Volumina Rhetorica

Philodemus

Philodemus. Volumina Rhetorica, Volume 3: Supplementum. Sudhaus, Siegfried, editor. Leipzig: Teubner, 1895.

Ἐνίοτε γὰρ οἰκο οἰκο|δόμος οἰκίαν καταφθείρει καὶ ζῳγράφος [*](I) πίνακα καὶ ναῦν περιτρέπει κυβερνήτης καὶ ἰατρὸς ἄνθρωπον ἀποκτείνει μεθοδικῶς· μηδὲ ταύτας οὖν τέχνας ὁμολογῶμεν, ἢ καὶ πάσας τὰς τέχνας ὁ λόγος ἀξιοῖ ματαίως ὠφελίμους εἶναι, καθάπερ καὶ ὁ πρὸ αὐτοῦ.

„Αἱ διάφοροι τέχναι τῶν ἀλλήλων τελῶν οὐ τυγχάνουσιν, τοῦ δὲ τῆς ῥητορικῆς τέλους καὶ φιλόσοφος καὶ γραμματικὸς καὶ διαλεκτικός.“

Παράξουσι μέν τι λεγόμενον Πλάτωνι, οὐ τῆς ῥῆτορικῆς μόνον εἶναι τὴν πειθὼ καὶ τὰς πίστεις· κατὰ γὰρ τὸ κοινὸν πολλοὺς πείθειν τῶν οὐ ῥητορικῶν· ἀλλʼ οὐ τέχνην ὄντως κεκτημένους τήν τε πλεοναζομένην ἱστορίαν καὶ τριβήν, ὅταν οἱ λεγόμενοι τεχνῖται προσλάβωσιν τῶν τελῶν τι, παράξουσιν· τό τε διὰ λόγου ῥητορικοῦ πείθειν τέλος ἐστὶ τῆς ῥητορικῆς,

12
[*](ΙΙ) οὐ τὸ πείθειν, καὶ διαλεκτικὸς καὶ φιλόσοφος

πείθει μέν, οὐ πείθει δὲ ῥητορικῶς ἀλλὰ διαλεκτικῶς καὶ ἀναγκαστικῶς, ὡς καὶ Φρύνη καὶ ὥραι καὶ μουσικῆι πείθει μέν, οὐ ῥητορικῶς δὲ ποιεῖ τὰς κατασκευάς, οὐδέ πως ὁ λόγος δύναταί τι προσάγειν ἀληθές.

„Τῶν ἀτέχνων οὐδὲ εἷς ἐν τῶι τῆς τέχνης ἔργωι νικᾶι τὸν τεχνίτην, ἐν δὲ τῶι τῆς ῥητορικῆς οὐδὲ τοῦτο καθολικόν“

Ἐπὶ γὰρ ἐνίων, ἔφη, τῶν στοχαστικῶν ἔστιν ὅτε νικᾶι τὸν τεχνίτην ὁ ἄτεχνος, ὥσπερ κἂν εἴπαις ‘νικήσει τὸν ῥητορικὸν τεχνίτην ὁ ἱκανός τινος τῶν κατὰ μέρος καθεστώςʼ, εἰ δʼ ἡ τέχνη τῶν παγίων, τοῦτʼ ἀδύνατον· διαμφισβητεῖται δέ, πρὸς τίνα προκείμενον· εἰ γὰρ τὸν ἄτεχνον ὁ λόγος λαμβάνει τὸν οὐ διατριβικόν, τὸν δὲ τεχνίτην τὸν ἀπὸ τῶν διδασκαλείων, οὔτε τὴν σοφιστικὴν μὴ εἶναι τέχνην οὔτε τὴν πολιτικὴν ἀποδείκνυσιν ---

[*](ΙΙΙ)

„Κατὰ τὰς ἄλλας τέχνας τὰ θεωρήματά ἐστιν ἀληθῆ, ψευδῆ δὲ κατὰ τὴν ῥητορικήν.“

Διὰ τοῦτο οὐδὲ τὴν φιλοσοφίαν τέχνην ῥητέον οὐδὲ τὴν ἰατρικὴν οὐδὲ τὴν μουσικήν· ὡς δʼ, εἴ τινα ψευδῆ τῶν ὑπό τινων καταβεβλημένων --- νε --- ἐστιν, εἰπεῖν εἰκὸς τὸ ,τινὲς ἡμαρτήκασι τῶν τῆς τέχνης“ μηδὲ τὸ „ἀμοιροῦντες ἐοίκασιν τῶν ἀληθινῶν τῆς τέχνης θεωρημάτων“, οὕτω καὶ ψεύδεται τὸ τὴν ῥητορικὴν

13
προσφερομένην ψευδῆ παραγγέλματα μηδʼ εἶναι τέχνην. — Πρὸς δὲ τὸν τέλειον καὶ ἀτέλειον ἐν γεωμετρίαι καὶ ταῖς ἄλλαις ἐπιστήμαις --- υτεβιειιειν --- --- καιτ --- εγει

--- γο --- ιση . δε τὰ συνέχοντα [*](IV) πρότερον εἰρήκαμεν, εἰρήκαμεν δὲ καὶ πρὸς τὸν παρακείμενο.

„Ὁ τεχνίτης οὐκ ἀρνεῖται τεχνίτης ὑπάρχειν, ὁ δὲ ῥήτωρ.“

Εἰ διαφορά τις καὶ τοιαύτη τεχνῶν ἐστιν, ὥστε τοὺς μὲν ἐν κοινῶι γε μηδέποτε ἐπανγέλλεσθαι, τοὺς δʼ ἔχειν ὁμολογεῖν τῆς τέχνης τὸ μεθοδικόν, οὐ δεόντως ἕνεκα τούτου τέχνην τὴν ῥητορικὴν οὐκ ἐροῦμεν· καὶ τινὲς δὲ τεχνῖται διὰ παντὸς ἀπαρνοῦνται τὴν τέχνην ἔχειν. ,,Καίτοι γʼ οὐκ ἀρνουμένων ἀτιμοτάτων εἰκὸς ἦν σοφιστὰς οὐκ ἐπαρνηθῆναι.“ Καὶ φιλόσοφός γʼ ἐπαρνεῖται πρός τινας καὶ γεωμέτρης καὶ ποητὴς καὶ ἰατρὸς τὴν τέχνην ἔχειν· οὐ γὰρ διὰ παντὸς οὐδὲ πρὸς πάντας ἀλλʼ ἐνίοτε καὶ πρὸς ἐνίους ἐπαρνοῦνται τὴν τέχνην τὸν φόβον ἡγούμενοι περιαιρεῖσθαι τῶν ἐξ ἀνάγκης ἀπατηθήσεσθαι προσδοκώντωον.

„Ἀρνοῦνταί τε τέχνην ἔχειν τήν γε σοφιστι

κὴν [*](V)

14
λεγομένην ῥητορικὴν καὶ λέγουσιν εἶδος οὐδʼ εἶναι τῆς ῥητορικῆς ἴδιον· τὴν δʼ ἐμπειρίαν τὴν ἐν τοῖς πράγμασιν μεθοδικὴν καὶ τὴν τούτων φράσιν αὐτοὶ οὐ παρηιτήσαντο πώποτε, διατελοῦσιν τʼ ἐπʼ αὐτῆι κομπάζοντες ὡς Δημοσθένης.“

Μὴ γὰρ ἀλλὰ κακῶς ἵσταιντʼ ἂν ἔνιοι καταισχυνόμενοι περὶ τῆς τέχνης, οὐ δέον· ἡ μέντοι γε σοφιστικὴ χάριν τούτου τὸ μεθοδικὸν οὐ προσφερομένη πῶς δύναιτʼ ἂν παρίστασθαι;

„Διόπερ εὔδηλον, ὅτι τινὲς ὀνειδίζουσιν τὴν τέχνην μὴ καὶ ἰδιότητα πρὸς τὰς ἄλλας ἐπιστήμας ἔχειν.“

Καὶ ἐπʼ ἄλλων δὲ τεχνῶν ἢ βλαβερῶν οὐσῶν ἢ δοκουσῶν ὀνειδίζουσίν τινες τοῖς διδάσκουσιν οὐχ ἥν γε ῥητῶς ἔχειν ἐπαγγέλλονται, ἀλλʼ ἣν οὐδὲ θέλουσιν περιποιεῖσθαι. —

„Πᾶς τεχνίτης ἐπαγγέλλεται τὸ τέλος ποιήσειν, ὁ δὲ ῥήτωρ οὐκ ἐπαγγέλλεται πείσειν.“

[*](VI)

Οὐ πᾶς τεχνίτης, ἐὰν ἔχῃ φρέ

νᾶς, ἐπανγέλλεται τὸ τέλος διὰ παντὸς ποιήσειν· οὔτε γὰρ ἰατρὸς οὔτε κυβερνήτης οὔτε τοξότης οὔτε ἀπλῶς, ὅσοι τὰς ἐπιστήμας οὐ παγίους ἔχουσιν ἀλλὰ στοχαστικάς· ὥστʼ ἢ καὶ ταύτας οὐ ῥητέον εἶναι τέχνας ἢ καὶ τὴν ῥητορικήν.

15
Ἐπαγγέλλεταί τε καὶ ὁ ῥήτωρ τὸ τέλος ποιήσειν· ἔστι δʼ αὐτοῦ τὸ τέλος, ὅ φέρει τῶν πραγμάτων ἡ φύσις, οὔτε διὰ παντὸς κείμενον οὐδὲ μὰ Δία κατὰ τὸ πλεῖστον, ἀλλὰ πολὺ μᾶλλον τῶν μὴ ῥητόρων τὸ ἔργον ποιεῖ.

„Πᾶς τεχνίτης πολὺ πρότερον ἑαυτῶι περιποιεῖ τὸ τῆς τέχνης ἔργον, ῥήτορος δὲ τὴν τέχνην εἶχον καὶ οἱ ἀρχαιότατοι τῶν συνηγόρων.“

Διὰ τούτων μὲν τῶν λόγων καὶ τὴν ἰατρικὴν ἐκ τῶν τεχνῶν ἐκβάλωμεν, εἰ πρὸ τῆς Ἀσκληπιοῦ τις ἄλλους παρίσταται εὖ θεραπεύσαντας.

„Ὅ τε ῥήτωρ οὐδὲ ἀτεχνίαν ἄλλοις ἐγχειρίζει, διὰ δὲ ἀγωνιῶν τὴν οὐδʼ ἐῶσαν τἀκόλουθον βλέ

πειν ἕξιν.“

[*](VII)

Ὥστε ῥητέον μηδὲ τριβὴν καὶ ἱστορίαν εἶναι τὴν ῥητορικήν· περιεποίουν γὰρ ἂν τὸ διὰ τῆς τριβῆς πολὺ πρότερον ἑαυτοῖς.

„Πρὸ τοῦ καταβληθῆναι τὰς τέχνας βέλτειον ἐρητόρευον, ἐφʼ οἷς δὲ συνέστησαν, χεῖρον.“

Ἄγαν μὲν τοῦτό τις ἂν εἴποι πρόχειρον· οἱ γὰρ μετὰ Δημοσθένην πολὺ ἧττον ἤδη καταβεβλημένων τῶν τεχνῶν ἔλεγον. Οὐ μὴν ἀλλὰ τῆς ῥητορικῆς

16
οὐ πάνυ οὔσης τέχνης, προσδεομένης δὲ τριβῆς πολλῆς καὶ τοῦ πλείστου διὰ φύσεως καὶ ἀσκήσεως δυναμένης μετασχεῖν, πῶς διὰ τοῦτʼ ἀνάγκη, καὶ νῦν περισῴζεσθαι, ἤτοι θαυμαστόν, εἰ πρότερον μὲν ἐγένοντο μεγαλοφυεῖς καὶ φιλόσοφοι, μετὰ δὲ τὰς εὑρέσεις τῶν τεχνολογιῶν οἱ τοιοῦτοι; τούτωι γὰρ τῶι τρόπωι καὶ τὴν ποιητικὴν καὶ τὴν ἰατρικὴν καὶ πολλὰς ἄλλας οὐκ εἶναι τέχνας [*](VIII) λέγωμεν· καὶ καθʼ

ἡμᾶς δὲ φήσαι τις ἂν ἀγαθοὺς εἶναι ῥήτορας ἀλλʼ οὐχὶ μόνον ἐν τοῖς πάλαι καιροῖς· τό τε τοὺς σοφιστὰς μὲν διαπρέπειν πρὸ τῶν τεχνολογιῶν οὐ δείκνυσιν, ἀλλʼ ὑπὸ πολιτικῶν εἰσῆχθαι τὰς τέχνας, οὐχ ὑπὸ τῶν ἀνιστορήτων φήσει τις, ἄλλας δὲ εἶναι γραφαῖς οὐ περιειλημμένας ὥσπερ οὐδʼ ἐν πολλοῖς ἔθνεσιν τῶν βαρβάρων.

Νῦν δʼ ἐπεὶ πρὸς ἅπαντας τοὺς λόγους ἀποχρώντως διειλέγμεθα τοὺς ἠρωτημένους ὑπὲρ τοῦ μὴ εἶναι τὴν ῥητορικὴν τέχνην, ἑξῆς ἀποψόμεθα ταχέως καὶ τοὺς ὑπὲρ τοῦ τέχνην αὐτὴν εἶναι προφερομένους, οἷς καὶ αὐτῶν οἵ γε πλείους μὴ πᾶσι τελέως συστοιχοῦσιν, ἐχοντα. μ --- νουτων πρὸς τοὺς --- παραλελο γισμένους

17
τῶν χαρακτήρων --- τοῖς. Οὐ μὴν ἀλλὰ τοιαύτης προκειμένης τῆς τῶν πολλῶν λογισμῶν πλάνης καὶ τοῦ παραλογισμοῦ τῶν

ἀποφαινομένων αὐτῶν [*](ΙΧ) τὰ περὶ τῆς τέχνης καὶ τὴν ἐπαγγελίαν τῶν ῥητορικῶν, ὡς μέθοδον οὖσαν συναρτῶνται καὶ δὴ ἀξίως τὰ ἔργα συντελοῦσιν, οὐ τὰ πρόθεσιν κυροῦντα συνάγουσιν. — Ἀγνοοῦσιν δὲ καί, ὅτι πέφυκεν οὐχὶ μόνον τὰ διὰ τέχνης μὴ περιγίνεσθαι χωρὶς τέχνης, ἀλλὰ καὶ τὰ διʼ ἀσκήσεως μὴ παρακολουθεῖν χωρὶς ἀσκήσεως, δοκεῖ δὲ παραπλήσιά τινα τῆι σοφιστικῆι καὶ τῆι πολιτικῆι προσόντα καὶ δὴ προτρέποντα τοὺς ἀπάτας μὴ ὁρῶντας τὰς τῶν ῥητορικῶν καὶ ἠπατημένους, τέχνης περὶ ταῦτʼ οὐχ ὑπαρχούσης. — Καὶ πρόχειρον λέγοιτʼ ἂν τοῦτο· εἰ τὰς τῶν ῥητορικῶν λόγων ἔξεις καλεῖσθαι τέχνην καὶ ἐπιστήμην συμβέβηκεν, πῶς οὐκ ὀλίγων ἀλλὰ κοιναὶ καὶ πάντων εἰσίν;

Ἀλλʼ ἐπειδὴ μεγάλης οὐκ ἔστιν ἀνατάσεως χρεία X πρὸς αὐτάς, ἰτέον ἐπὶ τὰς τῶν κατὰ μέ μέ|ρος λόγων διακοπάς, ἃ δεῖ ἐπί τινων προρήσεως καὶ ἐπιρήσεως.

„Εἰ μὴ τέχνην μεθώδευον οἱ ῥήτορες, οὐκ ἂν πολλοὶ προσῄεσαν αὐτοῖς μισθοὺς διδόντες.“

Ἄξιον μὲν ἐπιστάσεως, μὴ δή ποτε οὐχ ἕνεκα τέχνης ἀναλήψεως μόνον προσίασιν ἔνιοί τισιν, ἀλλὰ καὶ χάριν τῶν διʼ ἄλλου τρόπου περιγινομένων, οἷον δὴ καὶ τὴν ῥητορικὴν παρασκευάζειν. Οὐ μὴν ἀλλʼ ἐπειδὴ ἐμφαίνει διὰ τῆς ὑπομνήσεως, ὡς ἄρα τοῦ πολιτικοῦ γένους ἐστὶν ἡ σοφιστικὴ ῥητορικὴ καὶ τέχνη, καὶ καταξιοῦται

18
μὴ ἄν ποτε προσιέναι τινάς, εἰ μή τινες τούτου μέθοδοι ἦσαν ἢ τέχναι, φησὶν ἐν τῶι περὶ τῆς ῥητορικῆς Ἐπίκουρος, ὅτι „τοῖς διατριβικοῖς οἱ προσιόντες ἀπατῶνται καὶ οὐκ ἀπεικότως διὰ τοιαύτην αἰτίαν· ὅταν γὰρ ἀκούωσιν ἐν ταῖς δείξεσιν καὶ πανηγύρεσιν, τῶι μήτε περὶ συμβολαίου μήτε περί τινος τῶν τῆι [*](XI) πόλει συμφερόντων εἶναι τὸν λόγον

οὐδὲ τὸν ὅρκον ὀμωμοκότες ἢ κινδυνεύοντες, ὑπὲρ οὗτινος ἀκούουσιν τῶν πεπραγμένων, ὅτι . πα --- π --- νε --- σεικ --- σ --- απο --- — ὅταν δʼ οὕτω διακούωσιν, τοῖς μὲν λεγομένοις οὐ προσέχουσιν, εἰ συμφέροντα ἔσται ἢ οὔ, καὶ τὸ σύνολον, εἰ ἔστιν ἀληθῆ ἢ οὐκ ἀληθῆ, ὑπʼ αὐτοῦ δὲ τοῦ ἤχου καὶ τῶν περιόδων καὶ παρίσων καὶ ἀντιθέτων καὶ ὁμοιοτελεύτων ψυχαγωγούμενοι προσεδόκησαν, εἰ οὕτω λάλοι ἦσαν, καὶ ἐν ἐκκλησίαις καὶ δικαστηρίοις εὖ ἀπαλλάξειν, οὐ συνορῶντες, ὅτι οὐδʼ ἂν ἠνέσχοντο, εἰ ἐν ἐκκλησίαις καὶ δικαστηρίοις οὕτω λαλοῦντος ἤκουον· ὅθεν ἦλθον ἐπὶ τὸ μισθὸν ἀναλίσκειν τοῖς σοφισταῖς· εἶτʼ εὐθὺς ἐπιγινώσκουσιν, ὅτι ἀπολωλέκασιν τὸ ἀργύριον· οὐθὲν γὰρ αὐτοῖς ἐπιτελὲς γίνεται τῶν ἐπιτευγμάτων ἀλλὰ πορίζουσι τοὐναντίον, [*](XII) Τούτωι δὲ τῶι τρόπωι φήσο φήσο

μὲν καὶ τὴν σύμπασαν μαντικὴν τέχνην εἶναι τούτων, ὧν χάριν προσίασιν αὐτῆι ἀργύριον διὰ φόβον ἐκτείνοντες. Τί δὲ παραλογισμὸν εἶπεν ‘τῶν προσηκόντων εἶναι καὶ τούτοις

19
καὶ φαρμακοπώλαις καὶ μυρίοις ἑτέροις’; πῶς οὐχ ὑπονοήσομεν παραπλησίως ἔχειν ἐπὶ τῆς ῥητορικῆς; Οὐ μὴν ἀλλὰ καὶ τῶι γενέσθαι τινα συνεργίαν τινὶ παρὰ τῶν διατριβῶν συστοίχων πῶς εἶπε --- ο|τωσνηδ --- ε --- λ|σινε --- ου τέχνην πολιτικῆς δυνάμεως πρ --- τας ὥς τινες --- |. εμο. |τ . μενων --- διαλεκτικοῖς ο --- | --- --- ωι | . ν --- βλεπ --- κλε|γειν καὶ π --- τα | πεμπομένους --- |--- σκα --- τα . καὶ βασιλ --- --- ν | δωρεαι --- μηφοβ . τσσ (Ο φοληστα|) μειατασ . υπη . καιτοισ |πε . ευσκαι . λη --- ἐμπείρους πολλοὺς ἰδιώτας εἶναι πάντων τῶν τοι

οὕτων.

[*](XIII)

„Οὐκ ὀλίγοι πρότερον ὄντες ἀδύνατοι προσελθόντες καὶ φιλοπονήσαντες ἐγίνοντο δυνατοί.“

Πρῶτον μὲν οὐ πάντες ἀλλʼ ἔνιοι, καὶ χείρους ἀποβαίνουσιν, παρʼ ὅσον γε τοῖς σοφισταῖς προσεληλύθασιν. Εἰ δὲ λέγειν ἀγαθοὶ γίνονταί τινες, ἀλλὰ διʼ ἄλλας αἰτίας, ἃς μὲν ἄλλοις τόποις εὐκαιρότερον ὑποζεύξομεν, ἄλλοις δὲ καί, διὰ τί διατριβαῖς προσεληλύθασιν. Ἐάν τε καὶ συγχωρηθῆι τοῦτο, τὸ τέχνην αὐτὴν ὑπάρχειν οὔπω συνάγεται· δυνατὸν γὰρ ἀσκήσει καὶ τριβῆι πρὸς τοὺς ἐπιμελομένους τῆς ἀσκήσεως εἰσιόντας ἐνίους κρατεῖν τῆς προθέσεως.

„Οὐκ ἂν τῶν ἀφηγουμένων τοὺς μὲν πολλοὺς καὶ ἀγαθοὺς ἀπετέλουν ἀλλὰ καχεξεῖς.“

Καίτοι γε ὁρῶμεν παρʼ ἐνίων ἀτέχνων ὄντων πολλῶι πλείονας ἐνίοτε καὶ δυνατωτέρους ἐξιόντας ἢ παρὰ τῶν ἐπιστημονικῶς

τοῦτο ἀκριβούντων, ὅ μᾶλλον [*](XIV)

20
ἀποφατικόν ἐστιν τοῦ μὴ εἶναι τέχνην τὴν ῥητορικήν. Φαίνεται δὲ ταὐτό, κἂν παρὰ τῶν ἀτέχνων λεγομένων ὀλίγοι μόνον ἐξίωσιν ἀγαθοὶ καὶ δυνατοὶ τέχνην οὐ μαθόντες. Οὐ μὴν ἀλλὰ κἂν ἄσκησις ἦι κἂν μὴ τέχνη, δυνατὸν τοὺς μὲν ἐπιμελέστερον καὶ ἐμπειρότερον, τοὺς δʼ ἧττον ἀλείφεσθαι, καὶ διὰ τοῦτο τοὺς μὲν μᾶλλον, τοὺς δʼ ἧττον ἀποτελεῖν ἀγαθούς. Ἔνιοί τε ἀφέντες τὰ τῆς σοφιστικῆς παιδί, νοῦν δὲ κοινὸν ἔχοντες τῶν τε νομικῶν ἐμπείρους κατασκευάζουσιν, καὶ ἃ παρατετηρήκασιν ἐν δήμοις καὶ δικαστηρίοις, ὡς ἐνδέχεται μάλιστʼ, ἐνποιοῦσι· τοίγαρ εἰ οἱ μαθηταὶ ἀκολουθοῦσι τοιούτοις μηδὲ σοφιστικὰς ἀπραξίας ἀναδιδόντες κατατρίβουσιν καὶ σύνεισιν δʼ ἐνίοτέ τισιν εὐφυέσι πρὸς [*](XV) τὸ λέγειν, παραβεβληκέναι πάντως λέγονται

σοφισταῖς, καὶ κατʼ ἐκεῖνον ὠφελούμενοι τὸν τρόπον δόξαν παρέχουσιν, ὡς ὑπὸ τῶν σοφιστῶν γεγόνασιν τοιοῦτοι.

„Πέμπουσιν οἱ δημηγόροι καὶ δικολόγοι τοὺς υἱοὺς καὶ πρὸς σοφιστὰς ὡς μαθησομένους, ἃ καὶ αὐτοὶ διδαχθέντες ἀπετελέσθησαν δυνατοί.“

Πρῶτον μὲν οὐ πάντες ἀλλʼ ὀλίγοι κραυγάζουσιν ἀπολωλεκέναι τὸν χρόνον, ὃν εἰς σοφιστοῦ πεφοιτήκασιν, καὶ τοὺς οἱοὺς ἐπὶ τὸν οὑτων ἄγουσι διδάσκαλον, τὸν δῆμον, ὅμως δʼ, εἰ ποσόν τι δύνανται συνηρτημένοι διὰ τῶν διδασκαλείων, βούλεσθαι μηδὲ τούτου στερηθῆναι τοὺς υἱούς· οὐχὶ τεχνίτην ἐκεῖθεν ἀναλαβεῖν πολιτικήν· κἂν ἐργαστήριον δή τι τὴν διατριβὴν ἀσκήσεως λόγων νομίζωσιν, ἀφʼ ἧς τις ἂν προβιβάζεσθαι νέος ὢν δύναιτο, αὐτοί γʼ ἀφέντες σοφιστικὴν ζηλοῦσι τοὺς ἐν τῶι ἀγωνίζεσθαι γενομένους καὶ τὴν ἱστορίαν

[*](XVI)

ἀνειληφότας τῶν πολιτικῶν. Ἔνιοι δʼ οὐδʼ ὅλῶς ἵνα πρὸς πολιτικὴν δύναμιν ὠφεληθῶσιν, ἀλλʼ ὅπως ἂν

21
τῶν κοινῶν καὶ καλῶν εἶναι δοκούντων μαθημάτων μεταλάβωσι, πέμπουσι τοὺς υἱοὺς ὡς πρὸς τἆλλα καὶ πρὸς τοὺς ῥητορικούς. Ἐῶ γάρ, ὅτι καὶ πλανᾶσθαι τοὺς ἀποστέλλοντας οὐκ αἰσχυνθησόμεθα λέγειν, δυσβλέπτους ὄντας τῶν ἐπὶ τὴν δύναμιν αὐτοὺς τὴν ἔμπρακτον προβιβασάντων.

„Ὥσπερ ἐμ μουσικῆι καὶ γραμματικῆι παραδόσεις τινῶν εἰσιν ἀγνοουμένων, οὕτως καὶ ἐπὶ ῥητορικῆς, καὶ οὐκ ἀμέθοδος ἡ μελέτη γίνεται.

Παραδόσεις ἀγνοουμένων δύνανταί τινες εἶναι, κἂν μὴ κατά τινα τέχνην ἐνγίνωνται, κατὰ δʼ ἱστορίαν ἢ παρατήρησιν ἤ τινα τοιοῦτον τρόπον· τίθησί τε τὸ „τὰς μελέτας οὐκ ἀμεθόδους ποιοῦνται“ φατικῶς μόνον,

χωρὶς πίστεως ἀλλάττων ἐπὶ τὴν τέχνην. Εἰ δὲ [*](XVII) καὶ περὶ τοὺς ἀληθινοὺς ἀγῶνας τέχνην τὴν σοφιστικὴν ὑπάρχουσαν ὁ λόγος θέλει προσβιβάζειν, καὶ περὶ ψευδῶν τελείως ἀγωνίζεται· μεθοδικόν τε γὰρ οὐθὲν οἱ σοφισταὶ παραδιδόασιν ἐν ταῖς μελέταις πρὸς μάθησιν τῆς ἐν τοῖς ἀληθινοῖς ἀγῶσι δυνάμεως, οὐδʼ ἄλλο τι συμβάλλονται πρὸς τὴν ἕξιν ἐκείνην, ὡς καὶ λόγους περιποιεῖ θαυμαστοὺς ἡ τῶν πολιτικῶν ἐμπειρία, τεχνικὸν δʼ οὐδὲν ἐπιφέρεται. (Es folgen 13 fast leere Ζeilen) —, ἐπειδὴ τὰς μὲν λεγομένας τεχνολογίασ

ἀναδιδόναι δοκοῦσιν αὐτοῖς, ταῖς δ’ ἐπιστήμαις [*](XVIII)

22
ταὐτὸν δυναμένας τέχνας μηδʼ ἀρχὴν ἔχειν, καὶ δύναμιν καὶ τεχνολογίας ἀναδιδόντες ὀνείρους ἀναδιδόναι χάριν ἀπάτης τῶν ἐντυγχανόντων ὡς οἱ Χαλδαῖοι καὶ μάντεις, ἴσως δὲ καὶ αὐτοὶ πλανώμενοι. Προσάγεταί τʼ, εἴπερ ἄρα, τὸ τέχνην εἶναι τὴν σοφιστικήν, τὸ δὲ καὶ τῆς πολιτικῆς εἶναι τέχνην οὐδʼ αὐτοῖς που δοκεῖ.

„Οὐδεὶς ἐμέλλησεν τῶν δυνατῶς καὶ συνετῶς λεγόντων ἐν δήμοις καὶ δικαστηρίοις τεχνικῶς οὐδὲ ἓν λέγειν·“

Καίτοι γʼ ἔκειτο πρὸς τὴν ῥητορικήν, εἰ τεχνικῶς μὲν ἐν δήμοις καὶ δικαστηρίοις δοκοῦσί τινες ἀναστρέφεσθαι, μέτεστι δὲ τοῖς διατριβικοῖς οὐδὲ ἓν τῆς ἐν ἐκείνοις ἀρετῆς. Οὐ μὴν ἀλλὰ κακῶς ἐρεῖ τις ἡμᾶς λέγειν καὶ παρʼ ἀδιαληψίαν τοῦ τὰ ποῖα διὰ τέχνης καὶ τὰ ποῖα χωρὶς τέχνης περιγείνεται· καὶ γὰρ κυνδαλισμῶν [*](XIX) λέγομεν ἐνί

ους πάντες ἐπίστασθαι καὶ καταχρώμεθα δὲ πολλάκις ἐν τῆι συνηθείαι τῷ τῆς τέχνης ὀνόματι, καθάπερ καὶ ξύλα συνδεῖν ἐνίοτε καὶ βαστάζειν

23
καὶ πονηρεύεσθαι τεχνικῶς λέγομεν, καὶ νῦν ποιεῖν ἡμᾶς οὐκ ἂν ῥαιδίως τις ἀθετῆσαι. Τὰ δʼ αὐτὰ παραπλησίως ἐφαρμόσει, καὶ ἐπειδὰν δυεῖν τούτων τὸν μὲν ἄτεχνον λέγωμεν εἶναι, τὸν δὲ τεχνίτην.

„Ὥσπερ ἰδὼν ἄγαλμα καλὸν εἴπαις ἂν χωρὶς λόγου τέχνης ἔργον εἶναι, τὸν αὐτὸν τρόπον ἐρεῖς ἱστορήσας τὰ τῶν πολιτικῶν ἔργα.“

Τοῦτο μὲν ἐπὶ τῶν συνγραμμάτων, ἃ συντετάχασιν οἱ πανηγυρικοὶ ῥήτορες, ἀξιούμενον οὐκ ἀπίθανόν ἐστιν, εἰ καὶ χωρὶς λόγου γνοίη τις, ὅτι τέχνης ἔργα ταῦτʼ ἐστιν· ἐπὶ δὲ τῶν πολιτικῶν ἔργων, ἃ παρατιθέασιν, οὐδʼ ὄντων περί τι τεχνικὸν πῶς νοῦν ἔχον τέχνην ἀποφαίνειν ὡς ἐπʼ ἀγάλματος καλοῦ; οὔκ

ουν [*](XX) ἐνδέχοιτʼ ἄν μέθοδον ἐνκρῖναι ἢ τέχνην ἀνάσκητον οὐδʼ ἀπείραστον τελέως· ὥστε κἂν τυχὸν εἰπεῖν, ἕως ἄν τις ἐνεχθῆι πίστις ἀναγκάζουσα ταὐτὸν ἐπὶ τούτου τε καὶ τῶν παρατεθέντων προσδέξασθαι, διότι δοκεῖ μόνον ἔχειν ἀξιοπιστίαν τὸ ἐπιχείρημα, πλεῖον δʼ οὐδὲ ἕν.

„Εἰ μὴ τέχνη ἦν, τὰ τῶν πίστεων οὐκ ἂν ἐμελέτων, ὃ ποιοῦσιν ἐκεῖ διδαχθέντες.“

Ἀλλʼ οὐ μόνον ὁ μὴ μαθὼν τὴν τέχνην ἀδυνατεῖ τὰ τῆς τέχνης ἔργα συντελεῖν ἀλλὰ καὶ τὰ διʼ ἀσκήσεως καί τινος ἱστορίας καὶ παρατηρήσεως ἀδυνατεῖ ποιεῖν ὁ τούτων ἀμοιρήσας· ὅταν τε παρατηρήσῃ, φήσω, τὰ τοῖς ὄχλοις μάλιστʼ ἀρέσκοντα καὶ τὴν τριβὴν περιποιήσηται καὶ τἆλλα προσενέγκηται τὰ κατὰ μέρος,

24
οὐδὲ ἓν προσδεηθεὶς ἄκρως ἐν τοῖς πολιτικοῖς ἀναστραφήσεται, καὶ τὰ πράγματα τὴν τούτου παρέξεται [*](XXI) καὶ συμπαράξεται

πίστιν. Ἐκεῖνο δὲ μᾶλλον ἔμβριθές ἐστι τεκμήριον τοῦ μὴ πολιτικὴν τέχνην εἶναι τὴν σοφιστικήν, ὅ τις ἂν εἴπειεν ἀντιστρέψας, Εἰ τέχνη τίς ἐστιν ἐκείνη, ταύτης ὁ μαθὼν τὰς τεχνολογίας εἰς δῆμον ἢ δικαστήριον λεγέτωι παρελθών.

Τὰ μὲν οὖν εἰρημένα τισὶν ὑπέρ τε τοῦ τέχνην εἶναι τὴν ῥητορικὴν καὶ ὑπὲρ τοῦ μὴ τέχνην τοῦτον ἡμῖν ἐπεσκέφθω τὸν τρόπον. Τῶν δʼ ἡμετέρων τοὺς λέγοντας τὴν ῥητορικὴν τοῦ μὲν γράφειν λόγους καὶ ἐπιδείξεις ποιεῖσθαι τέχνην εἶναι, τοῦ δὲ δίκας λέγειν καὶ δημηγορεῖν οὐ τέχνην, ταύτηι τις ἂν μέμψαιτο δεόντως, ὅτι τὴν σοφιστικὴν μόνην ἐοίκασιν οἰομένοις καλεῖσθαι ῥητορικήν· τὴν γὰρ ῥητορικήν φασιν τούτων μὲν εἶναι τέχνην· μέρος δʼ ἐπαινέσασιν αὐτῆς, μὴ ὅλην δόξασιν τὴν σοφιστικὴν τέχνην λέγειν ἀπὸ τῶν [*](XXII) ἐκκειμένων, ὅτι τοῦ δίκας λέ