Volumina Rhetorica

Philodemus

Philodemus. Volumina Rhetorica, Volume 3: Supplementum. Sudhaus, Siegfried, editor. Leipzig: Teubner, 1895.

ὑπάρχειν, πολλῶι μᾶλλον οὐδὲ τὸ μεθό δωι’. Καὶ γὰρ [*](XIIa) οὐδὲ πολειτικὸν καὶ δικανικὸν ἐρεῖ τις αὐτὸν λαμβάνειν μέρος· καὶ γὰρ ῥητῶς τὴν ῥητορικὴν λέγει καὶ πρὸς τὸν ἐπαγγελλόμενον σοφιστὴν πάντʼ ἔχειν τὰ μέρη· διόπερ οὐκ ἀποχωρήσαντος, γελοίως ὁ Ἐπίκουρός ἐστι τῆι μεταβάσει κεχρημένοςʼ.

Τοιούτων δή τινων ὡς εἰπεῖν δυνάμει γεγραμμένων

52
τὸ μὲν ὑπολαβεῖν, ὅτι τὴν ἀπόφασιν ποιεῖ ταύτην ὁ Ἐπίκουρος περὶ ἀπάσης ῥητορικῆς, οὐ μόνης τῆς πολειτικῆς, καὶ ταῖς τοῦ Συμποσίου λέξεσιν ἀκολουθεῖ τοιαῦτα, τοῖς τε ἔπεσιν ἀντιλακτίζον καὶ τῶι νῶι· οὐ, γὰρ μέχρι τῶν λέξεων τούτων ὁ σοφιστὴς οὐθὲν ἐπήγγελται περὶ τούτου, ἀλλʼ ὅτι τὰ ἰσόκωλα καὶ τὸ τῆς ἐμφάσεως καὶ τῆς ἐναργείας καὶ τὸ ἕτερον πᾶν ἐστιν περὶ τὴν πολειτικήν, καὶ ταύτης ἕνεκα μόνης καὶ προσδεῖσθαι φάσκει ὁ σοφιστὴς τῆς ἑτέρας δυνάμεως. Ἀλλʼ εἰ τὴν σοφιστικὴν ῥητορικὴν ἀρέσκει, καθάπερ ἀρέσκει, τέχνην εἶναι, προσδεομένην δὲ τέχνην πολλῆς λίαν τριβῆς καὶ συνηθείας — οὐ γὰρ ἀδύνατον οὐδʼ ἀθετούμενον ὑπὸ τῶν ἀνδρῶν ἐπιστήμας τινὰς πολλῆς τριβῆς ἐπιδεῖσθαι καὶ συνηθείας — πῶς κωφότερος Ἐπίκουρος γείνεται ἐκ τούτων; πῶς δʼ εἰ τὸ μὲν πολειτικὸν

[*](XIIIa)

εἶδος ἢ μέρος τῆς ῥητορικῆς τριβῆς δεῖται πολλῆς καὶ συνηθείας, τὸ δὲ σοφιστικὸν ἐπιστήμης μόνης, κωφὸς ὁ λόγος γίνεται; πρὸς θεῶν δηλωσάτω τις ἡμεῖν. Οὐ γὰρ δὴ τοιοῦτός ἐστιν, καθάπερ οὗτός φησιν· „εἰ τὸ μεθόδωι περιγινόμενον ἔστι περὶ νέον, πολλῶι μᾶλλον ἔσται τὸ μεθόδωι γινόμενον“ ἀλλὰ

53
τοιοῦτος· „εἰ τὸ μὴ μόνον διὰ μεθόδου παραγεινόμενον“. Εἰ γὰρ τὰ δύο κατακρατῆσαι ἄμα νέῳ δυνατόν, ἐνδεχόμενον δήπου καὶ περιγίνεσθαι νέῳ θἄτερον.

“Των --- αι φυλαξ. μ. ιδειλφω — — μὴ θεῖναι πρὸς θεῶν ‘ὃ τριβῆς ἐστιν καὶ συνηθείας πολλῆςʼ καὶ οὕτωι προσάγειν τὸ προκείμενον, προσθεῖναι δὲ

54
τὸ ‘δοκεῖʼ δισταγμόν — (es fehlen 6 Ζeilen) — εἰ μὲν ἐστοχάζετο κατὰ τὴν λέξιν τοῦ ῥητορικοῦ, καὶ διὰ τοῦτο ἀρέσκειν εἰπεῖν, ὃ κινεῖ· εἰ δὲ μετά τινος ὑποστολῆς ἐπετίθετο, καὶ διὰ τὸν στοχασμόν· καὶ γὰρ τοῦτʼ οὐ μόνον ἐπὶ τῆς ῥητορικῆς ἀλλὰ καὶ ἐπὶ τῆς φρονήσεως ἐτήρησε, κἀκεῖ τὸ “δοκεῖ’ προσθείς· καὶ

[*](XIVa)

τὸ ‘δοκεῖ’ δεξόμεθα δηλαδὴ καὶ ἐπὶ τοῦ πολειτι κοῦ μέρους, ὃ πανταχῆι κεκράγασιν ὥς ἐστιν ἄτεχνον, καὶ τὸ πιθανὸν τῆς ἐπιχειρήσεως οὐκ ἐγ δισταζομένου προσάγοιτʼ ἄν ἀλλʼ ἐξ ὁμολογουμένου’.

Καὶ τίνα τρόπον, ἐὰν τούτοις συνβοηθήσωμεν, εὐγνώμονες, οὐκ εὐήθεις ὑποληφθησόμεθα; Τό τε γὰρ ὑποστέλλεσθαι τἀληθῆι λέγειν καὶ διστάζειν πῃ περὶ τῶν εὐδοκούντων ἑαυτῶι τοῦ ῥητορικοῦ στοχαζόμενον ἀνοίκειον καὶ τοῦ διαλεχθέντος νεανίσκου καὶ τοῦ τὴν κοινολογίαν ἀναγράφοντος Ἐπικούρου, καὶ ταῦτα μετὰ παρρησίας ἀκροτάτης καὶ ἀνυποστόλως τἆλλά τε καὶ ἐν τούτωι τῶν πρὸς τὸν ἄνθρωπον τεταγμένων λόγων. Πῶς δʼ ἂν εἴη θιγεῖν τινος καὶ πικρότερον; Ἀλλὰ τοῦτό γε τἀνδρὶ παρείσθω, πότερον ὑποστελλόμενος ἔφη ἢ καὶ διστάζων ἢ τέχνην ὑπειληφώς, τὸ δὲ ἄλλοις τισὶν προφερόμενον ἢ κατὰ τὸ παρόν, ὡς ἀσαφὲς αὐτὸ ποιούμενος, εἴτʼ ἔστι τινὸς καὶ τέχνης, εἴτε μηθὲν ἔχει τέχνης ἴδιον, καὶ ἀληθές ἐστι καὶ χαρακτηρικῶς τοῖς ἀνδράσιν σύνηθες ποιεῖν· καὶ γὰρ τετηρημένον καὶ ἐπὶ τῆς φρονήσεως· ἐν [*](XVa) αὐτοῖς τε τοῖς ἔπειτʼ ἐγίνετο ἂν στοχασμὸς

τοῦ ῥητορικοῦ, τῆς ‘δοκεῖʼ φωνῆς κἀνταῦθα παρατιθεμένης· ὁ δʼ ἐπαγγελλόμενος ῥητὰς παρατεθήσεσθαι διαλέκτους

55
οὐ λιπαρεῖν ὀφείλει, τοῦτʼ ἐγδέχεσθαι τοὺς ἀκούοντας, ὃ βούλεται, καὶ ἄλλων δηλουμένων.

‘Καὶ δὴ γὰρ οὐ φῇς, μὴ ὑποστελλόμενον, οἷον Ἐπίκουρον λέγεις, αὐτῶι τούτωι συνκατατίθεσθαι τοῖς ἄτεχνον τὴν ῥητορικὴν λέγουσιν;ʼ

Τύτε δὴ καὶ σαφῶς ἀρέσκειν φημὶ ἐν ἄλλοις τέχνην εἶναι κατὰ τὴν ἀλήθειαν, ὃ ἐπὶ στοχασμὸν τοῦ ῥήτορος ἀνάγειν μανικόν.

‘Ἀλλὰ δεξόμεθα τὸ ‘δοκεῖʼ καὶ ἐπὶ τῆς πολειτικῆςʼ.

Εἰ θέλεις, δεχώμεθα, μηδὲν φοβηθέντες, εἰ αὐτὴν ἐν ἄλλοις ἀμέθοδον· καὶ γὰρ ἡμεῖς τὸ ‘δοκεῖ’ νῦν ἐπὶ τῆς σοφιστικῆς προσδεχόμεθα κεῖσθαι τῶι μὴ παρὰ τοῦτον νῦν κυροῦσθαι μηθὲν τὸν λόγον, καίπερ ἐμ πολλοῖς τέχνης λεγομένης.

Εἰ δʼ ἠρώτησέν τις καθιριαν --- ι Ἐπίκουρον, εἴπτερ τρανώσειε τοὺς λόγους, τὸ ποῖον εἶναι εἶπεν τεχνικὸν καὶ τὸ ποῖον ἄτεχνον, οὐ κατὰ τὸ πιθανὸν ἐξ ὁμολογουμένου, κἂν περὶ ἄλλου δίσταγμα προσῆι, προσαγαγεῖν

56
ἂν ἔφη τὸ προκείμενον· διστάζεται μὲν γάρ, εἰ

[*](XVIa)

πᾶν ἐν τριβῆι καὶ συνη θείαι, σύμφωνον δʼ ἐστὶν τὸ δεῖσθαι πολλῆς τριβῆς καὶ συνηθείας· τὸ τοίνυν ‘δοκεῖ’ τῶι δισταζομένωι προσθεὶς ἐκ τοῦ, κἂν τὸ δισταζόμενον παρεθῇ, διδομένου προσάγει τὸ προκείμενον.

Ἐφεξῆς δὲ πρὸς τὸ συστῆσαι, διότι δή τις τέχνη κατʼ Ἐπτίκουρόν ἐστιν ἡ ῥητορική, τοῦθʼ ἡμεῖς παρετίθεμεν λέγοντες· „εἰ μόνην τριβὴν αὐτὴν ἐνόμιζεν εἶναι καὶ συνήθειαν, οὐκ ἂν τὸ ‘δοκεῖʼ προσέθηκεν·, οἱ δὲ ἔφησαν οὐ δηλοῦσθαι τὸ λεγόμενον ὑφʼ ἡμῶν ἤτοι μὴ τοῦτο δηλοῦσθαι μόνον. Εἰ μὲν τὸ πρῶτον, οὐ συνίεμεν ἡμεῖς ἑλληνιστὶ διαλεγομένων, εἰ δὲ τὸ δεύτερον, διὰ τίνʼ αἰτίαν αὐτοὶ χρῶνται ἀμφιβόλοις λέξεσιν ἐν τοῖς πρὸς ἡμᾶς ἐλέγχοις;

Παραστήσω δὲ μὴ μόνον ἐπʼ αὐτῶν τῶν προκειμένων ἀσάφειαν ὑπάρχειν, ἀλλʼ Ἐπίκουρον τοῖς ἐφεξῆς περὶ φρονήσεως λόγοις ,,οὗ μᾶλλον ἂν δόξειεν ἐπιστήμη αἰτία εἶναι ἤπερ τριβή“ πάλιν ἀμφιβόλους τεθεικέναι διαλέκτους, καὶ ἠμφισβητημένως ἐλέγξω προσφερόμενον αὐτὰς καὶ δηλούσας μὲν τὸ τῆς ῥητορικῆς καὶ διʼ ἐπιστήμης τινὸς καὶ διὰ συνηθείας δὲ καὶ διὰ τριβῆς περιγεινόμενον, μᾶλλον δὲ διὰ τῆς τριβῆς καὶ συνηθείας ἢ διὰ τῆς τέχνης, τὸ δὲ φρονήσεως διʼ

[*](XVII)

ἀμφοτέρων μέν, μᾶλλον δὲ διʼ ἐπιστήμης ἤπερ διὰ συνηθείας καὶ τριβῆς, δηλούσας δὲ τὸ τὴν φρόνησιν μὲν διʼ ἀμφοτέρων, μᾶλλον δὲ διὰ θἀτέρου, τὴν δὲ ῥητορικὴν διὰ μόνου θἀτέρου, καὶ τρίτον τὸ καὶ τὴν φρόνησιν διὰ μὲν ἐπιστήμης περιγίνεσθαι, διὰ δὲ

57
ἱστορίας καὶ τριβῆς μὴ παραγίνεσθαι. Τὴν δὲ γραφὴν ὁ συστησάμενος ταύτην ἀποκληρώσας τοῦτό φησιν αὐτὰς διασαφεῖν, ὅτι ῥητορικὴ μὲν τριβῆι μόνον καὶ συνηθείᾳ παραγείνεται, φρόνησις δʼ ἐπιστήμηι μόνον. Ἀλλὰ γὰρ κἂν τὸ “δοκεῖ’ ἐν τῶι τόπωι μὴ προσποηθῶμεν ἀλλʼ ἀφέλωμεν αὐτὸ παντελῶς καὶ τὰς φωνὰς οὕτως ὑποθώμεθα κατακεχωρίσθαι· „Σὺ μὲν οὐκ ἐξείργου τῆι ῥητορικῇ δυνάμει προέχειν, ὅ τριβῆς ἐστι καὶ συνηθείας πολλῆς“, τίνα τρόπον τοῦθʼ, ὅπερ ἀξιοῦσιν, διασαφεῖται τὸ μὴ περιγείνεσθαι καὶ τέχνηι τὴν ῥητορικὴν ἀλλὰ μόνον τριβῆι καὶ συνηθείαι; Τῆι γὰρ αὐτῆι φορᾶι ἂν εἴπαιμεν· πολλῆς μὲν φιλοπονίας ἐστὶ δηλονότι τὸ φιλοσοφεῖν καὶ ἡ φιλοσοφία, πολλῆς δʼ ἄγαν εὐτυχίας ἡ βασιλεία, καὶ πολλῆς ἐστι κακοπραγίας πτωχεία, καὶ πολλῆς ἐστι συνηθείας φιλία·

καίτοι οὕτω γʼ οὐ δεὶς ἐγένετο ἀγροῖκος, ὥσθʼ ὑπολαβεῖν [*](XVII) ἡμᾶς λέγειν διὰ μόνης φιλοπονίας τὸ φιλοσοφεῖν καὶ τὴν φιλοσοφίαν περιγίνεσθαι καὶ τὴν βασιλείαν διὰ μόνης εὐτυχίας καὶ τἆλλα παραπλησίως. Οὕτως τοίνυν εἰπόντος Ἐπικούρου, διότι ,,πολλῆς ἐστιν ἡ ῥητορικὴ τριβῆς καὶ συνηθείας· οὐχ ὑπακουστέον τὸ ‘μόνης’ ἀλλὰ μόνον τὸ „δεῖται πολλῆς τριβῆς καὶ συνηθείας·. Τὸ γὰρ “ἔστιν’ ἐπὶ τοῦ “δεῖται’ τίθησιν, ὅταν οὕτως ὁμειλῶμεν, ἡ συνήθεια· τό τε μετριώτατον, ὅ ὑπὸ τῶν λέξεων σημαίνεται, καὶ οὐχὶ θἄτερον μόνον ἢ αἰεὶ θἄτερον σημαίνεσθαι ῥητέον. Ἔτι τοίνυν ἕνεκα τῶν διαλέκτων, ὧν ἄνθρωπος παρατέθεικεν οὗτος, ἄδηλον εἶναί φημι, πότερον ἐκ συνηθείας καὶ τριβῆς μόνον περιγίνεσθαι τὴν ῥητορικὴν ὑπελάμβανεν

58
ὁ Ἐπίκουρος ἢ καὶ διὰ τέχνης καὶ τριβῆς ἢ οὐδʼ ὅλως ἐκ τριβῆς καὶ συνηθείας. Πρόκειται γὰρ ἐν ἀρχῆι μέν· „Θαυμαστόν φαμεν, εἰ σὺ μὲν οὐδὲν ἐξείργου διὰ τὴν ἡλικίαν, τῶν ἀπάντων δὲ νέος ὢν πρεσβυτέρων ἀνδρῶν καὶ ἐνδόξων πολὺ ἐν τῆι ῥητορικῆι δυνάμει [*](XIXa) ὑπερέχειν ἕλε

γες“. Τἀνδρὸς δέ· „Θαυμαστὸν δή, εἰ σὺ μὲν οὐθὲν ἐξείργου διὰ τὴν ἡλικίαν ἐν τῆι ῥητορικῆι δυνάμει προέχειν“. Ἐπέζευκται δὲ τούτοις· ,,ὃ δοκεῖ τριβῆς εἶναι καὶ συνηθείας πολλῆς“. Οὐκοῦν δυσὶν τούτοις — λέγω δὲ τῇ τε „ῥητορικῇ δυνάμει“ καὶ τῶι ,,πολὺ ὑπερέχειν πάντων τῶν πρεσβυτέρων καὶ ἐνδόξων· — ἐπέζευκται τὸ „ὃ δοκεῖ τριβῆς εἶναι καὶ συνηθείας πολλῆς; Ὀταν δὲ δυσὶν δήπου προταχθεῖσιν ἐπανενεχθῆι τι, πάντως ἀμφίβολον γίνεται, τίνι τῶν προκειμένων ἐπέζευκται· διόπερ ἀμφίβολον γίνεται καὶ τὸ ,ὅ δοκεῖ τριβῆς εἶναι καὶ συνηθείας πολλῆς· πότερον τῆι ,ῥητορικῆι δυνάμει “ ἐπενεκτέον ἢ τῶι„πολὺ πάντων ὑπερέχειν“. Εἰ γὰρ οἰόμενος ἔτυχε, τὴν μὲν ἀνάληψιν τῆς ῥητορικῆς δυνάμεως τέχνῃ μόνον περιγίνεσθαι, τὸ δὲ ἀπάντων τῶν τὴν ῥητορικὴν ἀνειληφότων ὑπερέχειν τριβῆι καὶ συνηθείᾳ, πρὸς μέντοι γε τὴν θέαν αὐτῶν τῶν πραγμάτων, οὐ πρὸς τὴν ἀπάντων ὑπεροχὴν ἀπαρκεῖν καὶ τὴν ἐπιστήμην, τοῦτο κατά γε τὴν φράσιν οἷόν τʼ ἄν ἦν. Ἀλλʼ οὐκ ἄν, οἶμαι, τὸ τοιοῦτο φήσαι τις καὶ περὶ νέον δὴ καὶ ἀληθῶς εἶναι τὸ [*](XXa) πάντων

ἐν τῇ τέχνῃ προέχειν. Εἰ μέντοι τὰ κατὰ

59
τὴν τέχνην τριβῆς δεῖται καὶ συνηθείας πολλῆς καὶ ἀνατεταμένης, συνομολογῶν, τοῦτʼ ἐσχηκέναι, καὶ μᾶλλον ἂν ὁ Ἐπίκουρος ἐστοχάζετʼ αὐτοῦ τοῦτο χαριζόμενος, ὃ ἐκείνῳ μὲν ἐφαίνετο μέγα, τὴν πρόθεσιν δʼ οὐκ ἐμποδίζει. Νὴ Δία μέντοι καὶ ἐὰν βούληι σκοπεῖν, πῶς ἐγδέχεται τοῦτο ὁ συστησάμενος τὸ βιβλίον, κατʼ οὐθὲν φήσει πρὸς τὸ ὑπερέχειν ἀποδεδόσθαι τὸ ‘δοκεῖ’ μᾶλλον ἢ πρὸς τὴν ῥητορικήν, ἀλλ οὐδέν γε λέγων τὸ πᾶν ἀλλὰ τὸ μόριον ἄγνωστον ὑπάρχειν, ποτέρωι τοῦτʼ ἐπέζευκται, σὺ δὲ τὸ μὲν ῥητὸν ἀπομαχόμενος ἔτυχες, συκοφαντικὰς δὲ παρακαλεῖς προχειρότητας. — Καίτοι τί ἄν τις ἐπὶ πλεῖον διατρίβοι; σχεδὸν γὰρ ὑπέρκαιρα καὶ ταῦτα πρὸς τὸν τόπον.

Ἀ μέντοι παρὰ Μητορδώρωι γράφεται μαρτύρια, τὴν δόξαν οὐ μᾶλλον ἐλέγξειεν ἂν τὴν ἡμετέραν ἢ τούτου καὶ τονον --- λειν ἀπὸ τοιούτων τὸν Ἐπίκουρον (es fehlen 3 Ζeilen) προς --- υοιν αὐ

τοῖς [*](XXI)

60
ανα --- σεξα --- εἴων ἄλλων ἄλλαις συνημμένων, καὶ αὐτοὶ δὲ κατὰ διάληψιν, ὡς ἔφαμεν, ἁψόμεθα καὶ τούτων. Νυνεὶ δὲ τὰ κατεπείγοντα καὶ τὰ κατάλοιπα τῆς διεξόδου προσθέντες παραγράψαιμεν ἂν τὸν ὑπομνηματισμόν.

Τὸ τοίνυν οὐκ ἀποτελεῖν κατὰ τοὺς ἄνδρας τὴν σοφιστικὴν ῥητορικὴν τεχνείτας οὐδʼ ἔργον τῆς ἐμπράκτου καὶ πολειτικῆς ῥητορικῆς δηλοῖ μὲν καὶ τὸ πρῶτον περὶ ποιημάτων διὰ πλειόνων — ἀποχρήσει δὲ καί τινα τῶν ἐκεῖθεν ὑφʼ ἡμῶν παρακειμένων οὐ φατικῶς διασαφοῦντα μόνο ἀλλὰ καὶ πίστεις περιειληφότα —, δηλοῖ δὲ καὶ Ἕρμαρχος, διʼ ὧν παρεθέμεθα, μετὰ δὲ τῆς πάσης ἐξεργασίας Ἐπίκουρος ἐν τῶι Περὶ τῆς ῥητορικῆς τελείως ἀνεπιμείκτους διδάσκωον τὰς δυνάμεις καὶ συνεργούσας μὲν οὐθὲν εἴς γε τὴν ἕξιν τὴν πολιτικὴν τὰς διατριβάς, πολλάκις δὲ καὶ μεταβαλλούσας, ἃ προφέρεσθαι νῦν ἐμ μέσωι κείμενα πᾶσιν ματαῖον φαίνεται καὶ περιττόν. Ἀλλὰ μὴν καὶ ταύτην [*](XXIIa) τὴν τοῦ δημηγορεῖν καὶ δίκας λέγειν

ἐνπειρίαν ἀπό τινος τριβῆς καὶ τῶν ἐν ταῖς πόλεσιν ἱστορίας περιγίνεσθαι πολλῶν ἐν τῆι πραγματείᾳ διασαφούντων, ἀρκέσει τὰ παρὰ Μητροδώρωι σαφῶς διδάσκοντα· „Πότερον οὖν τὴν ῥητορικὴν δύναμιν λέγει τις βλέπων

61
ἐπὶ τὴν διάγνωσιν, ὧν πρακτέον ἐστὶν τῶι μέλλοντι εὐδαίμονι εἶναί τε καὶ ἔσεσθαι καὶ οὐ πρακτέον, καὶ ταύτην φησὶν ἀπὸ φυσιολογίας παραγείνεσθαι, ἢ καὶ τὴν πολειτικὴν ἐμπειρίαν, καθ᾿ ἣν ἐκ τριβῆς καὶ ἱστορίας τῶν πόλεως πραγμάτων συνορώιηι ἄν τις οὐκ κακῶς τὰ πλήθει συμφέροντα“; Καὶ μικρὸν προβάς· „τί γὰρ ὑπόκειται, ὃ θεωρεία ποιεῖ, ὥσπερ ἡ περὶ τὰς αἱρέσεις καὶ φυγὰς καὶ περὶ τὰς πολειτικὰς ἐκ τῆς ἱστορίας παρακολουθήσεις“;

Κεκορυφωμένου δ᾿ ἡμεῖν καὶ τοῦδε τοῦ κεφαλαίου χωρῶμεν ἐπὶ τὸ τρίτον. Ἦν δὲ τοῦτο πιστοῦσθαι, διότι δὴ καὶ κατ᾿ ἀλήθειαν ἡ σοφιστικὴ ῥητορικὴ τέχνη τίς ἐστιν περί τε τὰς ἐπιδείξεις, οἵας αὐτοὶ ποιοῦνται, καὶ τὰς τῶν λόγων διαθέσεις, οἳων αὐτοὶ γράφουσίν τε καὶ σχεδιάζουσιν. Φαμὲν τοίνυν τὸ μεθοδικὸν ἔχειν αὐτήν, οὐ πολὺ δὲ καθάπερ οὐδὲ τὴν ποιητικήν.1)

---

Ἀλλ᾿ ἐπὶ τὸ τελευταῖον ἐπανάγωμεν τῶν κεφαλαίων, [*](XXXIIa), ὅπερ ἦν περὶ τοῦ τὴν εὐδοκιμοῦσαν ἐν δήμοις 20 καὶ δικαστηρίοις δύναμιν οὐχ ὑπ᾿ ἄλλης περιγίνεσθαι τοῖς ὅλοις ἐπιστήμης. Πρὸς μὲν οὖν τὰς ὑπολήψεις ἀπόχρη καὶ τὸ δεῖξαι τὴν τῶν διατριβικῶν τέχνην

62
οὐδὲ ἓν πρὸς ταύτην συνεργοῦσαν. Ἀμέλει γὰρ οὐδὲ προσεδοξάσθη μέθοδός τις ἄλλη τῶν πολειτικῶν, ἤπερ ἣν οἱ σοφισταὶ τῶν ῥητορικῶν λόγων παρεγγυῶσιν. Ἐπειδὴ οὖν ἡ σοφιστικὴ κατʼ οὐδὲν συντείνει πρὸς τὸ τὴν δύναμιν ἔχειν, περαίνεται τὸ χωρὶς ἐπιστήμης ἔχειν αὐτὴν τοὺς ἔχοντας.