Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

8 τότε εἶπον Ὠς φοβερὸς ὁ τόπος καὶ [*](Ρ) ὡς δεινὸς τῇ ὁράσει.

⁹ τότε ἀπεκρίθη μοι ὁ εἶς τῶν ἁγίων ἀγγέλων ὂς μετʼ ἐμοῦ ἦν, καὶ εἶπέν μοι Ἑνώχ, διὰ τί ἐφοβήθης οὕτως καὶ ἐπτοήθης; καὶ ἀπεκρίθην Περὶ τούτου τοῦ φοβεροῦ καὶ περὶ τῆς προσόψεως τῆς δεινῆς.

10 καὶ εἶπεν Οὗτος ὁ τόπος δεσμωτήριον ἀγγέλων· ὦδε συνσχεθήσονται μέχρι αἰῶνος εἰς τὸν αἰῶνα.

¹Κἀκεῖθεν ἐφόδευσα εἰς ἄλλον τόπον, καὶ ἔδειξέν μοι πρὸς δυσμὰς ἄλλο ὄρος μέγα καὶ ὑψηλόν, πέτρας στερεάς.

²καὶ τέσσαρες τόποι ἐν αὐτῷ κοῖλοι, βάθος ἔχοντες καὶ λίαν λεῖοι, τρεῖς αὐτῶν σκοτινοὶ καὶ εἷς φωτινός, καὶ πηγὴ ὕδατος ἀνὰ μέσον αὐτοῦ. καὶ εἶπον Πῶς λεῖα τὰ κοιλώματα ταῦτα καὶ ὁλοβαθῆ καὶ σκοτινὰ τῇ ὁράσει.

³τότε ἀπεκρίθη Ῥαφαήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετʼ ἐμοῦ ἧν, καὶ εἶπέν μοι Οὗτοι οἱ τόποι οἱ κοῖλοι, ἵνα ἐπισυνάγαονται εἰς αὐτοὺς τὰ πνεύματα τῶν ψυχῶν τῶν νεκρῶν. εἰς αὐτὸ τοῦτο ἐκρίθησαν, ὦδε ἐπισυνάγεσθαι πάσας τὰς ψυχὰς τῶν ἀνθρώπων.

⁴καὶ οὗτοι οἱ τόποι εἰς ἐπισύνσχεσιν αὐτῶν ἐποίησαν μέχρι . τῆς ἡμέρας τῆς κρίσεως αὐτῶν καὶ μέχρι τοῦ διορισμοῦ καὶ διορισμένου χρόνου, ἐν ᾧ ἡ κρίσις ἡ μεγάλη ἔσται ἐν αὐτοῖς.