In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Πάλιν δὲ τοῦ Αἰγόκερω πρὸς τῇ ἀνατολῇ ὄντος, τῷ Τοξότῃ φασὶν ἀντικαταδύνειν τήν τε Ἀργὼ ὅλην καὶ τὸν Πρόκυνα, συνανατέλλειν δὲ τόν τε Ὄρνιθα, καὶ τὸν Ἀετόν, καὶ τὸν Ὀϊστόν, καὶ τὸ Θυμιατήριον.

Τὰ μὲν οὖν ἄλλα συμφώνως ὑπʼ αὐτῶν λέγεται τοῖς φαινομένοις. τὰ δὲ κατὰ τὸν Ὄρνιθα ἠγνόηται μὲν ὑπʼ ἀμφοτέρων, μᾶλλον δὲ ὑπὸ τοῦ Ἀράτου. ὁ μὲν γὰρ Εὔδοξος τῷ Σκορπίῳ φησὶ συνανατέλλειν τὴν δεξιὰν πτέρυγα τοῦ Ὄρνιθος, τῷ δὲ Τοξότῃ τὸ λοιπὸν αὐτοῦ σῶμα. ἐξ ὧν δῆλον ὅτι τὴν δεξιὰν πτέρυγα τοῦ Ὄρνιθος κατὰ τὸν Εὔδοξον δεῖ τοῖς ἐσχάτοις μέρεσι τοῦ Σκορπίου συναναφέρεσθαι. ὁ δὲ Ἄρατός

φησι τῷ Τοξότῃ μόνον συνανατέλλειν αὐτόν. τῇ δὲ ἀληθείᾳ οἱ μὲν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι τοῦ Ὄρνιθος τοῖς ἐσχάτοις μέρεσι τῶν Χηλῶν συνανατέλλουσιν· ὁ δὲ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ πτέρυγι, ὃς δὴ καὶ ἔσχατος ἀνα- τέλλει, τῇ β΄ καὶ κ΄ μοίρᾳ τοῦ Τοξότου συναναφέρεται.

Τοῦ δὲ Ὑδροχόου ἀρχομένου ἀνατέλλειν φησὶ συν- ανατεταλκέναι τῷ Αἰγόκερῳ τοῦ Ἵππου τήν τε κεφαλὴν καὶ τοὺς πόδας, δύνειν δὲ τὰ ὀπίσθια τοῦ Κενταύρου, [*](4. ἀρχόμενον τὸν σκορπίον B ed. pr. || 5. τὴν τῆς ἀργ. τὴν πρ. A (P2 τὴν ante πρ. exp. m. 2). || 8. πρὸς τὴν ἀνατολὴν)

168
καὶ τοῦ Ὕδρου τὸ ἀπὸ τῆς κεφαλῆς ἕως τῆς πρώτης σπείρας. ὁ δὲ Εὔδοξός φησι καὶ τὴν Κασσιέπειαν ἀνατέλλειν καὶ τὸν Δελφῖνα.

Ἃ μὲν οὖν κοινῇ εἰρήκασι, σχεδὸν συμφωνεῖ τοῖς φαινομένοις, πλὴν ὅτι ἡ κεφαλὴ τοῦ Ὕδρου τοῖς ἐσχάτοις μέρεσι τοῦ Τοξότου ἄρχεται ἀντικαταδύνειν, καὶ οὐ τῷ Αἰγόκερῳ. τοῦ δὲ Ἵππου οὐ μόνον ἡ κεφαλὴ καὶ οἱ πόδες ἀνατετάλκασιν, ἀλλὰ καὶ οἱ ὦμοι καὶ τὸ στῆθος.

Παρέχει δέ τισιν ἐπίστασιν, πῶς ἐπὶ τῶν ἄλλων ζῳδίων ὁ Ἄρατος τὰς ἀρχὰς ἐπὶ τῆς ἀνατολῆς ὑποτιθέ- μενος καὶ οὕτως τὰς τῶν ἄλλων ἄστρων ἀνατολὰς καὶ δύσεις διασαφῶν τὸν Ὑδροχόον μέσον ἀνατέλλειν ὑπο- τίθεται, λέγων οὕτως·

  • Ἵππος δʼ Ὑδροχόοιο μέσον περιτελλομένοιο
  • ποσσί τε καὶ κεφαλῇ ἀνελίσσεται.
  • τούτου δʼ ἀπορουμένου ὁ Ἄτταλός φησιν ἁμάρτημα εἶναι, δεῖν δὲ γράφειν οὕτως· „Ἵππος δ᾿ Ὑδροχόοιο νέον περιτελλομένοιο.“ λανθάνει δὲ τόν τε Ἄτταλον καὶ τοὺς ἄλλους τὸ βούλημα τοῦ ποιητοῦ, τάχα δὲ καὶ τὸ φαινόμενον. ὁ γὰρ Ὑδροχόος, τῇ θέσει κείμενος ἀπὸ μεσημβρίας πρὸς ἄρκτους, τὰ μὲν κατὰ τὸ στῆθος καὶ τὴν κεφαλὴν μέρη πολὺ ἐκπίπτοντα τοῦ ζῳδιακοῦ κύκλου εἰς τὸ πρὸς ἄρκτους μέρος, τὰ δὲ κατὰ τοὺς πόδας νοτιώτερα ἔχει τοῦ ζῳδιακοῦ κύκλου· ἐν δὲ τῷ

    ζῳδιακῷ τὰ μέσα αὐτοῦ κεῖται. ἐπεὶ οὖν τὰ δωδεκατη- μόρια τοῦ ζῳδιακοῦ κύκλου ὑποτίθεται ἀναφερόμενα, διὰ τοῦτο ὁ Ἄρατος λέγει τοῦ Ὑδροχόου κατὰ μέσον [*](2. ἑσπέρας A (Vat. σπείρας e corr. m. 2). || 16. κεφαλὴ A. || 17. τοῦτο δʼ ἀπορῶν B edd. || 24. πρὸς ἄρκτον A. || 25. ποδὰς)

    170
    τὸ σῶμα ἀνατέλλοντος „ὁ Ἵππος ποσσί τε καὶ κεφαλῇ ἀνελίσσεται“, καὶ οὐχὶ τὸ μέσον τοῦ ἐν τῷ δωδεκατη- μορίῳ μήκους, ὡς οἵ τε πολλοὶ καὶ ὁ Ἄτταλος ἐκδέχεται.

    ἀναγκαῖον οὖν εἶναι δοκεῖ μοι, μὴ μετατιθέναι τὸν στίχον, ὡς ὁ Ἄτταλος ὑποδεικνύει, ἐν πᾶσί γε δὴ τοῖς ἀντιγράφοις οὕτως αὐτοῦ γραφομένου.

    Ὁ δὲ Εὔδοξος ἀγνοεῖ περί τε τῆς Κασσιεπείας καὶ τοῦ Δελφῖνος· οὐ γὰρ τῷ Αἰγόκερῳ συνανατέλλουσιν, ἀλλʼ ἡ μὲν Κασσιέπεια τοῖς δυσί, τῷ τε Τοξότῃ καὶ τῷ Αἰγόκερῳ· ἄρχεται μὲν γὰρ συνανατέλλειν τῇ α΄ καὶ κ΄ μοίρᾳ τοῦ Τοξότου, ἔσχατον δὲ συνανατέλλει τῇ ιβ΄ μοίρᾳ τοῦ Αἰγόκερῳ. ὁ δὲ Δελφὶς ὅλος τῷ Τοξότῃ συνανατέλλει ἀπὸ 〈μέσης〉 τῆς κ΄ αὐτοῦ μοίρας ἕως 〈μέσης〉 τῆς κδ΄.

    Τῆς δὲ ἀρχῆς τῶν Ἰχθύων ἀνατελλούσης ὁ μὲν Ἄρατός φησι δεδυκέναι τά τε λοιπὰ τοῦ Ὕδρου καὶ τὸν Κένταυρον, ἀνατεταλκέναι δὲ τὸν Νότιον Ἰχθὺν οὐχ ὅλον, ἀλλὰ παρὰ μικρόν, καὶ τῆς Ἀνδρομέδας τὰ

    δεξιὰ μέρη κατὰ μῆκος. ὁ δὲ Εὔδοξος ἐν μὲν τῷ ἑνὶ συντάγματι, ᾧ δὴ καὶ ὁ Ἄρατος κατακολουθεῖ, καὶ τοῦ Περσέως τὴν δεξιὰν χεῖρά φησιν ἀνατέλλειν, ἐν δὲ τῷ Ἐνόπτρῳ, ὅλον αὐτὸν ἀνατεταλκέναι πλὴν μικροῦ τινος· τοῦ δὲ Ὕδρου τὸ μέχρι πρὸς τὸν Κόρακα δύνειν.

    Δοκεῖ δέ μοι ὁ Εὔδοξος περὶ τοῦ Περσέως κατὰ τοῦτο μόνον διαφωνεῖν πρὸς τὸ φαινόμενον, καθʼ ὅσον φησὶν αὐτοῦ μόνον τὴν δεξιὰν χεῖρα συνανατέλλειν τῷ Ὑδροχόῳ· τὸ γὰρ ἥμισυ σχεδὸν αὐτοῦ μέρος τῷ Ὑδροχόῳ συνανατέλλει. ὁ γοῦν ἐν μέσῳ τῷ σώματι λαμπρὸς ἱκανῶς ἀστὴρ 〈τῇ〉 ζ΄ καὶ κ΄ μοίρᾳ τοῦ [*](1. τὸ σῶμα *] τοῦ σώματος vulg. | ποσσί τε *] ποσί τε vulg. κεφαλὴ A (P2 corr. m. 2). || 2. τοῦ] τὸ A. || 3. πολλοὶ] παλαιοὶ)

    172

    Ὑδροχόου συναναφέρεται. ὁ δὲ Ἄρατος ἀγνοεῖ, τὸν Ὕδρον ὅλον τῷ Ὑδροχόῳ ὑπολαμβάνων ἀντικαταδύνειν. ὁ γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ ὑπὲρ τὴν κεφαλὴν τοῦ Κενταύ- ρου κείμενος δύνει ἀνατελλούσης τῆς ια΄ μοίρας τῶν Ἰχθύων. βέλτιον οὖν ὁ Εὔδοξος ἀποφαίνεται, λέγων

    τοῦ Ὕδρου τὴν οὐρὰν ἔτι ὑπολείπεσθαι. περὶ δὲ τοῦ Κενταύρου ἀμφότεροι ἀγνοοῦσιν. οὐ γὰρ ὅλος ἀντι- καταδέδυκε τῶν Ἰχθύων ἀρχομένων ἀναφέρεσθαι, ἀλλʼ ἔτι αὐτοῦ τὰ ἐμπρόσθια ὑπὲρ τὸν ὁρίζοντά ἐστιν· ἡ γὰρ κεφαλὴ καὶ ὁ δεξιὸς ὦμος αὐτοῦ τοῖς Ἰχθύσιν

    ἀντικαταδύνει. διαφωνοῦσι δὲ ἀμφότεροι πρὸς τὸ φαινόμενον καὶ περὶ τοῦ Νοτίου Ἰχθύος, ὅλον αὐτὸν ἔγγιστα τῷ Ὑδροχόῳ ὑπολαμβάνοντες συνανατέλλειν. τοὐναντίον γὰρ τὸ πλεῖστον αὐτοῦ μέρος τοῖς Ἰχθύσι συναναφέρεται· ὁ μὲν γὰρ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ τῇ γ΄ μοίρᾳ τῶν Ἰχθύων συνανατέλλει, ὁ δὲ ἐν τῷ ῥύγχει λαμπρὸς 〈μέσῃ〉 τῇ α΄ καὶ κ΄ μοίρᾳ τῶν Ἰχθύων.

    περὶ δὲ τῆς Ἀνδρομέδας ὁλοσχερῶς ἠγνοήκασιν ἀμφό- τεροι· οὐ γὰρ τῷ Ὑδροχόῳ καὶ τοῖς Ἰχθύσι συνανα- τέλλει, ὡς οὗτοί φασιν, ἀλλὰ τῷ Αἰγόκερῳ καὶ τῷ Ὑδροχόῳ· πρώτη μὲν γὰρ ἡ δεξιὰ χεὶρ αὐτῆς συνανα- τέλλει μέσῳ μάλιστα τῷ Αἰγόκερῳ, ἐσχάτη δὲ ἡ ἀριστερὰ συναναφέρεται 〈μέσῃ〉 τῇ δ΄ καὶ κ΄ μοίρᾳ τοῦ Ὑδροχόου.

    Περὶ δὲ τῆς τοῦ Κριοῦ ἀνατολῆς ὁ Ἄρατος λέγων τὰ μὲν δεξιά φησι τῆς Ἀνδρομέδας οἱ Ἰχθύες

  • αὐτοὶ ἐφέλκονται, τὰ δʼ ἀριστερὰ νειόθεν ἕλκει
  • Κριὸς ἀνελκόμενος. τοῦ καὶ περιτελλομένοιο
  • ἑσπερόθεν κεν ἴδοιο Θυτήριον, αὐτὰρ ἐν ἄλλῃ
  • [*](7. ἀντικαταδέδυκε *] ἂν δέδυκεν (A om. ν ἐφ.) vulg., ἀντι- δέδυκεν coni. Pet. || 11. δʼ ἀμφ. A. || 14. πλεῖστον *] πλεῖον vulg. ||)
    174
  • Περσέος ἀντέλλοντος ὅσον κεφαλήν τε καὶ ὤμους·
  • αὐτὴ δὲ ζώνη καί κʼ ἀμφήριστα πέλοιτο
  • ἢ Κριῷ λήγοντι φαείνεται ἢ ἐπὶ Ταύρῳ.
  • γράφεται μὲν οὕτως ὁ ἔσχατος στίχος· εἰκὸς μέντοι γε ἠγνοῆσθαι τὸ „λήγοντι“. ἐξ ἀρχῆς γὰρ πάντων τῶν ζῳδίων τὰς ἀρχὰς ἐπὶ τῆς ἀνατολῆς ὑποτίθεται, καὶ οὐχὶ μεσοῦντα ἢ λήγοντα· ἐπὶ γὰρ τῶν ἄλλων ἄστρων τινὰ μὲν μέρη μεσούντων τῶν ζῳδίων, τινὰ δʼ ἀρχο-

    μένων ἢ ληγόντων δύνει ἢ ἀνατέλλει. ὅθεν καὶ ὁ Ἄτταλος κατά γε τοῦτο ὀρθῶς συνεώρακε τὸ ἀγνόημα· καὶ δεῖ τοι ἢ ὡς ἐκεῖνός φησι γράφεσθαι· „ἢ Κριῷ ἀνιόντι φαείνεται ἢ ἐπὶ Ταύρῳ,“ ἢ νὴ Δία, οὕτως· „ἢ Κριῷ λήγουσα φαείνεται,“ ὥστε τὸ „λήγουσα“