Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

¹³καὶ οὕτως ἐκτίσθη τοῖς πνεύμασιν τῶν ἀνθρώπων, ὅσοι οὐκ ἔσονται ὅσιοι ἀλλὰ ἁμαρτωλοί, ὅσοι ἀσεβεῖς, καὶ μετὰ τῶν ἀνόμων ἔσονται μέτοχοι. τὰ δὲ πνεύματα, ὅτι οἱ ἐνθάδε θλιβέντες ἔλαττον κολάζονται αὐτῶν, οὐ τιμωρηθήσονται ἐν ἡμέρᾳ τῆς κρίσεως, οὐδέ μὴ μετεγρθῶσιν ἐντεῦθεν.

¹⁴Τότε ηὐλόγησα τὸν κύριον τῆς δόξης, καὶ εἶπα Εὐλογητὸς εἶ, Κύριε ὁ τῆς δικαιοσύνης, κυριεύων τοῦ αἰῶνος.

¹Κἀκεῖθεν ἐφώδευσα εἰς ἄλλον τόπον πρὸς δυσμὰς τῶν περάτων τῆς γῆς.

²καὶ ἐθεασάμην πῦρ διατρέχον καὶ οὐκ ἀναπαυόμενον οὐδὲ ἐνλεῖπον τοῦ δρόμου, ἡμέρας καὶ νυκτὸς ἄμα διαμένον.

3καὶ ἠρώτησα λέγων Τί ἐστιν τὸ μὴ ἔχον ἀνάπαυσιν;

⁴ τότε ἀπεκρίθη μοι Ῥαγουήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετʼ ἐμοῦ ἶν Οὗτος ὁ δρόμος τοῦ πυρὸς τὸ πρὸς δυσμὰς πῦρ τὸ ἐκδιῶκόν ἐστιν πάντας τοὺς φωστῆρας τοῦ οὐρανοῦ.