Ad Smyrnaeos (epist. 6)

Ignatius of Antioch

Ignatius Antiochenus, Ad Smyrnaeos (epist. 6), Lake, Loeb, 1912

Δοξάζω Ἰησοῦν Χριστὸν τὸν θεὸν τὸν οὕτως ὑμᾶς σοφίσαντα: ἐνόησα γὰρ ὑμᾶς κατηρτισμένους ἐν ἀκινήτῳ πίστει, ὥσπερ καθηλωμένους ἐν τῷ σταυρῷ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ σαρκί [*](Rom. 1, 3) τε καὶ πνεύματι καὶ ἡδρασμένους ἐν ἀγάπῃ ἐν τῷ αἵματι Χριστοῦ, πεπληροφορημένους εἰς τὸν κύριον ἡμῶν, ἀληθῶς ὄντα ἐκ γένους Δαυεὶδ κατὰ σάρκα, υἱὸν θεοῦ κατὰ θέλημα καὶ δύναμιν θεοῦ, [*](A Theodoret omit qeou= and are follosed by Lightfoot.) γεγεννημένον ἀληθῶς ἐκ παρθένου, βεβαπτισμένον [*](Mt. 3, 15) ὑπὸ Ἰωάννου, ἵνα πληρωθῇ πᾶσα δικαιοσύνη ὑπ̓ αὐτοῦ:

ἀληθῶς ἐπὶ Ποντίου Πιλάτου καὶ Ἡρώδου τετράρχου καθηλωμένον ὑπὲρ ἡμῶν ἐν σαρκί, ἀφ̓ οὖ καρποῦ ἡμεῖς ἀπὸ τοῦ θεομακαρίστου [*](Is. 6, 26 (11, 12; 49, 22; 62, 10)) αὐτοῦ πάθους, ἵνα ἄρῃ σύσσημον εἰς τοὺς αἰῶνας διὰ τῆς ἀναστάσεως εἰς τοὺς ἁγίους καὶ πιστοὺς αὐτοῦ, εἴτε ἐν Ἰουδαίοις εἴτε ἐν ἔθνεσιν, [*](Epb. 2, 16) ἐν ἑνὶ σώματι τῆς ἐκκλησίας αὐτοῦ.