In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

ἐπὶ τὴν ζώνην ἀναφέρεσθαι. λέληθε μέντοι γε αὐ- τὸν τὸ βούλημα τοῦ ποιητοῦ καὶ ἐν τούτοις· λέγει γὰρ οὕτως· „ἡμεῖς μέντοι καὶ ἐπὶ τούτῳ τῷ τε „ποιητῇ συμφώνως καὶ τοῖς φαινομένοις ἀκολούθως „οἰόμεθα δεῖν γράφεσθαι τὸ ποίημα τὸν τρόπον „τοῦτον·

  • „αὐτὴ δὲ ζώνη καί κʼ ἀμφήριστα πέλονται
  • „ἢ Κριῷ ἀνιόντι φαείνεται ἢ ἐπὶ Ταύρῳ,
  • „σὺν τῷ πασσυδίῃ ἀνελίσσεται.
  • „ἐπεὶ γὰρ μέλλοντος μὲν τοῦ Κριοῦ ἀνατέλλειν ὁ „Περσεὺς ὁμολογουμένως μέχρι τῶν ὤμων ἐκφανὴς [*](1. πέρσεως ἀνατέλλοντος A. || 2. αὐτῇ τε A, αυτη δὲ (sic) LP3V, αὕτη δὲ M. | καὶ καμφήριστα A (καμφήριτα P1P2 hic tantum), καὶ ἀμφήριστα B, καὶ κἀμφήριστα ed. pr. hic et infra. | πέλοιτο] γένοιτο AB. || 5. τῷ λήγοντι A. || 7. ἐπὶ γὰρ τῶν] ἐπεὶ οὕτω γε καὶ τῶν A. || 9. ληγόντων] γόντων Vat., λη add. m. 2. || 10. κατά γε*] κατὰ μὲν vulg. || 13. τὸ λήγουσαν A. || 20. αυτη)

    176
    „γίνεται, ἅμα δὲ τῷ ἄρξασθαι ἀναφέρεσθαι τὸν Κριὸν „εὐθέως ἔκδηλος ἡ τοῦ Περσέως ζώνη γίνεται διὰ „τὸ βραχὺ παντελῶς παραλλάσσειν τῆς τοῦ Κριοῦ „ἀρχῆς τὴν φάσιν αὐτῆς, διστάζει, πότερον κατὰ τὴν „τοῦ Κριοῦ μέλλοντος ἀνατέλλειν ἀρχὴν ὑποθῆται „〈αὐτὴν〉 φανερὰν ἤδη γίνεσθαι, ἢ ἐπὶ τὸ μᾶλλον „ὁμολογούμενον ἔλθῃ, διότι τοῦ Ταύρου μέλλοντος „ἀναφέρεσθαι ἐκφανής ἐστι τοῦ Περσέως ἡ ζώνη μετὰ

    „τοῦ λοιποῦ σώματος. καὶ τοῦτον τὸν τρόπον γραφο- „μένου τοῦ ποιήματος τά τε φαινόμενα σωθήσεται, „καὶ τὰ περὶ τῆς ζώνης ὁ ποιητὴς οὐ μόνον ἐμπείρως, ἀλλὰ καὶ ἀκριβῶς ἐξηγούμενος ἂν φαίνοιτο.“

    Πρῶτον μὲν οὖν ἐν τούτοις ὁ Ἄτταλος ἀγνοεῖ, νομίζων ἐπὶ τοσοῦτον τὴν ἀκρίβειαν ἐν τοῖς Φαινο- μένοις ὑπὸ Ἀράτου διειλῆφθαι, ὥστε περὶ αὐτῶν τῶν ἐν τῇ ζώνῃ τοῦ Περσέως ἀστέρων διστάζειν αὐτόν, πότερον τῆς ἀρχῆς τοῦ Κριοῦ ἐπʼ ἀνατολῆς οὔσης καὶ αὐτὴ ἤδη φανερά ἐστι σὺν τοῖς ὤμοις καὶ τῇ κεφαλῇ

    ἢ μετʼ ὀλίγον. χωρὶς γὰρ τοῦ ὁλοσχερῶς μὴ μόνον τὸν Ἄρατον, ἀλλὰ καὶ τὸν Εὔδοξον ἐν τοῖς Φαινομένοις ἀναστρέφεσθαι, καθάπερ ἐπιδεδείχαμεν, ἔτι καὶ οὐ μόνον ἐπὶ τῆς τοῦ Περσέως ζώνης τοῦτʼ ἂν παρὰ τῷ Ἀράτῳ διστάζοιτο, ἀλλὰ καὶ ἐπὶ πάντων 〈τῶν〉 δυσὶν

    ἢ καὶ πλείοσι ζῳδίοις συνανατελλόντων. τελέως δʼ ἀγνοεῖν δόξειεν 〈ἂν〉 ὁ Ἄτταλος καὶ τὰ φαινόμενα, ὑπολαμβάνων κατὰ ἀλήθειαν οὕτως εἶναι δισταζόμενα [*](4. διστάζειν A. | κατὰ τὸν A. || 5. ὑπόθηται A. || 6. φανερὰν corr. Pet., φανερὰ vulg. || 10. φαινόμενα*] γραφόμενα vulg. || 12. ἀναφαίνοιτο B. || 13. ἐν τούτοις*] διὰ τούτων vulg. | ἀγνοεῖ νομίζων corr. Pet., ἀπορεῖ νομίζων A Ur., εἰ νομίζων B ed. pr. || 16. διστάζειν αὐτόν, πότ.*] διστάζει τὸ πότ. vulg. || 23. δυσὶν*])

    178
    〈τὰ〉 περὶ τὴν ζώνην τοῦ Περσέως, καθάπερ προ- είρηκεν. οὐ γὰρ μόνον ἡ ζώνη τοῦ Περσέως φαίνεται ὑπὲρ γῆν τοῦ Κριοῦ ἀρχομένου ἀνατέλλειν, ἀλλὰ καὶ ὅλος σχεδὸν ὁ Περσεὺς πλὴν τοῦ ἀριστεροῦ ποδὸς καὶ

    τοῦ γόνατος. ὁ μὲν γὰρ δεξιὸς αὐτοῦ ποὺς συνανατέλλει τῇ η΄ μοίρᾳ τῶν Ἰχθύων, ὁ δὲ ἐν τῷ δεξιῷ γόνατι τῇ ζ΄ μοίρᾳ· ὁ δὲ ἐν τῷ γοργονίῳ καὶ τῇ ἀριστερᾷ χειρὶ κείμενος λαμπρὸς ἀστήρ, ὃς μικρὸν προηγεῖται τοῦ ἀριστεροῦ μηροῦ, τῇ ιγ΄ μοίρᾳ τῶν Ἰχθύων συνανα- φέρεται. μόνη δὲ αὐτοῦ ἡ ἀριστερὰ κνήμη τῷ Κριῷ

    συνανατέλλει. δῆλον οὖν ὅτι ἀγνοεῖ, λέγων τά τε φαινό- μενα σωθήσεσθαι καὶ τὸν Ἄρατον ἐμπείρως καὶ ἀκριβῶς τὰ περὶ τῆς τοῦ Περσέως ζώνης φανεῖσθαι ἐξηγούμενον.

    Δοκεῖ δέ μοι διηπορῆσθαι ὁ Ἄρατος παρὰ τὴν αὐτὴν αἰτίαν, παῤ ἣν καὶ ὁ Εὔδοξος, ᾧ θηκεν ὁ Ἄρατος. ἐν μὲν γὰρ τῷ συντάγματι τῷ περὶ τῶν φαινομένων γράφει, ὅτι τοῖς Ἰχθύσι συνανατέλλει τὰ δεξιὰ τοῦ Περσέως, ὥστε τῆς ἀρχῆς τοῦ Κριοῦ πρὸς τῇ ἀνατολῇ οὔσης τὰ δεξιὰ μόνον τοῦ Περσέως μέρη κατʼ αὐτὸν ὑπὲρ γῆν φαίνεσθαι· ἐν δὲ τῷ ἑτέρῳ συντάγματι, ὃ ἐπιγράφεται „Ἔνοπτρον“, τοῖς Ἰχθύσι

    φησὶν αὐτὸν ὅλον πλὴν ὀλίγου συνανατέλλειν. ἐν πᾶσιν οὖν σχεδὸν τοῖς περὶ τὰς ἀνατολὰς τῶν ἄστρων συμφωνούντων ἀλλήλοις τῶν δύο συνταγμάτων, περὶ δὲ τοῦ Περσέως διαφόρου τῆς ἀναγραφῆς οὔσης, εὐλόγως ὁ Ἄρατος, διαπορῶν, ποίᾳ τις κατακολουθήσει ἀποφάσει, ἀμφήριστόν φησιν εἶναι καὶ δισταζόμενον, πότερον καὶ ἡ ζώνη τοῦ Περσέως μετὰ τῶν ὤμων καὶ τῆς κεφαλῆς τοῦ Κριοῦ ἀνατέλλοντος μετέωρος φαίνεται [*](2. μόνη B edd. || 7. ὁ δʼ ἐν A. || 12. ἐμπείρως (sic) L, ἐμπείρως et supra ει rasura M, ἐμπειρῶς V. || 19. μέρη τοῦ)

    180
    ἢ τοῦ Ταύρου ἀναφερομένου, ὡς τὸ ἕτερον τῶν τοῦ

    Εὐδόξου συνταγμάτων περιέχει. οὐ παρὰ τὸ τῇ αἰσθήσει οὖν δύσκριτον εἶναι διὰ μικρότητα τῆς διαφορᾶς, ὡς ὁ Ἄτταλος ὑπέλαβεν, ἀμφήριστόν φησιν εἶναι, πότερον ἡ ζώνη τοῦ Περσέως ὑπὲρ γῆν ἤδη φαίνεται τῆς ἀρχῆς τοῦ Κριοῦ πρὸς τῷ ὁρίζοντι οὔσης, ἢ ἀρχομένου ἤδη ἀνατέλλειν τοῦ Ταύρου, τότε καὶ αὐτὴ ἀναφέρεται, ἀλλὰ 〈παρὰ〉 τὸ μὴ ἔχειν εἰπεῖν διὰ τὸ ἑκατέρως παρα- δεδόσθαι.

    Διχῶς δὲ γραφομένου, ἐν μέν τισιν ἀντιγράφοις „καὶ κʼ ἀμφήριστα πέλοιτο“, ἐν δέ τισι „καὶ κʼ ἀμφή- ριστα πέλονται“, δεῖ γράφειν „πέλοιτο“, καὶ οὐχ, ὡς ὁ Ἄτταλος, „πέλονται“. τῷ γὰρ ἂν συνδέσμῳ τὸ „πέλοιτο“ καταλλήλως λέγεται. οὐδὲ γὰρ περισπᾶσθαι δεῖ διὰ τὸ πληθυντικῶς ἐκφέρεσθαι τὸ „ἀμφήριστα“· σύνηθες γάρ ἐστι τὸ σχῆμα τοῦτο τῆς ἐκφορᾶς.

    Τῆς δὲ ἀρχῆς τοῦ Ταύρου ἀνατελλούσης φησὶν ὁ Ἄρατός τε καὶ ὁ Εὔδοξος τὸν Περσέα ὅλον φαίνεσθαι ὑπὲρ γῆν, καὶ τοῦ Ἡνιόχου τὴν ἀριστερὰν χεῖρα, ἐν ᾗ οἱ Ἔριφοι κεῖνται, καὶ τὸν ἀριστερὸν πόδα, καὶ τοῦ Κήτους τὸ ἀπὸ τῆς οὐρᾶς ἕως τῆς λοφίας. δεδυκέναι δέ φησι τοῦ Βοώτου τι μέρος.

    Ἀγνοοῦσιν οὖν τὰ ἀριστερὰ μόνον ὑπολαμβάνοντες τοῦ Ἡνιόχου τῷ Κριῷ συνανατέλλειν· ὁ μὲν γὰρ δεξιὸς ὦμος αὐτοῦ τῇ β΄ καὶ κ΄ μοίρᾳ τοῦ Κριοῦ συνανα- φέρεται, ὁ δὲ βορειότερος τῶν ἐν τῇ κεφαλῇ ἔτι πρό- τερον τοῖς Ἰχθύσι συνανατέλλει, ὥστε καὶ κατὰ τοῦτο ἀγνοεῖν αὐτούς, λέγω δέ, καθʼ ὅσον ὑπολαμβάνουσι πρώτως τῷ Κριῷ τὸν Ἡνίοχον συναναφέρεσθαι. [*](8. παραδίδοσθαι Vat., παραδίδομαι P1P2. || 11. καὶ κʼ ἀμφήριστα πέλοιτο corr. Scal. et Pet., καὶ καμφήστατο A, καὶ)

    182

    ὁμοίως δὲ κατὰ δύο τρόπους καὶ τὰ περὶ τοῦ Κήτους ἠγνοήκασιν. οὔτε γὰρ τῷ Κριῷ ἄρχεται συνανατέλλειν, ὥς φασιν, ἀλλὰ τοῖς Ἰχθύσιν· οὔτε ἕως τῆς λοφίας μόνον ἀναφέρεται σὺν τῷ Κριῷ, ἀλλὰ ὅλον σχεδὸν πλὴν τῶν ἐν τῇ κεφαλῇ ὁ ἐν ἄκρῳ τῷ χελυνίῳ λαμπρός.

    ὅτι γε μὴν οὐδὲ ὁ Βοώτης τῷ Κριῷ ἄρχεται ἀντικατα- φέρεσθαι, ὥς φασιν, ἀλλὰ τῷ Ταύρῳ, προειρήκαμεν ἀνωτέρω.

    Τῶν δὲ Διδύμων ἀρχομένων ἀνατέλλειν ὁ Ἄρατος δύνειν μέν φησι τοὺς πόδας τοῦ Ὀφιούχου „μέσφʼ αὐτῶν γονάτων“, ἀνατέλλειν δὲ τὸ Κῆτος καὶ τοῦ Ποταμοῦ τὰ πρῶτα.

    Ταῦτα δὲ συμφώνως τοῖς φαινομένοις ὑπʼ αὐτῶν εἴρηται.