In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ἑξῆς δὲ ἐροῦμεν περὶ τῆς καταδύσεως τῶν νοτιω- τέρων τοῦ ζῳδιακοῦ κύκλου.

Ὅταν μὲν οὖν δύνῃ ὁ Ὕδρος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Διδύμων θ΄ καὶ κ΄ μοίρας ἕως Παρθένου ια΄· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ιθ΄ μέσης ἕως Τοξότου ιθ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ νοτιώτερος τῶν ἐν τῷ χάσματι, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τοῦ τε Δράκοντος ὁ τρίτος ἀπὸ τῆς οὐρᾶς λαμπρός, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Βοώτου ὁ ἐν τῇ ζώνῃ λαμπρός, καὶ 〈τῶν Χηλῶν〉 ὁ προηγούμενος τοῦ ἐν ἄκρᾳ τῇ βορείᾳ χηλῇ λαμπροῦ [καὶ τοῦ Ὕδρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ]· ἔσχατον δὲ μεσουρα- νοῦσι τοῦ τε Δράκοντος ὁ νοτιώτερος κρόταφος, καὶ τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Τοξότου ὁ ἡγούμενος τῶν ἐν τῇ ἐφαπτίδι.

Δύνει δὲ ὁ Ὕδρος ἐν ὥραις τέσσαρσι.

Τοῦ δὲ Κρατῆρος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας α΄ καὶ κ΄ ἕως Λέοντος ιγ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου μοίρας ιβ΄ μέσης ἕως Τοξότου ἀρχῆς. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ βορειότερος τῶν ἐν τῇ βάσει, ἔσχατος δὲ ὁ νοτιώ- τερος καὶ ὁ βορειότερος τῶν ἐν τῷ κύτει.

234

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τοῦ Σκορπίου ὁ τρίτος 〈καὶ ὁ τέταρτος〉 καὶ ὁ πέμπτος σφόνδυλος τῶν μετὰ τὸ στῆθος, καὶ τοῦ Ἐνγόνασιν ὁ τρίτος ἀπὸ τοῦ δεξιοῦ ὤμου ἐν τῷ βραχίονι κεί- μενος, προηγούμενος [δὲ] τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, ἔσχατον δὲ τοῦ τε Ἐνγόνασιν ὁ ἐν τῇ ἐκφύσει τοῦ ἀριστεροῦ μηροῦ, καὶ τοῦ Τοξότου ἡ ἀκίς.

Δύνει δὲ ὁ Κρατὴρ ἐν ὥρᾳ μιᾷ καὶ τρίτῳ μέρει.

Τοῦ δὲ Κόρακος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Λέοντος * * * * * * * * * * * * * * * * * * * * * * * * *

〈Τοῦ δὲ Θηρίου δύνοντος, ὃ ἔχει ὁ Κένταυρος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Λέοντος〉 θ΄ καὶ κ΄ μοίρας μέσης ἕως Χηλῶν ια΄· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου ι΄ ἕως Αἰγόκερω Ϛ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς ὀπισθίοις μηροῖς, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ κεφαλῇ.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Δράκοντος ὁ ἐν τῷ χάσματι, προηγούμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ τοῦ Ἐνγόνασιν ὁ ἀριστερὸς ἀγκών, προηγούμενος ὡς ἡμιπήχιον τοῦ μεσημβρινοῦ, ἔσχατον δὲ τοῦ τε Δράκοντος τῶν ἐν τῇ πρώτῃ σπείρᾳ τριῶν λαμπρῶν ὁ ἡγούμενος, καὶ τοῦ Ὄρνιθος ὁ ἐν ἄκρᾳ τῇ δεξιᾶ πτέρυγι, μικρὸν ὑπολειπό- μενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Ὀϊστοῦ ὁ ἐπὶ τῆς [*](1. μεσουρανεῖ P1P2. ‖ 7. τοῦ τόξου B edd. ‖ 10. Lacunam sta tui post Λέοντος. Desunt constellationes Corvi et Centauri. Sine lacuna pergunt A edd., nisi quod Pet. in versione latina ante partem, quae est de Ara, stellis lacunam indicavit, qua deesse dicit „asterismos Centauri et ferae“. ‖ 9—236, 3. Τοῦ δὲ Κόρακος — Δύνει δὲ τὸ Θηρίον ἐν ὥραις δυσὶ om. B spatio)

236
ἀκίδος, καὶ τοῦ Αἰγόκερω ὁ νοτιώτερος τῶν ἐν τῷ προσώπῳ.

Δύνει δὲ τὸ Θηρίον ἐν ὥραις δυσί.

Τοῦ δὲ Θυμιατηρίου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Λέοντος ιθ΄ μοίρας μέσης ἕως Χηλῶν θ΄· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου ε΄ ἕως Αἰγόκερω ε΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ νοτιώτερος τῶν ἐν τῷ χείλει καὶ διπλοῦς, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῇ βάσει.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ τε Ἐνγόνασιν ὁ ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρός, καὶ τοῦ Τοξότου ὁ μέσος τῶν ἐν τῷ τόξῳ, ἔσχατον δὲ τοῦ Αἰγόκερω ὁ νοτιώτερος τῶν ἐν τοῖς κέρασι λαμπρῶν.

Δύνει δὲ τὸ Θυμιατήριον ἐν ὥραις δυσὶ καὶ ἕκτῳ μέρει.

Ὅταν δὲ ὁ Νότιος Ἰχθὺς δύνῃ, συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας δ΄ καὶ κ΄ ἕως Αἰγόκερω ιη΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας γ΄ ἕως Κριοῦ μοίρας β΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ λαμπρῶν, ἔσχατος δὲ ὁ ἐν τῷ ῥύγχει λαμπρὸς σφόδρα.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τῶν Ἰχθύων τοῦ νοτιωτέρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, ἔσχατον δὲ τῆς τε Ἀνδρομέδας ὁ ἀριστερὸς πούς, καὶ τοῦ Κριοῦ ὁ μέσος τῶν ἐν τῇ κεφαλῇ, καὶ τοῦ ἐν τῷ Κήτει τετραπλεύρου ὁ νοτιώτερος τῶν ἑπομένων.

Δύνει δὲ ὁ Ἰχθὺς ἐν ὥρᾳ μιᾷ καὶ τέσσαρσι πεμπτη- μορίοις.

[*](5. αὐτῷ om. A edd. ‖ 7. ε΄ μέσης] θ΄ μέσης A (Vat. θ΄ ex ιθ΄ corr.) edd. ‖ 10. μεσουρανεῖ P1P2. ‖ 14. κέρασι*] γόνασι)
238

Τοῦ δὲ Κήτους δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας ζ΄ καὶ κ΄ μέσης ἕως Κριοῦ ιδ΄· μεσουρανεῖ δὲ ἀπὸ Ταύρου μοίρας β΄ καὶ κ΄ ἕως Καρκίνου μοίρας ιε΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνειν ἄρχεται ὁ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῷ βορείῳ χελυνίῳ.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ τε Ἡνιόχου ὁ νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ καὶ ὁ ἐν τῷ δεξιῷ ποδί, ἔσχατον δὲ τῆς τε Ἄρκτου ὁ ἐν τοῖς ἐμπροσθίοις σκέλεσι λαμπρός, καὶ τῆς Ἀργοῦς ὁ ἐν μέσῳ τῷ τοίχῳ λαμπρός, προηγούμενος τοῦ μεσημ- βρινοῦ ὡς ἡμιπήχιον.

Δύνει δὲ τὸ Κῆτος ἐν ὥραις τέσσαρσι λειπούσαις ὀγδόῳ μέρει.

Το δὲ Ὠρίωνος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας ζ΄ ἕως Ταύρου μοίρας λ΄· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοίρας ιβ΄ ἕως Παρ- θένου μοίρας ιγ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ ἀριστερῷ ποδί, ἔσχατοι δὲ οἱ βορειότατοι τῶν ἐν τῷ κολλορόβῳ.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς Μεγάλης Ἄρκτου ὁ ἐν τοῖς ὀπισθίοις γόνασι, καὶ τοῦ Λέοντος ὁ ἀπὸ νότου τῷ ἐπὶ τῆς ὀσφύος λαμπρῷ παρακείμενος, ἔσχατον δὲ τῆς Παρθένου ὁ ἀριστερὸς ὦμος.

Δύνει δὲ ὁ Ὠρίων ἐν ὥραις δυσὶν ὡς ἔγγιστα.

Ὅταν δὲ ὁ ἀπὸ τοῦ Ὠρίωνος Ποταμὸς δύνῃ, συγ- καταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας ζ΄ ἕως Ταύρου μοίρας ε΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων δ΄ ἕως Λέοντος ι΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἡγούμενος καὶ λαμπρότατος πάντων,

240
ἔσχατος δὲ ὁ πρῶτος καὶ ἀπὸ μεσημβρίας παρακείμενος τῷ ποδὶ τοῦ Ὠρίωνος.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς δύσεως τῶν τε Διδύμων ὁ Πρόπους, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Λαγωοῦ οἱ ἐν μέσῳ τῷ σώματι δύο· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Λέοντος ὁ ἑπόμενος τῶν ἐν τῷ νώτῳ, καὶ τῆς Ἄρκτου ὁ ἐν τοῖς ὀπισθίοις γόνασιν, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.

Δύνει δὲ ὁ Ποταμὸς ἐν ὥραις τέσσαρσι καὶ ἡμίσει καὶ πέμπτῳ μέρει ὥρας.

Τοῦ δὲ Λαγωοῦ δύνοντος συγκαταδύνει μὲν ὁ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας ζ΄ καὶ κ΄ μέσης ἕως Ταύρου ιδ΄· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας λ΄ ἕως Λέοντος μοίρας α΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς ἐμπροσθίοις ποσίν, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς τε Ἄρκτου τοῦ πλινθίου] ὁ ἐπὶ τῶν ὤμων αὐτῆς, καὶ τοῦ Δράκοντος ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Λέοντος ὁ ἐν τῇ καρδίᾳ, καὶ τῆς Ἀργοῦς ὁ βορειότερος τῶν ἐν τῇ ἀποτομῇ, μικρὸν προηγούμενος τοῦ μεσημ- βρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Λέοντος ὅ τε ὀπίσθιος ποὺς καὶ ὁ ἐν τοῖς ὀπισθίοις σκέλεσι, καὶ τοῦ Κρατῆρος ὁ νοτιώτατος τῶν ἐν τῇ βάσει.

Δύνει δὲ ὁ Λαγωὸς ἐν ὥρᾳ μιᾷ καὶ τρίτῳ μέρει.

Τοῦ δὲ Κυνὸς δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας ια΄ ἕως Ταύρου μοίρας θ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοίρας ιζ΄ ἕως Παρθένου ια΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς ὀπισθίοις ποσὶ λαμπρός, ἔσχατος δὲ ὁ νοτιώτατος τῶν ἐν τῇ κεφαλῇ ἐκφανῶν.

242

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς τε Ἄρκτου ὁ ἡγούμενος τῶν ἐν τοῖς ὀπισθίοις ποσί, καὶ τοῦ Λέοντος ὁ ἐπὶ τῆς ὀσφύος· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Κόρακος ὁ ἐν τοῖς ποσί, καὶ τῆς Παρθένου ὁ νοτιώτερος ὦμος, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεωος.

Δύνει δὲ ὁ Κύων ἐν τρισὶν ἡμιωρίοις.

Τοῦ δὲ Πρόκυνος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας ιε΄ ἕως Διδύμων μοίρας ιη΄· μεσουρανεῖ δὲ ἀπὸ τῆς ἀρχῆς τῶν Χηλῶν ἕως Χηλῶν μοίρας δ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἡγού- μενος καὶ διπλοῦς, ἔσχατος δὲ ὁ ἑπόμενος καὶ λαμπρός.

Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Βοώτου ὁ μέσος τῶν ἐν τῷ ἀριστερῷ ποδί, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Κενταύρου ὁ βορειότερος τῶν ἐν τῇ κεφαλῇ, ὡς ἡμιπήχιον προηγού- μενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τῆς τε Ἄρκτου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, ὑπολειπόμενος μικρὸν τοῦ μεσημβρινοῦ, καὶ τοῦ Βοώτου ὁ βορειότερος τῶν ἐν τῷ ἀριστερῷ ποδί, καὶ τοῦ Ὕδρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Κενταύρου ὁ δεξιὸς ὦμος.

Δύνει δὲ ὁ Προκύων ἐν πέμπτῳ μέρει ὥρας.

Τῆς δὲ Ἀργοῦς δυνούσης συγκαταδύνει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας ιϚ΄ ἕως Διδύμων μοίρας ιη΄· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας ιζ΄ ἕως Χηλῶν μοίρας ε΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ λαμπρότατος καὶ νοτιώτατος τῶν ἐν τῷ πηδαλίῳ, ὅν τινες Κάνωπον προσαγορεύουσιν, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν 〈μέσῳ〉 τῷ ἱστῷ.

[*](1. μεσουρανεῖ B ‖ 3 ἔσχατον*] ἔσχατοι vulg. ‖ 8 Secuitur pars, quae est de Argo, tum ea, quae est de Procyone A;)
244

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Λέοντος τῶν ἐν τῇ κεφαλῇ ὁ νοτιώτερος τῶν ἡγουμένων, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Ὕδρου ὁ μετὰ τὴν ἔκφυσιν τοῦ τραχήλου μικρός· ἔσχατον δὲ μεσουρανοῦσι τῆς τε Μεγάλης Ἄρκτου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Βοώτου ὁ βορειότερος τῶν ἐν τῷ ἀριστερῷ ποδί, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Ὕδρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Κενταύρου ὁ δεξιὸς ὦμος, μικρὸν προηγούμενοι τοῦ μεσημβρινοῦ.

Δύνει δὲ ἡ Ἀργὼ ἐν ὥραις πέντε ὡς ἔγγιστα.