Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

¹ Τότε Ὕψστος εἶπεν περὶ τούτων, ὁ μέγας Ἅγιος, καὶ ἐλάλησεν καὶ εἶπεν καὶ ἔπεμψεν Ἰστραὴλ πρὸς τὸν υἱὸν Λέμεχ

²Εἶπον αὐτῷ ἐπὶ τῷ ἐμῷ ὀνόματι Κρύψον σεαυτόν, καὶ δήλωσον αὐτῷ τέλος ἐπερχόμενον, ὅτι ἡ γῆ ἀπόλλυται πᾶσα, καὶ κατακλυσμὸς μέλλει γίνεσθαι πάσης τῆς γῆς καὶ ἀπολέσει πάντα ὅσα ἐστὶν αὐτῇ.

³καὶ δίδαξον αὐτὸν ὅπως ἐκφύγῃ, καὶ μενεῖ τὸ σπέρμα αὐτοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.

⁴Καὶ τῷ Ῥαφαὴλ εἶπεν Δῆσον τὸν Ἀζαὴλ ποσὶν καὶ χερσίν, καὶ βάλε αὐτὸν εἰς τὸ σκότος, καὶ ἄνοιξον [*]( ὄντων, 8 καὶ ἐπορεύθησαν πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων τῆς γῆς καὶ Sync. συνεκοιμήθησαν μετʼ αὐτῶν καὶ ἐν ταῖς θηλείαις ἐμιάνθησαν, καὶ ἐδήλωσαν αὐταῖς πάσας τὰς ἁμαρτίας, καὶ ἐδίδαξαν αὐτὰς μίσητρα ποιεῖν. ⁹καὶ νῦν ἰδοὺ αἱ θυγατέρες τῶν ἀνθρώπων ἔτεκον ἐξ αὐτῶν υἱοὺς γίγαντας· κίβδηλα ἐπὶ τῆς γῆς τῶν ἀνθρώπων ἐκκέχυται, καὶ ὅλη ἡ γῆ ἐπλήσθη ἀδικίας. ¹⁰καὶ νῦν ἰδοὺ τὰ πνεύματα τῶν ψ υχῶν τῶν ἀποθανόντων ἀνθρώπων ἐντυγχάνουσι, καὶ μέχρι τῶν πυλῶν τοῦ οὐρανοῦ ἀνέβη ὁ στεναγμὸς αὐτῶν καὶ οὐ δύναται ἐξελθεῖν ἀπὸ προσώπου τῶν ἐπὶ τῆς γῆς γινομένων ἀδικημάτων. ¹¹καὶ σὺ αὐτὰ οἶδας πρὸ τῶν αὐτὰ γενέσθαι καὶ ὁρᾷς αὐτοὺς καὶ ἐᾷς αὐτοός, καὶ οὐδὲν λέγεις. τί δεῖ ποιῆσαι αὐτοὺς περὶ τούτου ;) [*](X)[*]( 1Τότε ὁ δφιστος εἶπὲ καὶ ὁ ἄγιος ὁ μέγας ἐλάλησε, καὶ ἔπεμψ ε τὸν Οὐριὴλ πρὸς τὸν υἱὸν Λάμεχ λέγων 2ΙΙορεόου πρὸς τὸν Νῶε καὶ εἰπὸν αὐτῷ τῷ ἐμῷ ὀνόματι Κρύψον σεαυτόν, καὶ δήλωσον αὐτῷ τέλος ἑπερχθμενον, ὅτι ἡ γῆ ἀπόλλυται πᾶσα· καὶ εἰπὸν αὐτῷ ὅτι κατακλυσμὸς μέλλει γίνεσθαι πάσης τῆς γῆς, ἀπολέσαι πάντα ἀπὸ προσώπου τῆς γῆς. 3 δίδαξον τὸν δίκαιον τί ποιήσει, τὸν υἱὸν Λάμεχ. καὶ τὴν ψυχὴν αὐτοῦ εἰς ζωὴν συντηρήσει, καὶ ἐκφεύξεται διʼ αἰῶνος, καὶ ἐξ αὐτοῦ φυτευθήσεται φύτευμα καὶ σταθήσεται πάσας τὰς γενεὰς τοῦ αἰῶνος. 4Καὶ τῷ Ῥαφαὴλ εἶπε Πορεύου, Ῥαφαὴλ, καὶ δῆσον τὸν Ἀζαὴλ· χερσὶ καἰ ποσὶ συμπθδισον αὐτόν, καὶ ἔμβαλε αὐτὸν) [*](8 om αυτας Syncg 9 om των ανθρ. (2°) Syncg | τειτωναις P*vid (-νας Pcorr) | της γης] om της Syncg 2 11 om αυτους 3° Syncg 2 X 1 του Ααμεχ Syncg 4 εμβαλλε Syncg)

796
[*](P) τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ Δαδουὴλ κἀκεῖ βάλε αὐτόν,

5 καὶ ὑπόθες αὐτῷ λίθους τραχεῖς καὶ ὀξεῖς καὶ ἐπικάλυψον αὐτῷ τὸ σκότος, καὶ οἰκησάτω ἐκεῖ εἰς τοὺς αἰῶνας, καὶ τὴν ὄψιν αὐτοῦ πώμασον καὶ φῶς μὴ θεωρείτω·

⁶καὶ ἐν τῇ ἡμέρᾳ τῆς μεγάλης τῆς κρίσεως ἀπαχθήσεται εἰς τὸν ἐνπυρισμόν.

⁷καὶ ἰαθήσεται ἡ γῆ, ἣν ἠφάνισαν οἱ ἄγγελοι, καὶ τὴν ἴασιν τῆς γῆς δήλωσον, ἵνα ἰάσωνται τὴν πληγήν, ἵνα μὴ ἀπόλωνται πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν τῷ μυστηρίῳ ὅλῳ ᾧ ἐπέταξαν οἱ ἐγρήγοροι καὶ ἔδειξαν τοὺς υἱοὺς αὐτῶν,

8 καὶ ἠρημώθη πᾶσα ἡ γῆ ἀφανισθεῖτα ἐν τοῖς ἔργοις τῆς διδασκαλίας Ἀζαήλ καὶ ἐπʼ αὐτῷ γράψον τὰς ἁμαρτίας πάσας.

⁹Καὶ τῷ Γαβριὴλ εἶπεν ὁ κύριος Πορεύου ἐπὶ τοὺς μαζηρέους, ἐπὶ τοὺς κιβδήλους καὶ τοὺς υἱοὺς τῆς πορνείας, καὶ ἀπόλεσον τοὺς υἱοὺς τῶν ἐγρηγρόων ἀπὸ τῶν ἀνθρώπων· πέμψον αὐτοὺς ἐν πολέμῳ ἀπωλείας. μακρότης γὰρ ἡμερῶν οὐκ ἔστιν αὐτῶν,

10 καὶ πᾶσα ἐρώτησις οὐκ ἔσται τοῖς πατράσιν αὐτῶν καὶ περὶ αὐτῶν, ὅτι ἐλπίζουσιν ζῆσαι ζωὴν αἰώνιον, καὶ ὅτι ζήσεται ἕκαστος αὐτῶν ἔτη πεντακόσια.

¹¹ Καὶ εἶπεν Μιχαὴλ Πορεύου καὶ δήλωσον Σεμιαζᾷ καὶ τοῖς λοιποῖς τοῖς σὺν αὐτῷ ταῖς γυναιξὶν μιγεῖσιν, μιανθῆναι ἐν αὐταῖς ἐν τῇ ἀκαθαρσίᾳ αὐτῶν·