Ad Romanos (epist. 4)

Ignatius of Antioch

Ignatius Antiochenus, Ad Romanos (epist. 4), Lake, Loeb, 1912

Μνημονεύετε ἐν τῇ προσευχῇ ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ἥτις ἀντὶ ἐμοῦ ποιμένι τῷ θεῷ χρῆται. μόνος αὐτὴν Ἰησοῦς Χριστὸς ἐπισκοπήσει καὶ ἡ ὑμῶν ἀγάπη.

ἐγὼ δὲ αἰσχύνομαι [*](I Cor. 15, 8, 0) ἐξ αὐτῶν λέγεσθαι: οὐδὲ γὰρ ἄξιός εἰμι, ὣν ἔσχατος αὐτῶν καὶ ἔκτρωμα: ἀλλ̓ ἠλέημαί τις εἶναι, ἐὰν θεοῦ ἐπιτύχω.

ἀσπάζεται ὑμᾶς τὸ ἐμὸν πνεῦμα καὶ ἡ ἀγάπη τῶν ἐκκλησιῶν τῶν δεξαμένων με εἰς ὄνομα Ἰησοῦ Χριστοῦ, οὐχ ὡς παροδεύοντα. καὶ γὰρ αἱ μὴ προσήκουσαί μοι τῇ ὁδῷ τῇ κατὰ σάρκα, κατὰ πόλιν με προῆγον.