Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

⁹πνεύματα πονηρὰ ἐξῆλθον ἀπὸ τοῦ σώματος αὐτῶν, διότι ἀπὸ τῶν ἀνωτέρων ἐγένοντο, καὶ ἐκ τῶν ἁγίων ἐγρηγόρων ἡ ἀρχὴ τῆς κτίσεως αὐτῶν καὶ ἀρχὴ θεμελίου· πνεύματα πονηρὰ κληθήσεται.

¹⁰πνεύματα οὐρανοῦ, ἐν τῷ οὐρανῷ ἡ κατοίκησις αὐτῶν ἔσται· καὶ τὰ πνεύματα ἐπὶ τῆς γῆς τὰ γεννηθέντα, ἐπὶ τῆς γῆς ἡ κατοίκησις αὐτῶν ἔσται.

¹¹καὶ τὰ πνεύματα τῶν γιγάντων νεφέλας ἀδικοῦντα, ἀφανίζοντα καὶ ἐνπίπτοντα καὶ συνπαλαίοντα καὶ συνρίπτοντα ἐπὶ τῆς γῆς, πνεύματα σκληρὰ γιγάντων, καὶ δρόμους ποιοῦντα καὶ μηδέν ἐσθίοντα, ἀλλʼ ἀσιτοῦντα καὶ διψῶντα καὶ προσκόπτοντα πνεύματα.

12 καὶ ἐξαναστήσει ταῦτα εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων καὶ τῶν γυναικῶν, ὅτι ἐξεληλύθασιν ἀπʼ αὐτῶν,

¹ἀπὸ ἡμέρας σφαγῆς καὶ ἀπωλείας καὶ θανάτου, ἀφʼ ὦν τὰ πνεύματα ἐκπορευόμενα ἐκ τῆς ψυχῆς τῆς σαρκὸς αὐτῶν ἔσται ἀφανίζοντα χωρὶς κρίσεως· οὕτως ἀφανίσουσιν μέ χρις [*](XV)[*]( 8 Καὶ νῦν οἱ γίγαντες οἱ γεννηθέντες ἀπὸ πνευμάτων καὶ σαρκὸς πνεύματα Sync. πονηρὰ ἐπὶ τῆς γῆς καλέσουσιν αὐτοός, ὅτι ὴ κατοίκησις αὐτῶν ἔσται ἐπὶ τῆς γῆς. 9 πνεύματα πονηρὰ ἔσονται, τὰ πνεύματα ἐξεληλυθότα ἀπὸ τοῦ σώματος τῆς σαρκὸς αὐτῶν, διότι ἀπὸ τῶν ἀνθρώπων ἐγένοντο, καἰ ἐκ τῶν ἁγίων τῶν ἐγρηγόρων ὴ ἀρχὴ τῆς κτίσεως αὐτῶν καἰ ἀρχὴ θεμελίου· πνεό- 11 ματα πονηρὰ ¹⁰ επὶ τῆς γῆς ἔσονται. ¹¹ τὰ πνεύματα τῶν γιγάντων νεμόμενα, ἀδικοῦντα, ἀφανίζοντα, ἐμπίπτοντα καὶ συμπαλαίοντα καὶ ῤιπτοῦντα ἐπὶ τῆς γῆς καὶ δρόμους ποιοῦντα, καὶ μηδὲν έσθἰοντα, ἀλλ᾿ ἀσιτοῦντα καὶ φάσματα ποιοῦντα καὶ διφῶντα καὶ προσκθπτοντα. 12 καὶ ἐξαναστήσονται τὰ πνεύματα ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων καὶ τῶν γυναικῶν, ὅτι ἐξ αὐτῶν XVIἐξεληλύθασι, ¹καὶ ἀπὸ ἡμέρας καιροῦ σφαγῆς καὶ ἀπωλείας καὶ θανάτου τῶν γιγάντων ναφηλείμ, οἱ ἰσχυροὶ τῆς γῆς, οἱ μεγάλοι ὀνομαστοί, τὰ πνεύματα τὰ ἐκπορευόμενα ἀπὸ τῆς ψυχῆς αὐτῶν, ὡς ἐκ τῆς σαρκὸς ἔσονται, ἀφανίζοντα χωρὶς κρίσεως· οὔτως ἀφανίσουσι μέχρις ἡμέρας τῆς τελειώσεως,) [*](5 αυτοις] αυταις Ι εκλειπει 8 9 om επι της γης (1⁰) .πονηρα 2° Syncg 8 και νυν οι γιγ.] pr και μεθ ετερα Sync 9 της κτισ.] om της Syncg 11 τα πνευματα] τα πρωτα Syncg ριπτοντα Syncg εσθειον Ι και διψ.] om και Syncg X VI 1 ναφιλειμ Syncg ο. σχ.] και ισχ. Syncg)

802
[*](Ρ) ἡμέρας τελειώσεως, τῆς κρίσεως τῆς μεγάλης, ἐν ἦ ὁ αἰὼν ὁ μέγας τελεσθήσεται.

2 Καὶ νῦν ἐγρηγόροις τοῖς πέμψασίν σε ἐρωτῆσαι περὶ αὐτῶν, οἵτινετῖ ἐν οὐρανῷ ἦσαν

3Ὑμεῖς ἐν τῷ οὐρανῷ ἤτε, καὶ πᾶν μυστήριον ὃ οὐκ ἀνεκαλύφθη ὑμῖν καὶ μυστήριον τὸ ἐκ τοῦ θεοῦ γεγενημένον ἔγνωτε, καὶ τοῦτο ἐμηνύσατε ταῖς γυναιξὶν ἐν ταῖς σκληροκαρδίαις ὑμῶν, καὶ ἐν τῷ μυστηρίῳ τούτῳ πληθύνουσιν αἱ θήλειαι καὶ οἱ ἄνθρωποι τὰ κακὰ ἐπὶ τῆς γῆς.

⁴εἰπὸν οὗν αὐτοῖς Οὐκ ἔστιν εἰρήνη.

¹Καὶ παραλαβόντες με εἰς τινα τόπον ἀπήγαγον, ἐν ᾧ οἱ ὄντες ἐκεῖ γίνονται ὡς πῦρ φλέγον καί, ὅταν θέλωσιν, φαίνονται ὡσεὶ ἄνθρωποι.

2 Καὶ ἀπήγαγόν με εἰς ζοφώδη τόπον καὶ εἰς ὄρος οὗ ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν.

³καὶ εἶδον τόπον τῶν φωστήρων καὶ τοὺς θησαυροὺς τῶν ἀστέρων καὶ τῶν βροντῶν, καὶ εἰς τὰ ἀεροβαθῆ, ὅπου τόξον πυρὸς καὶ τὰ βέλη καὶ αἱ θῆκαι αὐτῶν καὶ αἱ ἀστραπαὶ πᾶσαι.

⁴ Καὶ ἀπήγαγόν με μέχρι ὑδάτων ζώντων καὶ μέχρι πυρὸς δύσεως, ὅ ἐστιν καὶ παρέχον πάσας τὰς δύσεις τοῦ ἡλίου.

⁵καὶ ἤλθομεν μέχρι ποταμοῦ πυρός, ἐν ᾧ κατατρέχει τὸ πῦρ ὡς ὕδωρ καὶ ῥέει εἰς θάλασσαν μεγάλην δύσεως.

⁶ ἴδον τοὺς μεγάλους ποταμούς, καὶ μέχρι τοῦ μεγάλου ποταμοῦ καὶ μέχρι τοῦ μεγάλου σκότους κατήντησα, καὶ ἀπῆλθον ὅπου πᾶσα σὰρξ οὐ περιπατεῖ

⁷ ἴδον τοὺς ἀνέμους τῶν γνόφων τοὺς χειμερινοὺς καὶ τὴν ἔκχυσιν τῆς ἀβύσσου πάντων ὑδάτων.

⁸ ἴδον τὸ στόμα τῆς γῆς πάντων τῶν ποταμῶν καὶ τὸ στόμα τῆς ἀβύσσου.