In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ἐπεὶ δὲ τῶν ἐκτὸς τοῦ ζῳδιακοῦ κύκλου κειμένων ἄστρων ἀποδεδώκαμεν τὰ συμβαίνοντα περὶ τὴν ἑκάστου αὐτῶν ἀνατολήν τε καὶ δύσιν, ἑξῆς ἀποδώσομεν τὰς αὐτῶν τῶν δώδεκα ζῳδίων συνανατολάς τε καὶ συγ- καταδύσεις.

Τοῦ μὲν οὖν Καρκίνου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Διδύμων γ΄ καὶ κ΄ μοίρας ἕως Καρκίνου ιη΄· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων ε΄ ἕως Κριοῦ α΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν ἄκρᾳ τῇ βορείᾳ χηλῇ, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν ὁ ἐν τῇ κεφαλῇ τῆς Ἀνδρομέδας λαμπρός, ἔσχατος δὲ [*](5. ἔσχατον*] ἔσχατοι vulg. | τε om. B. ‖ 6. ὁ ἐν*] οἱ ἐν vulg 10. μικροῦ A. προηγούμενοι*] προηγούμενος vulg. ‖ 11. ἐν ὥρα ιε A. | Vacat scriptura reliquum folium, in quo haec extrema verba nonnullas lineas explent LP3(7) M (11); etiam folium versum vacuum relictum L; decem lineae intersunt inter haec et sequentia V. Scriptura perpetua pergitur A. ‖)

246
τοῦ τε Κριοῦ τῶν ἐν τῇ κεφαλῇ τριῶν λαμπρῶν ὁ ἡγούμενος, καὶ ὁ πρὸς μεσημβρίαν κείμενος τοῦ Κήτους κατὰ μέσον αὐτοῦ τὸ σῶμα ἀκατονόμαστος καὶ λαμπρός, καὶ τῶν ἐν τῷ τετραπλεύρῳ τοῦ Κήτους ὁ νοτιώτερος τῶν ἑπομένων, καὶ τῆς Ἀνδρομέδας ὁ ἀριστερὸς πούς, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.

Ἀνατέλλει δὲ ὁ Καρκίνος ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ μέρεσιν ὥρας.

Ὅταν δὲ ὁ Λέων ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας η΄ μέσης ἕως Λέοντος ιθ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων κ΄ ἕως Ταύρου ιβ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τῶν ἐν τῇ κεφαλῇ ὁ βορειότερος τῶν ἡγουμένων, ἔσχατος δὲ ὁ ἐν τοῖς ὀπισθίοις ποσί.

Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τῆς τε Ἀνδρομέδας ὁ ἑπόμενος τῶν ἐν τῇ ζώνῃ, καὶ τοῦ ἐν τῷ Κήτει τετραπλεύρου ὁ νοτιώτερος τῶν ἡγου- μένων, ἔσχατος δὲ τῶν τε Ὑάδων ὁ λαμπρότατος, καὶ τοῦ Ἡνιόχου ὁ ἐν τῷ ἀριστερῷ ἀγκῶνι, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.

Ἀνατέλλει δὲ ὁ Λέων ἐν ὥραις τρισὶ καὶ τετάρτῳ μέρει.

Τῆς δὲ Παρθένου ἀνατελλούσης συνανατέλλει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Λέοντος μοίρας β΄ καὶ κ΄ ἕως Χηλῶν η΄ μοίρας· μεσουρανεῖ δὲ ἀπὸ Ταύρου μοίρας ιε΄ μέσης ἕως Καρκίνου θ΄ μοίρας. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τῶν ἐν τῇ κεφαλῇ τεσσάρων ὁ [*](2. ὁ] ὡς edd ‖ 5. τῆς om. AL2. | ποὺς ὁ ἀριστερὸς AL2. | 7. ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ μέρεσιν ὥρας*] ἐν ὥρᾳ α΄ καὶ κ΄ καὶ δ΄ μέρει A (P1P2 τετάρτῳ) edd., ἐν ὥρᾳ πρώτῃ καὶ εἰκοστῇ καὶ τετάρτῳ μέρει L2, ἐν ὥρᾳ α΄ καὶ ceteris cum spatio omissis B (L 2 2/3, P3 |, M 2, V 2/3 lin.). ‖ 9. ὅταν L2 ut A, hic et sic)

248
βορειότερος τῶν ἡγουμένων, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποθί.

Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τοῦ Ἡνιόχου ὁ ἐπὶ τοῦ ἀριστεροῦ ὤμου λαμπρός, ἔσχατος δὲ τῆς τε Ἀργοῦς ὁ ἐν τῷ ἀκροστολίῳ λαμπρός, καὶ τοῦ Ὕδρου ὁ βορειότερος τῶν ἐν τῷ χάσματι, ὑπο- λειπόμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον.

Ἀνατέλλει δὲ ἡ Παρθένος ἐν ὥραις τρισὶ καὶ τέσσαρσι πεμπτημορίοις.

Ὅταν δὲ αἱ Χηλαὶ ἀνατέλλωσι, συνανατέλλει μὲν αὐταῖς ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ιϛ ἕως Σκορ- πίου μοίρας Ϛ΄· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου ιη΄ ἕως Λέοντος ια΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ νοτιώ- τερος τῶν ἐν ἄκραις ταῖς χηλαῖς λαμπρῶν, ἔσχατος δὲ ὁ νοτιώτατος τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου.

Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τῶν ἐν τῇ κεφαλῇ τοῦ Λέοντος ὁ νοτιώτερος τῶν ἡγουμένων, καὶ τῆς Ἀργοῦς ὁ βορειότερος τῶν ἐν μέσῳ τῷ ἱστῷ, ἔσχατος δὲ τοῦ Λέοντος ὁ ἑπόμενος τῶν ἐν τῷ νώτῳ δύο ἀστέρων.

Ἀνατέλλουσι δὲ αἱ Χηλαὶ ἐν ὥρᾳ μιᾷ καὶ τρισὶ πεμπτημορίοις.

Τοῦ δὲ Σκορπίου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας γ΄ ἕως Τοξότου θ΄· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοίρας η΄ μέσης ἕως Παρθένου γ΄ καὶ κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότατος τῶν ἐν τῷ μετώπῳ, ἔσχατος [*](1. τοῦ ἡγουμένου B edd. ‖ 3. ἀστέρων add. M, om cett. 5. ἀκροϛο΄· Vat. P1, ἀκροστόλῳ P et primitus P3, ubi levi corr. ἀκροστολίῳ restitutum. ‖ 7. ἡμίπηχυ L, hic et sic semper.)

250
δὲ ὁ τρίτος σφόνδυλος ἀπὸ τῶν ἐν τῷ κέντρῳ ἀριθμού- μενος, ἕκτος δὲ ὢν τῶν μετὰ τοὺς ἐν τῷ στήθει.

Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τῆς Μεγάλης Ἄρκτου ὁ ἐν τῷ στήθει λαμπρός, καὶ τοῦ Ὕδρου τῶν μετὰ τὸν λαμπρότατον τεσσάρων [τῶν πρὸ τοῦ Κρατῆρος] ὁ τρίτος ἀπὸ δύσεως, ἔσχατος δὲ ὅ τε Στάχυς καὶ τοῦ Κενταύρου ὁ ἀριστερὸς ὦμος, ὡς ἡμιπήχιον προηγού- μενος τοῦ μεσημβρινοῦ.

Ἀνατέλλει δὲ ὁ Σκορπίος ἐν ὥραις τρισὶ λειπούσαις δεκάτῳ μέρει.

Τοῦ δὲ Τοξότου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας Ϛ΄ μέσης ἕως Αἰγόκερω ιη΄· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου κ΄ μέσης ἕως Σκορπίου θ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνα- τέλλει ὁ ἐν τῇ ἀκίδι, ἔσχατος δὲ ὁ ἐν τοῖς ὀπισθίοις ποσὶ λαμπρός.

Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τῆς Παρθένου ὁ ἐν τῷ ἀριστερῷ ἀγκῶνι, μικρὸν προ- ηγούμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ τοῦ τε Σκορπίου ὁ μέσος τῶν ἐν τῷ στήθει 〈καὶ〉 λαμπρότατος, καὶ ὁ 〈ἡγούμενος τῶν〉 ἐν τῇ ἀριστερᾷ χειρὶ τοῦ Ὀφιούχου, καὶ τοῦ Στεφάνου ὁ τρίτος ἀπὸ τοῦ λαμπροῦ ἐπὶ τὰ ἑπόμενα, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Τοξότης ἐν ὥραις τρισίν.

Ὅταν δὲ ὁ Αἰγόκερως ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας θ΄ καὶ κ΄ μέσης ἕως Αἰγόκερω ζ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ιθ΄ μέσης ἕως Σκορπίου ιη΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότερος τῶν ἐν τοῖς κέρασι [*](1. σπόνδυλος L hic et sic semper. | τῶν*] τοῦ vulg κέντρῳ] κενταύρῳ AL, edd. ‖ 3. 4. μεσουρανεῖ — στήθει om B.)

252
λαμπρῶν, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ λαμπρῶν.

Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ τε Βοώτου τῶν ἐν τῇ ζώνῃ ὁ λαμπρότατος, καὶ τῶν Χηλῶν ὁ προηγούμενος ἄκρας τῆς βορείας χηλῆς, καὶ τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως ὁ τρίτος ἀπʼ ἄκρας τῆς οὐρᾶς ἀριθμούμενος λαμπρός, ὡς ἡμιπήχιον προηγού- μενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ μεσουρανεῖ τοῦ Ἐνγόνασιν ὅ τε δεξιὸς ὦμος καὶ ὁ ἀπʼ ἄρκτων παρα- κείμενος τοῖς ἐν τῇ δεξιᾷ κνήμῃ.

Ἀνατέλλει δὲ ὁ Αἰγόκερως ἐν ὥρᾳ μιᾷ καὶ ἡμίσει καὶ τρίτῳ μέρει.

Ὅταν δὲ ὁ Ὑδροχόος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας Ϛ΄ ἕως Ὑδροχόου α΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν μοίρας ζ΄ καὶ κ΄ ἕως Τοξότου ζ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνα- τέλλει ὁ ἡγούμενος τῶν ἐν τῇ ἀριστερᾷ χειρί, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδὶ λαμπρός.

Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν ὁ ἐν τῇ κεφαλῇ τοῦ Βοώτου, ἔσχατος δὲ τοῦ Τοξότου ὁ βορειό- τερος τῶν ἐν τῷ τόξῳ, καὶ τοῦ Ὀφιούχου οἱ παρὰ τὸν δεξιὸν ὦμον τρεῖς ἐπʼ εὐθείας ἀκατονόμαστοι, καὶ τοῦ Ἐνγόνασιν ὁ ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρός, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ.

Ἀνατέλλει δὲ ὁ Ὑδροχόος ἐν ὥραις δυσὶ καὶ δυσὶ μέρεσιν ὥρας.

[*](5. ἄκρας τῆς] ἄκρας om. L2, τῆς ἄκρας τῆς B edd. | τοῦ ἐν ἄκρᾳ τῇ β. χ. leg. esse vid. | βορείου AL2. ‖ 9. ἀπʼ ἄρκτου P1P2. ἀπὸ ἄρκτου B edd. ‖ 10. τοῖς*] τῶν vulg.; τῷ vel τοῖς coni. cal. 11. ἡμίσει] ἡμισείᾳ L2, ?? B ed. pr. ‖ 14. μοίρας Ϛ΄] γ΄ (om. μοίρας) A, μοίρας τρίτης L2, μ⁰ ϛ΄ B edd. ‖ 15. μιᾶς καὶ κ΄ AL2)
254

Ὅταν δὲ οἱ Ἰγθύες ἀνατέλλωσι, συνανατέλλει μὲν αὐτοῖς ὁ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας ζ΄ ἕως Κριοῦ ιϚ΄· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου μοίρας Ϛ΄ καὶ κ΄ μέσης ἕως Αἰγόκερω μοίρας θ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν ἄκρῳ τῷ ῥύγχει τοῦ νοτιωτέρου Ἰχθύος, ἔσχατος δὲ ὁ ἐν τῷ Συνδέσμῳ τῶν λίνων.

Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ τε Ἐνγόνασιν ὁ ἐν τῇ ἐκφύσει τοῦ δεξιοῦ μηροῦ, καὶ τοῦ Σκορπίου ὁ ἀπʼ ἄρκτων παρακείμενος τοῖς ἐν τῷ κέντρῳ· ὁ δὲ ἐν τῇ κεφαλῇ τοῦ Ἐνγόνασιν ὑπολείπεται τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως· ἔσχατος δὲ μεσουρανεῖ τοῦ τε Αἰγόκερω ὁ νοτιώτερος τῶν ἐν τοῖς γόνασιν [αὐτοῦ], καὶ τοῦ Ὄρνιθος ὁ ἐν τῷ λάρυγγι καὶ ὁ ἐν τῷ ἀγκῶνι τῆς δεξιᾶς πτέρυγος.

Ἀνατέλλουσι δὲ οἱ Ἰχθύες ἐν ὥραις τρισὶ καὶ δεκάτῳ μέρει.

Τῷ δὲ Κριῷ συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας ιθ΄ μέσης ἕως Κριοῦ α΄ καὶ κ΄· μεσου- ρανεῖ δὲ ἀπὸ Τοξότου μοίρας δ΄ καὶ κ΄ μέσης ἕως Αἰγόκερω ιδ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐπὶ τοῦ ἐμπροσθίου ποδός, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ.

Μεσουρανεῖ δὲ τῶν ἄλλων 〈πρῶτος μὲν〉 τῆς τε Λύρας ὁ ἡγούμενος τῶν ἐν τῷ ζυγώματι, καὶ τοῦ Τοξότου ὁ ἑπόμενος τῶν ἐν τῷ νώτῳ, ὡς δύο μέρη πήχεως προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ μεσουρανεῖ τοῦ τε Ὑδροχόου ὁ ἑπόμενος τῶν ἐν τῇ [*](4. μέσης om. B edd. | μοίρας θ΄] θ΄ μοῑ A, μοίρας θ ης L2, 5. νοτιωτέρου*] νοτίου vulg. ‖ 7. πρῶτος L2, πρῶτον Vat, ᾱ P1P2, α΄ B edd. ‖ 10. ἀπολείπεται L2. ‖ 11. ἔσχατος L2, ἔσχατον cett. ‖ 14. ὁ ἐν] τοῦ ἐν B edd.; τοῦ ἀετοῦ ὁ ἐν coni.)

256
ἀριστερᾷ χειρί, καὶ τοῦ Αἰγόκερω ὁ ἐν τῷ στήθει, καὶ τοῦ Δελφῖνος ὁ ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ.

Ἀνατέλλει δὲ ὁ Κριὸς ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ πεμπτη- μορίοις.

Τοῦ δὲ Ταύρου ἀνατέλλοντος, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας ζ΄ ἕως Ταύρου μοίρας θ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας β΄ καὶ κ΄ μέσης ἕως Ὑδροχόου θ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ τεσσάρων, ἔσχατος δὲ ὁ ἐν ἄκρῳ τῷ δεξιῷ κέρατι.

Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ Ὄρνιθος ὁ ἐν μέσῃ τῇ οὐρᾷ λαμπρός, ἔσχατος δὲ τοῦ Κηφέως ὁ προηγούμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν καὶ ὁ δεξιὸς αὐτοῦ πούς, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημ- βρινοῦ, καὶ ὁ μέσος τῶν ἐν τῇ κάλπιδι τοῦ Ὑδροχόου, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ.

Ἀνατέλλει δὲ ὁ Ταῦρος ἐν ὥρᾳ μιᾷ καὶ ὀγδόῳ μέρει.

Τῶν δὲ Διδύμων ἀνατελλόντων συνανατέλλει μὲν αὐτοῖς ὁ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας β΄ μέσης ἕως Διδύμων λ΄· μεσουρανεῖ δὲ ἀπὸ Ὑδροχόου μοίρας ια μέσης ἕως Ἰχθύων θ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῇ ἀριστερᾷ χειρὶ τοῦ ἡγουμένου Διδύμου, ἔσχατος δὲ ὁ ἐν τῇ δεξιᾷ χειρὶ τοῦ ἑπο- μένου Διδύμου.

Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τοῦ Κηφέως ὁ ἐν τῷ σώματι λαμπρός, καὶ τοῦ Ὑδρο- χόου ὁ ἐν τῷ δεξιῷ ποδὶ λαμπρός, καὶ τοῦ Νοτίου Ἰχθύος ὁ ἐν τῷ ῥύγχει λαμπρός· ἔσχατος δὲ μεσου- [*](1. Αἰγόκερω om. cum lacuna octo fere litterarum B. 6. ἀπὸ τοῦ Τ. L2. ‖ 7. αἰγοκέρωτος B edd. | μοίρας om. AL2.)

258
ρανεῖ τῆς Ἀνδρομέδας δ μέσος τῶν ἐν τῷ δεξιῷ ὤμῳ τριῶν.

Ἀνατέλλουσι δὲ οἱ Δίδυμοι ἐν ὥρᾳ μιᾷ καὶ ἡμίσει καὶ τρίτῳ μέρει.