Ἰσοκρατείους λόγους καὶ τοὺς ὁμοίους οὐκ ἀμεθόδως καὶ σχεδιάζεσθαι καὶ γράφεσθαι κατʼ ἄκραν ἐλενκτικόν ἐστι τὸ „δοκεῖν Ἐπικούρωι τέχνην οὐχὶ μὲν ὑπάρχειν ὄχλων πειστικὴν πάντως οὐδὲ πλεοναζόντως, καὶ τὸ τοὺς οὐ ῥητορῖκοὺς ἐνίοτε μᾶλλον πείθειν τῶν ῥητορικῶν, καὶ τὸ τοῖς θορύβοις ἧττον περιπείπτειν τοὺς πανηγυρικοὺς καὶ τῆς τεχνολογίας μετέχοντας τῶν οὐδέν· καὶ τὸν Ἐπίκουρον καὶ ὀνομάζειν ὡς τέχνας μέν, τοὺς ἐπιστήμονας δʼ ὠφελεῖσθαι καὶ τοῖς ἐκ τῶν διατριβῶν, οὐχὶ δὲ

49
φάσκειν χάριν τούτου τισὶν ἀκολουθεῖν τὸ τέλος· κἂν ἔχηι καθʼ ὑπόθεσίν τις τὴν ἀεὶ πείθουσαν πολλοὺς δύναμιν, οὐκ ἀγαθῶν ἀλλὰ μεγάλων κακῶν αἰτίαν αὐτὴν εἶναι.“ Ἔδει γοῦν, ἃ χάριν τοῦ μὴ πολειτικῆς εἶναι τέχνην οἱ περὶ τὸν Ἐπίκουρον ἀποδεικνύουσιν, ἕνεκα ταύτης μόνον λέγεσθαι νοεῖν, οὐχὶ καὶ χάριν τοῦ μηδʼ ἄλλης τινὸς μεθόδου σοφιστὰς εἶναι ἐνπεί

ρους, καὶ τῶν ἄλλων ὁτιοῦν ταὐτὸ τοῦτο λέγομεν [*](Xa) παρίστασθαι· πλὴν εἰ προσάγεται ταῦθʼ ὅμως διὰ τῆς γραφῆς καὶ τἆλλα περισσομυθεὶ διοικεῖται, παρέντες καὶ παραλεξάμενοι πάντα τὸ ὅλον σχεδὸν βυβλίον κατεσχηκότα, τὸ δὲ μέρος ἐκεῖνο μόνον ἡγησάμενοι πρὸς αὐτούς, διʼ οὗ φησιν ῥητῶς ἄτεχνα τὰ μέρη ὑπολαμβάνεσθαι τῆς ῥητορικῆς .κ .επαμα. ων | με --- θε. αι αηοσιοιθ. | ετι --- ανα --- ειδεχον | οὐχ ὅλον --- νταδιην | εγαφηι --- α --- ἐξ ἐπῶν σχεδὸν τρισχιλίων κατανοήσομεν ἐξετάζεσθαι ἀναμφιλέκτως.

Ἵνα δὲ παριστῆι διελεγχόμενον ὁ Ἐπίκουρος τὸν νεανίσκον τὸν ἐκ μελέτης ῥητορικῆς ὡς ἂν δύναμιν ἐπαγγελλόμενον τοῦ σοφιστεύειν τὴν πανηγυρικὴν καὶ

50
τὴν πολειτικήν, ποιεῖ τὸν Ἰδομενέα μετὰ τὸ παρρησία ἔστωʼ μέχρι τῶν ‘ἔγνωστο ὑμεῖνʼ ἐξαιτούμενον συγγνώμην, εἰ νέος ὢν θρασύνεται, καὶ συνάπτοντά τινʼ αὐτὸν τοιαῦτα κατὰ λέξιν·

„Θαυμαστὸν δή, εἰ σὺ μὲν οὐδὲν ἐξείργου διὰ τὴν ἡλικίαν, ὡς αὐτὸς ἂν φήσαις, τῶν κατὰ σεαυτὸν ἀπάντων νέος ὢν πρεσβυτῶν ἀνδρῶν καὶ ἐνδόξων πολὺ ἐν

[*](XIa)

τῆι ῥητορικῆι δυνά μει ὑπερέχειν.“

Ὡς δʼ ἄν αὐτοῦ ἔφησας τοῦθʼ, οὗπερ ἠθέλησας· παρρησία ἔστωʼ καὶ ἃ ἐπηνέγκατο· εἶτα· „θαυμαστὸν δή φημι, εἰ σὺ μὲν οὐδὲν ἐξείργου διὰ τὴν ἡλικίαν ἐν τῆι ῥητορικῆι δυνάμει προέχειν, ὃ δοκεῖ τριβῆς εἶναι καὶ συνηθείας πολλῆς, τοῦ δὲ θεωρῆσαι τὰ πράγματα, ὡς ἔχει, διὰ τὴν ἡλικίαν ἔστιν ἐξείργεσθαι, οὗ μᾶλλον ἄν δόξαι ἐπιστήμη αἰτία εἶναι ἤπερ τριβὴ καὶ συνήθεια“.

‘Διὰ ταύτην, φασίν, τὴν ἀπόφασιν τὴν ῥητορικὴν

51
ἀπλῶς ἄπασαν αὐτῷ ἀναπέφανται τριβῆι περιγίνεσθαι καὶ συνηθείαι καὶ οὐδὲ ἕν μέρος ταύτης οὕτωι δεῖσθαι τέχνης, καὶ σαφῶς τῶι λόγωι ἔοικεν ἐγδιδάσκειν, προσδιαστέλλων, τὰ ποῖα ἕπεται ἐπιστήμηι καὶ τὰ ποῖα τριβῆι καὶ συνηθείαι, καὶ τὸ τῆς ἐπιχειρήσεως οὕτως ἐπιφέρεται οὔτʼ ὄν ἀπίθανον οὔτε κωφόν· “εἰ τὸ δυσκρατὲς ὄν διὰ τὸ ἀμέθοδον ἔστι γείνεσθαι περὶ νέον, πολλῶι μᾶλλον τὸ διʼ ἐπιστήμης ἅτε μεθόδοις καὶ στοιχειώσεσιν καθολικαῖς ἀναλαμβανόμενονʼ; Εἰ δέ γε τέχνηι ἡ ῥητορικὴ συνείχετο ἤτοι ἅποσα ἢ καὶ μέρος αὐτῆς, κωφὸς ἂν ὁ λόγος ἐγίνετο τοιοῦτος ὤν· ‘εἰ τὸ μεθόδωι γινόμενον οὐ κωλύεται περὶ νέον