Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

¹καὶ εἶπέν μοι Οὐριήλ Ἐνθάδε οἱ μιγέντες ἄγγελοι ταῖς γυναιξὶν στήσονται, καὶ τὰ πνεύματα αὐτῶν πολύμορφα γενόμενα λυμαίνεται τοὺς ἀνθρώπους καὶ πλανήσει αὐτοὺς ἐπιθύειν τοῖς δαιμονίοις μέχρι τῆς μεγάλης κρίσεως, ἐν ᾖ κριθήσονται εἰς ἀποτελείωσιν.

²καὶ αἱ γυναῖκες αὐτῶν τῶν παραβάντων ἀγγέλων εἰς σειρῆνας γενήσονται.

3κἀγὼ Ἑνὼχ ἴδον τὰ θεωρήματα μόνος, τὰ πέρατα πάντων, καὶ οὐ μὴ ἴδῃ οὐδὲ εἰς ἀνθρώπων ὡς ἐγὼ ἴδον.

¹ Ἄγγελοι τῶν δυνάμεων.

²Οὐριήλ, ὁ εἰς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τοῦ κόσμου καὶ τοῦ ταρτάρου.

³Ραφαήλ, ὁ εἶς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν πνευμάτων τῶν ἀνθρώπων.

⁴Ῥαγουήλ, ὁ

⁵Μιχαὴλ, ὁ εἰς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν τοῦ λαοῦ ἀγαθῶν [*](XIX)[*](* * * ἀνθρώπων ὼς ἐγὼ είδον.P1 XX* * * 2 ὸ εὶς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τοῦ κόσμου καὶ τοῦ ταρτάρου- 3 Ραφαὴλ ὸ εἰς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν πνευμάτων τῶν ἀνθρώπων. 4 Ραγουηλ ὸ εἶς τῶν ἁγίων ἀγγέλων ὁ ἐκδικῶν τὸν κόσμον τῶν φωστήρων. 5 Μιχαήλ, ὀ εἰς τῶν ἁγίων ἀγγέλων ὃς ἐπὶ τῶν τοῦ λαοῦ ἀγαθῶν τέτακται) [*](6 om τρια 1⁰ P τρια 2⁰] τρις Ρ βαλοντας P 9 κακεινα 12 γην την τεθεμrλιωμενην P 16 αμαρτιας] + ουτων P X X 4 εκδεικων Ρ εκεκων (? εκαικων pro εκδικων) P1)

804
[*](P) τεταγμένος καὶ ἐπὶ τῷ χάῳ.

⁶ Σαριήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν πνευμάτων οἵτιυες ἐπὶ τῷ πνεύματι ἁμαρτάνουσιν.

7 Γαβριὴλ, ὁ εἶς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τοῦ παραδείσου καὶ τῶν δρακόντων καὶ χερουβείν. ἀρχαγγέλων ὀνόρατα ἑπτά.

¹Καὶ ἐφώδευσα ἕως τῆς ἀκατασκευάστου.

2κἀκεῖ ἐθεασάμην ἔργον φοβερόν· ἑώρακα οὕτε οὐρανὸν ἐπάνω, οὕτε γῆν τεθέαμαι τεθεμελιωμένην, ἀλλὰ τόπον ἀκατασκεύαστον καὶ φοβερόν.

3 καὶ ἐκεῖ τεθέαμαι ἑπτὰ τῶν ἀστέρων τοῦ οὐρανοῦ δεδεμένους καὶ ἐριμμένους ἐν αὐτῷ, ὁμοίους ὄρεσιν μεγάλοις καὶ ἐν πυρὶ καιομένους.

⁴τότε εἶπον Διὰ ποίαν αἰτίαν ἐπεδέθησαν, καὶ διὰ τί ὧδε ἐρίφησαν

⁵τότε εἶπέν μοι Οὐριήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετʼ ἐμοῖ ἧν (καὶ αὐτὸς ἡγεῖτο αὐτῶν), καὶ εἶπέν μοι Ἑνώχ, περὶ τίνος ἐρωτᾶς, ἢ περὶ τίνος τὴν ἀλήθειαν φιλοσπευδεῖς;

⁶οὗτοί εἰσιν τῶν ἀστέρων τοῦ οὐρανοῦ οἱ παραβάντες τὴν ἐπιταγὴν τοῦ κυρίου, καὶ ἐδέθησαν ὧδε μέχρι τοῦ πληρῶσαι μύρια ἔτη, τὸν χρόνον τῶν ἁμαρτημάτων αὐτῶν.