Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

⁷καὶ ἀπεκρίθη μοι λέγων Τοῦτο τὸ πνεῦμά ἐστιν τὸ ἐξελθὸν ἀπὸ Ἅβελ ὃν ἐφόνευσε Κάειν ὁ ἀδελφός, καὶ Ἅβελ ἐντυγχάνει περὶ αὐτοῦ μέχρι τοῦ ἀπολέσαι τὸ σπέρμα αὐτοῦ ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ σπέρματος τῶν ἀνθρώπων ἀφανισθῇ τὸ σπέρμα αὐτοῦ.

8 Τότε ἠρώτησα περὶ τῶν κυκλωμάτων πάντων, διὰ τί ἐχωρίσθησαν ἔν ἀπὸ τοῦ ἑνός.

⁹καὶ ἀπεκρίθη μοι λέγων Οὗτοι οἱ τρεῖς ἐποιήθησαν χωρίζεσθαι τὰ πνεύματα τῶν νεκρῶν· καὶ οὕτως ἐχωρίσθη εἰς τὰ πνεύματα τῶν δικαίων, οὗ ἡ πηγὴ τοῦ ὕδατος ἐν αὐτῷ φωτινή·

¹⁰καὶ οὕτως ἐκτίσθη τῶν ἁμαρτωλῶν, ὅταν ἀποθάνωσιν καὶ ταφῶσιν εἰς τὴν γῆν, καὶ κρίσις οὐκ ἐγενήθη ἐπʼ αὐτῶν ἐν τῇ ζωῇ αὐτῶν,

¹¹ὦδῆ χωρίζεσθαι τὰ πνεύματα αὐτῶν εἰς τὴν μεγάλην βάσανον ταύτην, [*](8 μέτρον οὔτε μέγεθος ἠδυνήθην ἰδεῖλ οὔτε εἰκάσαι. 8 τότε εἶπον Ὠς ηφοβερὸς P1 9 ὁ τύπος οὐτος καὶ ὡς δεινὸς τῇ δράσει. 9 τότε ἀπεκρίθη μοι καὶ εἶπεν * *) [*](XΧI 10 αιωνος] ενος Γ X X II 5 εντυγχανοντος Γ 6 ηρωτησεν Ι 8 εν απο του ενος (coniec L ods)] ην απο του αιωνος P χωρισθη P 11 χωρειζεται P)

806
[*](P) μέχρι τῆς μεγάλης ἡμέρας τῆς κρίσεως, τῶν μαστίγων καὶ τῶν βασάνων τῶν κατηραμέναων· μέ χρι αἰῶνος ἦν ἀνταπόδοσις τῶν πνευμάτων· ἐκεῖ δήσει αὐτοὺς μέχρις αἰῶνος.

¹²καὶ οὕτως ἐχαωρίσθη τοῖς πνεύμασιν τῶν ἐντυγχανόντων, οἵτινες ἐνφανίζουσιν περὶ τῆς ἀπωλείας, ὅταν φονευθῶσιν ἐν ταῖς ἡμέραις τῶν ἁμαρτωλῶν.