Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

⁴εἰπὸν οὗν αὐτοῖς Οὐκ ἔστιν εἰρήνη.

¹Καὶ παραλαβόντες με εἰς τινα τόπον ἀπήγαγον, ἐν ᾧ οἱ ὄντες ἐκεῖ γίνονται ὡς πῦρ φλέγον καί, ὅταν θέλωσιν, φαίνονται ὡσεὶ ἄνθρωποι.

2 Καὶ ἀπήγαγόν με εἰς ζοφώδη τόπον καὶ εἰς ὄρος οὗ ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν.

³καὶ εἶδον τόπον τῶν φωστήρων καὶ τοὺς θησαυροὺς τῶν ἀστέρων καὶ τῶν βροντῶν, καὶ εἰς τὰ ἀεροβαθῆ, ὅπου τόξον πυρὸς καὶ τὰ βέλη καὶ αἱ θῆκαι αὐτῶν καὶ αἱ ἀστραπαὶ πᾶσαι.

⁴ Καὶ ἀπήγαγόν με μέχρι ὑδάτων ζώντων καὶ μέχρι πυρὸς δύσεως, ὅ ἐστιν καὶ παρέχον πάσας τὰς δύσεις τοῦ ἡλίου.

⁵καὶ ἤλθομεν μέχρι ποταμοῦ πυρός, ἐν ᾧ κατατρέχει τὸ πῦρ ὡς ὕδωρ καὶ ῥέει εἰς θάλασσαν μεγάλην δύσεως.

⁶ ἴδον τοὺς μεγάλους ποταμούς, καὶ μέχρι τοῦ μεγάλου ποταμοῦ καὶ μέχρι τοῦ μεγάλου σκότους κατήντησα, καὶ ἀπῆλθον ὅπου πᾶσα σὰρξ οὐ περιπατεῖ

⁷ ἴδον τοὺς ἀνέμους τῶν γνόφων τοὺς χειμερινοὺς καὶ τὴν ἔκχυσιν τῆς ἀβύσσου πάντων ὑδάτων.

⁸ ἴδον τὸ στόμα τῆς γῆς πάντων τῶν ποταμῶν καὶ τὸ στόμα τῆς ἀβύσσου.

¹ ἴδον τοὺς θησαυροὺς τῶν ἀνέμων πάντων, ἴδον ὅτι ἐν αὐτοῖς ἐκόσμησεν πάσας τὰς κτίσεις καὶ τὸν θεμέλιον τῆς γῆς,

²καὶ τὸν λίθον ἴδον τῆς γωνίας τῆς γῆς. ἴδον τοὺς τέσσαρας ἀνέμους τὴν γῆν βαστάζοντας, καὶ τὸ στερέωμα τοῦ οὐρανοῦ,

³καὶ αὐτοὶ ἱστᾶσιν μεταξὺ γῆς καὶ οὐρανοῦ.

⁴ ἴδον ἀνέμους τῶν οὐρανῶν στρέφοντας καὶ διανύοντας τὸν τροχὸν τοῦ ἡλίου, καὶ πάντας τοὺς ἀστέρας.

⁵ ἴδον τοὺς ἐπὶ τῆς γῆς ἀνέμους βαστάζοντας ἐν νεφέλῃ. ἴδον πέρατα τῆς γῆς, τὸ στήριγμα τοῦ οὐρανοῦ ἐπάνω.

⁶ Παρῆλθον καὶ ἴδον τόπον καιόμενον νυκτὸς καὶ [*](Sync.)[*](ἔως τῆς κρίσεως τῆς μεγάλης, ἐν ἦ ὸ αἰὼν ὁ μέγας τελεσθήσεται· ἐφʼ ἅπαξ ὀμοῦ τελεσθήσεται.) [*](XVI 1 η] ω Sync X VII 3 τας θηκας P τας αστραπας πασας P 6 ποταμου P X V III 4 διανευοντας P)

803
ἡμέρας, ὅπου τὰ ἑπτὰ ὄρη ἀπὸ λίθων πολυτελῶν, τρία εἰς ἀνατολὰς [*](P) καὶ τρία εἰς νότον βάλλοντα.

⁷καὶ τὰ μέν πρὸς ἀνατολὰς ἀπὸ λίθου χρώματος, τὸ δὲ ἦυ ἀπὸ λίθου μαργαρίτου, καὶ τὸ ἀπὸ λίθου ταθέν, τὸ δὲ κατὰ νότον ἀπὸ λίθου πυρροῦ·

⁸τὸ δὲ μέσον αὐτῶν ἦν εἰς οὐρανόν, ὥσπερ θρόνος θεοῦ ἀπὸ λίθου φουκά, καὶ ἡ κορυφὴ τοῦ θρόνου ἀπὸ λίθου σαπφείρου·

⁹καὶ πῦρ καιόμενον ἴδον. κἀπέκεινα τῶν ὀρέων τούτων

¹⁰τόπος ἐστὶν πέρας τῆς μεγάλης γῆς· ἐκεῖ συντελεσθήσονται οἱ οὐρανοί.

¹¹καὶ ἴδον χάσμα μέγα εἰς τοὺς στύλους τοῦ πυρὸς καταβαίνοντας καὶ οὐκ ἦν μέτρον οὔτε εἰς βάθος οὔτε εἰς ὕψος.