Apocalypsis Enochi

Liber Enoch

Liber Enoch, Apocalypsis Enochi, Swete, Cambridge, 1905

1Ἐδίδαξεν τοὺς ἀνθρώπους Ἀζαὴλ μαχαίρας ποιεῖν καὶ ὅπλα καὶ [*](P) ἀσπίδας καὶ θώρακας, διδάγματα ἀγγέλων, καὶ ὑπέδειξεν αὐτοῖς τὰ μέταλλα καὶ τὴν ἐργασίαν αὐτῶν, καὶ ψέλια καὶ κόσμους καὶ στί βεις καὶ τὸ καλλιβλέφαρον καὶ παντοίους λίθους ἐκλεκτοὺς καὶ τὰ βαφικά.

²καὶ ἐγένετο ἀσέβεια πολλή, καὶ ἐπόρνευσαν καὶ ἀπεπλανήθησαν καὶ ἠφανίσθησαν ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν.

3Σεμιαζᾶς ἐδίδαξεν ἐπαοιδὰς καὶ ὸιζοτομίας· Ἀρμαρὼς ἐπαοιδῶν λυτήριον· Ῥακιὴλ ἀστρολογίας· Κωχιὴλ τὰ σημειωτικά· Σαθιήλ ἅστεροσκοπίαν· Σεριὴλ σεληναγωγίας.

⁴τῶν οὗν ἀνθρώπων ἀπολλυμένων ἡ βοὴ εἰς οὐρανοὺς ἀνέβη.