In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

,,φόρους ἀποφάσεις πεποίηνται περὶ αὐτοῦ. καὶ τινὲς „μέν φασιν αὐτὸν τῇ Παρθένῳ πρῶτον ἄρχεσθαι συγ- „καταδύνειν, εἶτα [ἐν] τοῖς ἐφεξῆς τρισὶ ζῳδίοις, ἔνιοι „δὲ ἄρχεσθαι μὲν ἀπὸ τοῦ Σκορπίου, λήγειν δὲ ἐπὶ „τὸν Ὑδροχόον. ὧν τισι καὶ σὺ παρατέτευχας ἐλεγχο- [*](3. ὁ δὲ*] ὅτε vulg. || 5. δύνειν εἰ πλείονα B ed. pr. || 6. ἐπεὶ corr. Pet., ἐπὶ vulg. || 9. οὐδʼ ἂρ A. || 11. ἀρθρόος A (P2 ρ exp.). | βεβλημένος P1P2. || 14. Βοώτου*] βοώτεω Vat. B edd., βοώ- τοω P1P2. || 18. ἐνδείκνυμεν B ed. pr. || 22. καί τινες φασὶ)

148

„μένοις ὑφʼ ἡμῶν καὶ μετατιθεμένοις. καθόλου δὲ „καὶ τοῦ φαινομένου τοῦτο συνιστάντος καὶ τοῦ ,,ποιητοῦ σαφῶς λέγοντος, ὅτι ὅλος μὲν δεδυκὼς „γίνεται 〈τοῦ〉 Λέοντος πρὸς τῇ ἀνατολῇ ὄντος, „ἄρχεται δὲ δύεσθαι, ὅταν ὁ Ταῦρος μέλλῃ ἀνατέλλειν, „τὸ δὲ κατὰ διάμετρον αὐτῷ κείμενον ζῴδιον, ὁ Σκορ- „πίος, πρὸς τῇ δύσει ὑπάρχῃ, αἱ δὲ Χηλαὶ ἀρτίως „κατενηνεγμέναι ὦσιν, αἷς ἅμα συγκαταφέρεσθαι ἄρχεται „ὁ Ἀρκτοφύλαξ, φανερὸν εἶναι νομίζω, διότι τοὺς ἀντι- „δοξοῦντας ἡμῖν περὶ τούτου παντελῶς ἀπείρους εἶναι „τῶν φαινομένων συμβέβηκε.“

Καλῶς μὲν οὖν εἶχεν, εἰ μὴ μόνον ἀναποδείκτῳ φάσει χρώμενος ἔλεγε τοὺς ἀντιδοξοῦντας ἐλεγχομένους ὑπʼ αὐτοῦ μετατίθεσθαι, ἀλλὰ καὶ νῦν ἔγγραπτον ἐτίθει τὴν ἀπόδειξιν, ἵνα καὶ οἱ λοιποὶ τῶν ἀντιδοξούντων πεισθῶσιν, ὅτι ταῖς Χηλαῖς ἄρχεται συγκαταδύνειν,

καὶ οὐ τῷ Σκορπίῳ. πλὴν ἐπεὶ οὕτως παραλέλοιπεν, οὐκ ἄχρηστον ἂν εἴη διὰ βραχέων ὑπομνῆσαι, διʼ ὧν πειθόμεθα τῷ Σκορπίῳ πρώτως αὐτὸν συγκαταδύνειν· τὸν μὲν γὰρ ἐπὶ πλεῖον περὶ αὐτοῦ λόγον ἐν τῇ τῶν συνανατολῶν πραγματείᾳ κατακεχωρίκαμεν.

Νοείσθω δὲ νῦν ἐπὶ τοῦ ὁρίζοντος πρὸς τῇ δύσει κείμενος ὁ νοτιώτατος ἀστὴρ τῶν ἐν τῷ ἀριστερῷ ποδὶ τοῦ Ἀρκτοφύλακος. ἀλλὰ ἔστιν οὗτος ὁ ἀστὴρ βορειό- τερος τοῦ ἰσημερινοῦ κύκλου μοίραις κζ΄ καὶ τρίτῳ μέρει μοίρας, οἵων ἐστὶν ὁ διὰ τῶν πόλων κύκλος

μοιρῶν τξ΄. διὰ δὴ τοῦτο ὁ γραφόμενος παράλληλος τῷ ἰσημερινῷ κύκλος διὰ τοῦ προειρημένου ἀστέρος [*](1. μεταθεμένοις B. || 2. συνιστῶντος B edd. || 3. ὅλως A. || 4. πρὸς τῇ ἀνατολῇ*] πρὸς ἀνατολὰς vulg. || 6. αὐτοῦ B edd. || 7. ὑπάρχῃ*] ὑπάρχει A, ὑπάρχον B ed. pr., ὑπάρχων Ur.;)

150
τὴν ὑπὲρ γῆς περιφέρειαν ἔχει τοιούτων τμημάτων ιε΄ λείπουσαν κ΄ μέρει ὡς ἔγγτστα, οἵων ἐστὶν ὅλος ὁ κύκλος τμημάτων κδ΄. τὸ ἥμισυ ἄρα τῆς εἰρημένης περιφερείας, τὸ ἀπὸ τοῦ μεσημβρινοῦ ἕως δύσεως, τῶν αὐτῶν τμημάτων ἐστὶν ζ΄ καὶ ὡς ἔγγιστα ἡμίσους.

ἀλλʼ ὁ εἰρημένος ἀστὴρ κεῖται ὡς κατὰ παράλληλον κύκλον περὶ 〈τὴν〉 α΄ μοῖραν τῶν Χηλῶν. δύνοντος ἄρα αὐτοῦ δεῖ μεσουρανεῖν ὡς κατὰ παράλληλον κύκλον 〈μέσην〉 τὴν κδ΄ μοῖραν τοῦ Αἰγόκερω· ταύτης δὲ ἐπὶ τοῦ παραλλήλου μεσουρανούσης δεῖ ἐν τῷ ζῳδιακῷ μεσουρανεῖν τὴν β΄ καὶ κ΄ μοῖραν τοῦ Αἰγόκερω. ἀλλʼ ἐν τῷ ζῳδιακῷ τῆς β΄ καὶ κ΄ τοῦ Αἰγόκερω μοίρας μεσουρανούσης, ἐν τῷ ὑποκειμένῳ ὁρίζοντι δεῖ ἀνα-

τέλλειν τὴν Ϛ΄ μάλιστα μοῖραν τοῦ Ταύρου. ἕκαστον γὰρ τῶν εἰρημένων ἀποδείκνυται διὰ τῶν γραμμῶν ἐν ταῖς καθόλου περὶ τῶν τοιούτων ἡμῖν συντεταγμέ- ναις πραγματείαις. ὁ ἄρα ἀριστερὸς ποὺς τοῦ Βοώτου

ἀντικαταδύνει τῇ ϛ΄ μοίρᾳ τοῦ Ταύρου. ὅτι δὲ καὶ πρῶτος ὁ ἀριστερὸς ποὺς τοῦ Βοώτου δύνει, χωρὶς τοῦτʼ ἀποδέδεικται ἐν τῷ περὶ αὐτοῦ λόγῳ, φανερὸν δʼ ἂν εἴη καὶ ἐξ αὐτῆς τῆς θέσεως τοῦ Βοώτου· ὀρθὸς γὰρ βεβηκὼς ὁ Βοώτης ἐγκλίνει τῇ θέσει οὕτως, ὥστε τὸν ἀριστερὸν πόδα, πολλῷ νοτιώτερον ὄντα τῆς κεφαλῆς, προηγεῖσθαι τοῦ διὰ τῶν πόλων καὶ τῆς κεφαλῆς αὐτοῦ γραφομένου κύκλου πλεῖον ἥμισυ καὶ τέταρτον μέρος ζῳδίου.

Περὶ δὲ τοῦ Ὠρίωνος συμφωνεῖ ὁ Εὔδοξος 〈τοῖς φαινομένοις〉, ὑπολαμβάνων αὐτὸν τοῖς Διδύμοις ὅλον συνανατέλλειν.

[*](2. δεκαπέντε A. | οἵών ἐστιν in marg. add. LMV. | ὅλος ὁ κύκλος] ὁ διὰ τῶν πόλων κ. B edd. || 3. τὸ Ϟ B. || 5. ἔστι ζ΄ A. |)
152

Τοῦ δὲ Λέοντος ἀρχομένου ἀνατέλλειν ὁ μὲν Ἄρατός φησι τά τε 〈ἄλλα〉 σὺν τῷ Καρκίνῳ δεδυκέναι καὶ τὸν Ἀετόν, τοῦ δὲ Ἐνγόνασιν ἔτι τὸν ἀριστερὸν πόδα καὶ 〈τὸ〉 γόνυ ἀπολείπεσθαι, τὰ δὲ λοιπὰ δεδυκέναι. ἀνατέλλειν δὲ τὴν κεφαλὴν τοῦ Ὕδρου, καὶ τὸν Λαγωόν, καὶ τὸν Πρόκυνα, καὶ τοὺς ἐμπροσθίους πόδας τοῦ

Κυνός. τῷ δὲ Αράτῳ ὁμοίως καὶ ὁ Εὔδοξος ἀπο- φαίνεται. τὰ οὖν εἰρημένα ἄστρα δῆλον ὅτι τῷ Καρκίνῳ κατʼ αὐτοὺς ἃ μὲν συνανατέλλει, ἃ δὲ ἀντι- καταδύνει. καὶ ἐπὶ τῶν ἄλλων ζῳδίων τὸ αὐτὸ διαλαμ- βανέσθω.

Ἐν μὲν οὖν τοῖς λοιποῖς συμφωνοῦσι τοῖς φαινο- μένοις. τοῦ δʼ Ἐνγόνασιν οὐ μόνον τὸ ἀριστερὸν γόνυ καὶ ὁ ποὺς ἔτι ὑπὲρ γῆς ἐστιν, ἀλλὰ καὶ τὸ δεξιὸν γόνυ· δύνει γὰρ τοῦτο ἀνατελλούσης [τῆς τοῦ]

Λέοντος μοίρας ιϚ΄. ὁ δὲ Λαγωὸς οὐ μόνον τῷ Καρ- κίνῳ συνανατέλλει, ὡς ὁ Ἄρατος ὑπολαμβάνει, ἀλλὰ καὶ τοῖς Διδύμοις· ἄρχεται μὲν γὰρ ἀνατέλλειν τῆς ζ΄ καὶ κ΄ μοίρας τῶν Διδύμων ἀναφερομένης, λήγει δὲ ἀνατέλλων συνανατελλούσης αὐτῷ Καρκίνου μοίρας

ιβ΄ μέσης. ὁ δὲ Κύων ὅλος τῷ Καρκίνῳ συνανατέλλει πλὴν τοῦ ἐν τῇ οὐρᾷ, καὶ οὐχ, ὡς ὁ Ἄρατός 〈φησιν〉, οἱ ἐμπρόσθιοι μόνον αὐτοῦ πόδες συνανατέλλουσι τῷ Καρκίνῳ.

Τῆς δὲ Παρθένου ἀρχομένης ἀνατέλλειν

  • Λύρη τότε (φησὶ) Κυλληναίη
  • καὶ Δελφὶς δύνουσι καὶ εὐποίητος Ὀϊστός·
  • σὺν τοῖς Ὄρνιθος πρῶτα πτερὰ μέχρι παῤ αὐτὴν
  • [*](2. καὶ τὸν Ἀετὸν*] καὶ τόνδε τὸν A., om. lacuna fere quattuordecim litt. relicta LP3, om. sine lacuna MV. || 3. τοῦ δʼ ἐνγόν B edd. || 5. λαγὼ A, λαγὼν B. || 6. πρόκυνα Ur., προ-)
    154
  • οὐρὴν καὶ Ποταμοῖο παρηορίαι σκιόωνται·
  • δύνει δʼ Ἱππείη κεφαλή, δύνει δὲ καὶ αὐχήν.
  • ἀντέλλει δʼ Ὕδρη μὲν ἐπὶ πλέον ἄχρι παῤ αὐτὸν
  • Κρητῆρα, φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους
  • ἕλκων ἐξόπιθεν πρύμναν πολυτειρέος Ἀργοῦς·
  • ἡ δὲ θέει γαίης ἱστὸν διχόωσα κατʼ αὐτόν,
  • Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται.
  • τῷ δὲ Ἀράτῳ τὰ αὐτὰ καὶ ὁ Εὔδοξος λέγει. καὶ μάλιστά γε ἐκ τούτων φανερός ἐστιν ὁ Ἄρατος ὡσανεὶ παραγράφων τὰ ὑπὸ τοῦ Εὐδόξου εἰρημένα.

    Ἐν μὲν οὖν τοῖς ἄλλοις συμφωνοῦσι τοῖς φαινο- μιένοις. ὁ δὲ Ὀϊστὸς οὐ τῷ Λέοντι ἀντικαταδύνει μόνον, ἀλλὰ καὶ τῷ Καρκίνῳ· ἄρχεται μὲν γὰρ δύνειν ἀνατελλούσης μέσης τῆς ζ΄ καὶ κ΄ μοίρας τοῦ Καρκίνου, λήγει δὲ δύνων ἀνατελλούσης μέσης τῆς β΄ μοίρας τοῦ

    Λέοντος. ὁ δὲ ἀπὸ τοῦ Ὠρίωνος Ποταμὸς οὐ τῷ Λέοντι ἄρχεται ἀντικαταδύνειν, ὡς οἱ περὶ τὸν Εὔδοξόν φασιν, ἀλλὰ τῇ Παρθένῳ· ὁ γὰρ ἡγούμενος μάλιστα καὶ νοτιώ- τατος τῶν ἐν αὐτῷ, ὃς δὴ καὶ λαμπρότατός ἐστι, δύνει ἀνατελλούσης τῆς ζ΄ μοίρας τῆς Παρθένου.

    Τῆρ δὲ Ἀργοῦς φησι τὴν πρύμναν μόνον συνανα- τέλλειν τῷ Λέοντι, καὶ αὐτὴν δεδιχοτομημένην κατὰ τὸν ἱστὸν ἀναφέρεσθαι, ἕως ἂν ὅλη ἡ Παρθένος ἀνα-

    τείλῃ. ὁ μέντοι γε Ἄτταλος οὐ δυνάμενος κρατῆσαι τῆς διανοίας τοῦ ποιητοῦ, ἀλλ᾿ ὑπολαβὼν λέγειν αὐτὸν τῆς Παρθένου μελλούσης ἀνατέλλειν, ὅτι ἡ πρύμνα [*](3. ἐπιπλέον B ed. pr. || 5. ἐξόπισθεν P2P3M. | πολυτείρεος B ed. pr. || 7. παραιόθεν A. || 8 ὁ om. B. || 9. ὡς ἀνει LP3. || 12. Ὀϊστὸς] ὁ ἰσιὸς M, ὁ ἱστὸς V ed. pr., ὀϊστὸς Ur. || 20. τῆς ante Παρθ. om. A. || 22. Λέοντι] δὲ ὄντι A. || 23. ἡ ante Παρθ.)

    156
    ἀνατέταλκεν ἕως μέσου τοῦ ἱστοῦ, φησὶ τὸ ,,ἅποσα“