Ad Magnesios (epist. 2)

Ignatius of Antioch

Ignatius Antiochenus, Ad Magnesios (epist. 2), Lake, Loeb, 1912

Καὶ ὑμῖν δὲ πρέπει μὴ συγχρᾶσθαι τῇ ἡλικίᾳ τοῦ ἐπισκόπου, ἀλλὰ κατὰ δύναμιν θεοῦ πατρὸς πᾶσαν ἐντροπὴν αὐτῷ ἀπονέμειν, καθὼς ἔγνων καὶ τοὺς ἁγίους πρεσβυτέρους οὐ προσειληφότας τὴν φαινομένην νεωτερικὴν τάξιν, ἀλλ̓ ὡς φρονίμους [*](Lightfoot reads froni/mf as to one prudent in God sith Ag.: it certainly gives a better senso, but for that reason may be a correction.) ἐν θεῷ συγχωροῦντας αὐτῷ, οὐκ αὐτῷ δέ, ἀλλὰ τῷ πατρὶ Ἰησοῦ Χριστοῦ, τῷ πάντων ἐπισκόπῳ.

εἰς τιμὴν οὖν ἐκείνου τοῦ θελήσαντος ἡμᾶς [*](h(ma=s GL, u(ma=s Ag.) πρέπον ἐστὶν ἐπακούειν κατὰ μηδεμίαν ὑπόκρισιν: ἐπεὶ οὐχ ὅτι τὸν ἐπίσκοπον τοῦτον τὸν βλεπόμενον πλανᾷ τις, ἀλλὰ τὸν ἀόρατον παραλογίζεται. τὸ δὲ τοιοῦτον οὐ πρὸς σάρκα ὁ λόγος, ἀλλὰ πρὸς θεὸν τὸν τὰ κρύφια εἰδότα.

200