Volumina Rhetorica

Philodemus

Philodemus. Volumina Rhetorica, Volume 3: Supplementum. Sudhaus, Siegfried, editor. Leipzig: Teubner, 1895.

μὲν καὶ τὴν σύμπασαν μαντικὴν τέχνην εἶναι τούτων, ὧν χάριν προσίασιν αὐτῆι ἀργύριον διὰ φόβον ἐκτείνοντες. Τί δὲ παραλογισμὸν εἶπεν ‘τῶν προσηκόντων εἶναι καὶ τούτοις

19
καὶ φαρμακοπώλαις καὶ μυρίοις ἑτέροις’; πῶς οὐχ ὑπονοήσομεν παραπλησίως ἔχειν ἐπὶ τῆς ῥητορικῆς; Οὐ μὴν ἀλλὰ καὶ τῶι γενέσθαι τινα συνεργίαν τινὶ παρὰ τῶν διατριβῶν συστοίχων πῶς εἶπε --- ο|τωσνηδ --- ε --- λ|σινε --- ου τέχνην πολιτικῆς δυνάμεως πρ --- τας ὥς τινες --- |. εμο. |τ . μενων --- διαλεκτικοῖς ο --- | --- --- ωι | . ν --- βλεπ --- κλε|γειν καὶ π --- τα | πεμπομένους --- |--- σκα --- τα . καὶ βασιλ --- --- ν | δωρεαι --- μηφοβ . τσσ (Ο φοληστα|) μειατασ . υπη . καιτοισ |πε . ευσκαι . λη --- ἐμπείρους πολλοὺς ἰδιώτας εἶναι πάντων τῶν τοι

οὕτων.

[*](XIII)

„Οὐκ ὀλίγοι πρότερον ὄντες ἀδύνατοι προσελθόντες καὶ φιλοπονήσαντες ἐγίνοντο δυνατοί.“

Πρῶτον μὲν οὐ πάντες ἀλλʼ ἔνιοι, καὶ χείρους ἀποβαίνουσιν, παρʼ ὅσον γε τοῖς σοφισταῖς προσεληλύθασιν. Εἰ δὲ λέγειν ἀγαθοὶ γίνονταί τινες, ἀλλὰ διʼ ἄλλας αἰτίας, ἃς μὲν ἄλλοις τόποις εὐκαιρότερον ὑποζεύξομεν, ἄλλοις δὲ καί, διὰ τί διατριβαῖς προσεληλύθασιν. Ἐάν τε καὶ συγχωρηθῆι τοῦτο, τὸ τέχνην αὐτὴν ὑπάρχειν οὔπω συνάγεται· δυνατὸν γὰρ ἀσκήσει καὶ τριβῆι πρὸς τοὺς ἐπιμελομένους τῆς ἀσκήσεως εἰσιόντας ἐνίους κρατεῖν τῆς προθέσεως.

„Οὐκ ἂν τῶν ἀφηγουμένων τοὺς μὲν πολλοὺς καὶ ἀγαθοὺς ἀπετέλουν ἀλλὰ καχεξεῖς.“

Καίτοι γε ὁρῶμεν παρʼ ἐνίων ἀτέχνων ὄντων πολλῶι πλείονας ἐνίοτε καὶ δυνατωτέρους ἐξιόντας ἢ παρὰ τῶν ἐπιστημονικῶς

τοῦτο ἀκριβούντων, ὅ μᾶλλον [*](XIV)

20
ἀποφατικόν ἐστιν τοῦ μὴ εἶναι τέχνην τὴν ῥητορικήν. Φαίνεται δὲ ταὐτό, κἂν παρὰ τῶν ἀτέχνων λεγομένων ὀλίγοι μόνον ἐξίωσιν ἀγαθοὶ καὶ δυνατοὶ τέχνην οὐ μαθόντες. Οὐ μὴν ἀλλὰ κἂν ἄσκησις ἦι κἂν μὴ τέχνη, δυνατὸν τοὺς μὲν ἐπιμελέστερον καὶ ἐμπειρότερον, τοὺς δʼ ἧττον ἀλείφεσθαι, καὶ διὰ τοῦτο τοὺς μὲν μᾶλλον, τοὺς δʼ ἧττον ἀποτελεῖν ἀγαθούς. Ἔνιοί τε ἀφέντες τὰ τῆς σοφιστικῆς παιδί, νοῦν δὲ κοινὸν ἔχοντες τῶν τε νομικῶν ἐμπείρους κατασκευάζουσιν, καὶ ἃ παρατετηρήκασιν ἐν δήμοις καὶ δικαστηρίοις, ὡς ἐνδέχεται μάλιστʼ, ἐνποιοῦσι· τοίγαρ εἰ οἱ μαθηταὶ ἀκολουθοῦσι τοιούτοις μηδὲ σοφιστικὰς ἀπραξίας ἀναδιδόντες κατατρίβουσιν καὶ σύνεισιν δʼ ἐνίοτέ τισιν εὐφυέσι πρὸς [*](XV) τὸ λέγειν, παραβεβληκέναι πάντως λέγονται

σοφισταῖς, καὶ κατʼ ἐκεῖνον ὠφελούμενοι τὸν τρόπον δόξαν παρέχουσιν, ὡς ὑπὸ τῶν σοφιστῶν γεγόνασιν τοιοῦτοι.

„Πέμπουσιν οἱ δημηγόροι καὶ δικολόγοι τοὺς υἱοὺς καὶ πρὸς σοφιστὰς ὡς μαθησομένους, ἃ καὶ αὐτοὶ διδαχθέντες ἀπετελέσθησαν δυνατοί.“

Πρῶτον μὲν οὐ πάντες ἀλλʼ ὀλίγοι κραυγάζουσιν ἀπολωλεκέναι τὸν χρόνον, ὃν εἰς σοφιστοῦ πεφοιτήκασιν, καὶ τοὺς οἱοὺς ἐπὶ τὸν οὑτων ἄγουσι διδάσκαλον, τὸν δῆμον, ὅμως δʼ, εἰ ποσόν τι δύνανται συνηρτημένοι διὰ τῶν διδασκαλείων, βούλεσθαι μηδὲ τούτου στερηθῆναι τοὺς υἱούς· οὐχὶ τεχνίτην ἐκεῖθεν ἀναλαβεῖν πολιτικήν· κἂν ἐργαστήριον δή τι τὴν διατριβὴν ἀσκήσεως λόγων νομίζωσιν, ἀφʼ ἧς τις ἂν προβιβάζεσθαι νέος ὢν δύναιτο, αὐτοί γʼ ἀφέντες σοφιστικὴν ζηλοῦσι τοὺς ἐν τῶι ἀγωνίζεσθαι γενομένους καὶ τὴν ἱστορίαν

[*](XVI)

ἀνειληφότας τῶν πολιτικῶν. Ἔνιοι δʼ οὐδʼ ὅλῶς ἵνα πρὸς πολιτικὴν δύναμιν ὠφεληθῶσιν, ἀλλʼ ὅπως ἂν

21
τῶν κοινῶν καὶ καλῶν εἶναι δοκούντων μαθημάτων μεταλάβωσι, πέμπουσι τοὺς υἱοὺς ὡς πρὸς τἆλλα καὶ πρὸς τοὺς ῥητορικούς. Ἐῶ γάρ, ὅτι καὶ πλανᾶσθαι τοὺς ἀποστέλλοντας οὐκ αἰσχυνθησόμεθα λέγειν, δυσβλέπτους ὄντας τῶν ἐπὶ τὴν δύναμιν αὐτοὺς τὴν ἔμπρακτον προβιβασάντων.

„Ὥσπερ ἐμ μουσικῆι καὶ γραμματικῆι παραδόσεις τινῶν εἰσιν ἀγνοουμένων, οὕτως καὶ ἐπὶ ῥητορικῆς, καὶ οὐκ ἀμέθοδος ἡ μελέτη γίνεται.

Παραδόσεις ἀγνοουμένων δύνανταί τινες εἶναι, κἂν μὴ κατά τινα τέχνην ἐνγίνωνται, κατὰ δʼ ἱστορίαν ἢ παρατήρησιν ἤ τινα τοιοῦτον τρόπον· τίθησί τε τὸ „τὰς μελέτας οὐκ ἀμεθόδους ποιοῦνται“ φατικῶς μόνον,

χωρὶς πίστεως ἀλλάττων ἐπὶ τὴν τέχνην. Εἰ δὲ [*](XVII) καὶ περὶ τοὺς ἀληθινοὺς ἀγῶνας τέχνην τὴν σοφιστικὴν ὑπάρχουσαν ὁ λόγος θέλει προσβιβάζειν, καὶ περὶ ψευδῶν τελείως ἀγωνίζεται· μεθοδικόν τε γὰρ οὐθὲν οἱ σοφισταὶ παραδιδόασιν ἐν ταῖς μελέταις πρὸς μάθησιν τῆς ἐν τοῖς ἀληθινοῖς ἀγῶσι δυνάμεως, οὐδʼ ἄλλο τι συμβάλλονται πρὸς τὴν ἕξιν ἐκείνην, ὡς καὶ λόγους περιποιεῖ θαυμαστοὺς ἡ τῶν πολιτικῶν ἐμπειρία, τεχνικὸν δʼ οὐδὲν ἐπιφέρεται. (Es folgen 13 fast leere Ζeilen) —, ἐπειδὴ τὰς μὲν λεγομένας τεχνολογίασ

ἀναδιδόναι δοκοῦσιν αὐτοῖς, ταῖς δ’ ἐπιστήμαις [*](XVIII)

22
ταὐτὸν δυναμένας τέχνας μηδʼ ἀρχὴν ἔχειν, καὶ δύναμιν καὶ τεχνολογίας ἀναδιδόντες ὀνείρους ἀναδιδόναι χάριν ἀπάτης τῶν ἐντυγχανόντων ὡς οἱ Χαλδαῖοι καὶ μάντεις, ἴσως δὲ καὶ αὐτοὶ πλανώμενοι. Προσάγεταί τʼ, εἴπερ ἄρα, τὸ τέχνην εἶναι τὴν σοφιστικήν, τὸ δὲ καὶ τῆς πολιτικῆς εἶναι τέχνην οὐδʼ αὐτοῖς που δοκεῖ.

„Οὐδεὶς ἐμέλλησεν τῶν δυνατῶς καὶ συνετῶς λεγόντων ἐν δήμοις καὶ δικαστηρίοις τεχνικῶς οὐδὲ ἓν λέγειν·“

Καίτοι γʼ ἔκειτο πρὸς τὴν ῥητορικήν, εἰ τεχνικῶς μὲν ἐν δήμοις καὶ δικαστηρίοις δοκοῦσί τινες ἀναστρέφεσθαι, μέτεστι δὲ τοῖς διατριβικοῖς οὐδὲ ἓν τῆς ἐν ἐκείνοις ἀρετῆς. Οὐ μὴν ἀλλὰ κακῶς ἐρεῖ τις ἡμᾶς λέγειν καὶ παρʼ ἀδιαληψίαν τοῦ τὰ ποῖα διὰ τέχνης καὶ τὰ ποῖα χωρὶς τέχνης περιγείνεται· καὶ γὰρ κυνδαλισμῶν [*](XIX) λέγομεν ἐνί

ους πάντες ἐπίστασθαι καὶ καταχρώμεθα δὲ πολλάκις ἐν τῆι συνηθείαι τῷ τῆς τέχνης ὀνόματι, καθάπερ καὶ ξύλα συνδεῖν ἐνίοτε καὶ βαστάζειν

23
καὶ πονηρεύεσθαι τεχνικῶς λέγομεν, καὶ νῦν ποιεῖν ἡμᾶς οὐκ ἂν ῥαιδίως τις ἀθετῆσαι. Τὰ δʼ αὐτὰ παραπλησίως ἐφαρμόσει, καὶ ἐπειδὰν δυεῖν τούτων τὸν μὲν ἄτεχνον λέγωμεν εἶναι, τὸν δὲ τεχνίτην.

„Ὥσπερ ἰδὼν ἄγαλμα καλὸν εἴπαις ἂν χωρὶς λόγου τέχνης ἔργον εἶναι, τὸν αὐτὸν τρόπον ἐρεῖς ἱστορήσας τὰ τῶν πολιτικῶν ἔργα.“

Τοῦτο μὲν ἐπὶ τῶν συνγραμμάτων, ἃ συντετάχασιν οἱ πανηγυρικοὶ ῥήτορες, ἀξιούμενον οὐκ ἀπίθανόν ἐστιν, εἰ καὶ χωρὶς λόγου γνοίη τις, ὅτι τέχνης ἔργα ταῦτʼ ἐστιν· ἐπὶ δὲ τῶν πολιτικῶν ἔργων, ἃ παρατιθέασιν, οὐδʼ ὄντων περί τι τεχνικὸν πῶς νοῦν ἔχον τέχνην ἀποφαίνειν ὡς ἐπʼ ἀγάλματος καλοῦ; οὔκ

ουν [*](XX) ἐνδέχοιτʼ ἄν μέθοδον ἐνκρῖναι ἢ τέχνην ἀνάσκητον οὐδʼ ἀπείραστον τελέως· ὥστε κἂν τυχὸν εἰπεῖν, ἕως ἄν τις ἐνεχθῆι πίστις ἀναγκάζουσα ταὐτὸν ἐπὶ τούτου τε καὶ τῶν παρατεθέντων προσδέξασθαι, διότι δοκεῖ μόνον ἔχειν ἀξιοπιστίαν τὸ ἐπιχείρημα, πλεῖον δʼ οὐδὲ ἕν.

„Εἰ μὴ τέχνη ἦν, τὰ τῶν πίστεων οὐκ ἂν ἐμελέτων, ὃ ποιοῦσιν ἐκεῖ διδαχθέντες.“

Ἀλλʼ οὐ μόνον ὁ μὴ μαθὼν τὴν τέχνην ἀδυνατεῖ τὰ τῆς τέχνης ἔργα συντελεῖν ἀλλὰ καὶ τὰ διʼ ἀσκήσεως καί τινος ἱστορίας καὶ παρατηρήσεως ἀδυνατεῖ ποιεῖν ὁ τούτων ἀμοιρήσας· ὅταν τε παρατηρήσῃ, φήσω, τὰ τοῖς ὄχλοις μάλιστʼ ἀρέσκοντα καὶ τὴν τριβὴν περιποιήσηται καὶ τἆλλα προσενέγκηται τὰ κατὰ μέρος,

24
οὐδὲ ἓν προσδεηθεὶς ἄκρως ἐν τοῖς πολιτικοῖς ἀναστραφήσεται, καὶ τὰ πράγματα τὴν τούτου παρέξεται [*](XXI) καὶ συμπαράξεται

πίστιν. Ἐκεῖνο δὲ μᾶλλον ἔμβριθές ἐστι τεκμήριον τοῦ μὴ πολιτικὴν τέχνην εἶναι τὴν σοφιστικήν, ὅ τις ἂν εἴπειεν ἀντιστρέψας, Εἰ τέχνη τίς ἐστιν ἐκείνη, ταύτης ὁ μαθὼν τὰς τεχνολογίας εἰς δῆμον ἢ δικαστήριον λεγέτωι παρελθών.

Τὰ μὲν οὖν εἰρημένα τισὶν ὑπέρ τε τοῦ τέχνην εἶναι τὴν ῥητορικὴν καὶ ὑπὲρ τοῦ μὴ τέχνην τοῦτον ἡμῖν ἐπεσκέφθω τὸν τρόπον. Τῶν δʼ ἡμετέρων τοὺς λέγοντας τὴν ῥητορικὴν τοῦ μὲν γράφειν λόγους καὶ ἐπιδείξεις ποιεῖσθαι τέχνην εἶναι, τοῦ δὲ δίκας λέγειν καὶ δημηγορεῖν οὐ τέχνην, ταύτηι τις ἂν μέμψαιτο δεόντως, ὅτι τὴν σοφιστικὴν μόνην ἐοίκασιν οἰομένοις καλεῖσθαι ῥητορικήν· τὴν γὰρ ῥητορικήν φασιν τούτων μὲν εἶναι τέχνην· μέρος δʼ ἐπαινέσασιν αὐτῆς, μὴ ὅλην δόξασιν τὴν σοφιστικὴν τέχνην λέγειν ἀπὸ τῶν [*](XXII) ἐκκειμένων, ὅτι τοῦ δίκας λέ