In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ἐν δὲ τοῖς ἑξῆς ὁ Ἄρατος εἰπὼν περὶ τοῦ μηκέτι δεῖν νυκτοπλοεῖν, ὅταν τὸν Τοξότην ὁ ἥλιος ἄρξηται διαπορεύεσθαι, σημεῖα βουλόμενος ὑποδεῖξαι τοῦ καιροῦ τούτου φησί·

  • σῆμα δέ τοι κείνης ὥρης καὶ μηνὸς ἐκείνου
  • Σκορπίος ἀντέλλων εἴη πυμάτης ἐπὶ νυκτός.
  • ἤτοι γὰρ μέγα τόξον ἀνέλκεται ἐγγύθι κέντρου
  • Τοξευτής· ὀλίγον δὲ παροίτερος ἵσταται αὐτοῦ
  • Σκορπίος ἀντέλλων, ὁ δʼ ἀνέρχεται αὐτίκα μᾶλλον.
  • τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτὸς
  • ὕψι μάλα τροχάει, ὁ δὲ δύεται ἠῶθι πρὸ
  • ἀθρόος Ὠρίων, Κηφεὺς δʼ ἀπὸ χειρὸς ἐπʼ ἰξύν.
  • περὶ δὲ τούτων ὁ Ἄτταλος προενεγκάμενος αὐτίκα γράφει ταυτί· „τὰ μὲν οὖν λοιπὰ μετρίως εἴρηκεν „ἐν τούτοις ὁ ποιητής· τὸ δὲ περὶ τοῦ Κηφέως ὁμολογου- „μένως ἠγνόηκε, φήσας αὐτὸν δύεσθαι κατὰ τὸν καιρὸν „τοῦτον· οὐ γὰρ δύσιν, ἀλλʼ ἐκ τῶν ἐναντίων ἀνατολὴν

    „τότε ποιεῖται. καὶ τοῦτο διʼ αὐτῶν τῶν ποιημάτων „φανερὸν γίνεται· τῆς μὲν γὰρ δύσεώς φησιν αὐτὸν „ἄρχεσθαι, καθʼ ὃν καιρὸν αἱ Χηλαί, πρὸς τῇ ἀνατολῇ „οὖσαι, μέλλουσιν ἀναφέρεσθαι, πάντα δʼ αὐτοῦ δεδυ- „κέναι τὰ μέρη τὰ δυνάμενα δύεσθαι, ὅταν ὁ Σκορπίος „πρὸς τῇ ἀνατολῇ γένηται.“

    [*](3. νυκτοπλοεῖν*] πυκνοπλοεῖν vulg. | ὅτʼ ἂν LM hic et sic semper, variant P3V edd. || 6. post ἐκείνου καὶ add. Vat. P2, κὸ P1. || 8. μέγα] μετὰ ALMV, sed in marg. corr. μέγα L (m. 3) V; μέγα μετα τόξον P3. || 11. τημὸς V, sine acc. L. | κεφαλὴν B. κυνοσούριδος AB ed. pr. || 13. ἀθρόως A. | ἐπιξήν LP3M, sed L corr. in ras. ἐπιξύν, M corr. ἐπιξίαν; ἐπιξίων V, sed in marg. corr. ἐπιξήν. || 14. περὶ τούτου B, περὶ δὲ τούτου edd. || 16. ἐν τούτοις om. B edd. | περὶ om. B. | ὡμολογ. P3M. || 17. τὸν om. B edd.)
    66

    Δοκεῖ οὖν μοι ἀγνοεῖν ὁ Ἄτταλος, φάσκων τὰ μὲν περὶ τῆς κεφαλῆς τῆς Μικρᾶς Ἄρκτου καὶ περὶ τοῦ Ὠρίωνος ὀρθῶς εἰρηκέναι τὸν Ἄρατον, περὶ δὲ τοῦ Κηφέως διημαρτημένως· τοὐναντίον γὰρ περὶ μὲν τοῦ Κηφέως εἴρηκε συμφώνως τοῖς φαινομένοις, περὶ δὲ

    τῶν ἄλλων διαφώνως. τούτου δʼ ἔτι πρότερον δι- αμαρτάνειν μοι δοκεῖ ὑπολαμβάνων, τὸν Ἄρατον τὰ εἰρημένα σημεῖα ὑπογράφειν ἡμῖν τῆς τοῦ Τοξότου ἀνατολῆς. ὅτι μὲν γὰρ τοῦτο ἐκδέχεται, φανερὸν μὲν

    ἦν καὶ ἐκ τῶν προγεγραμμένων αὐτοῦ λέξεων. χωορὶς δὲ τούτων καὶ ῥητῶς ἐν τοῖς ἐξῆς φησιν οὕτως· „ὁμολογουμένως δὴ κατὰ τοῦτον τὸν καιρὸν πάντων „αὐτοῦ τῶν ἐκτὸς τοῦ ἀρκτικοῦ κύκλου κειμένων μερῶν δεδυκότων, ἤδη μὲν φανερόν ἐστιν, ὅτι τοῦ Τοξότου „πρὸς τῇ ἀνατολῇ ὄντος οὐ ποιεῖται τὴν ἀρχὴν τῆς „δύσεως, 〈ἀλλʼ ἐκ τῶν ἐναντίων τῆς ἀνατολῆς〉

    πλὴν ἵνα σαφέστερον γένηται, διότι κατὰ τὴν τοῦ Τοξότου ἀνατολὴν οὐ δύσιν, ἀλλʼ ἀνατολὴν αὐτοῦ συμβαίνει γίνεσθαι, λάβωμεν τὸ λεγόμενον ὑπʼ αὐτοῦ περὶ τὸν καιρὸν τοῦτον· ὁ δὲ ἀπεκδέχεται ἅπαν ψευδές. ὅτι δὲ Ἀρατος τὰ εἰρημένα σημεῖα οὐ πρὸς τὴν τοῦ Τοξότου ἀνατολὴν τίθησιν, ἀλλὰ κατʼ αὐτὴν τὴν τοῦ Σκορπίου ἀνατολήν, φανερὸν ποιεῖ αὐτὸς ὁ

    ποιητής. ἐπεὶ γὰρ τοῦ ἡλίου ὄντος ἐν τῷ Τοξότῃ οὐ δυνατὸν ἦν θεωρεῖσθαι τὸν Τοξότην, τοῦ [δὲ] καιροῦ ἐκείνου σημεῖα ἡμῖν ἐκτίθεται, ἃ δεῖ πάντως αἰσθητὰ εἶναι, εἰ μέλλει σημεῖα ἔσεσθαι. πρὸ τῆς ἀνατολῆς [*](1. ὁ Ἄτταλος om. B. ||2. τῆς ante Μικρ. om. A. |τοῦ ὡρίων. fere semper Vat., plerumque P1P2, nonnusquam P3, || 5. συμ- φώνως om. AB. || 6. διαφώνως] διαφωνοῦσι B. || 8. ἐκ τῆς τ. Τ. ἀν. coni. Scal. || 9. τοῦτʼ ἐκδ. A. | μὲν ἦν καὶ om. B. || 12. δὴ] ἤδη B. || 13. αὐτοῦ] αὐτῶν B. | ἐκτὸς] ἐκ B. | μερῶν om. B. ||)

    68
    οὖν τοῦ ἡλίου, ἔτι τῆς νυκτὸς ἐνεστηκυίας καὶ βλεπο- μένων τῶν ἀστέρων, „ημεῖόν φησιν „ἔστω Σκορπίος

    ἀνατέλλων ληγούσης τῆς νυκτός“. εὔλογον τοίνυν καὶ τὰ λοιπὰ σημεῖα ἔτι νυκτὸς οὔσης ὑπογράφειν αὐτὸν ἡμῖν, εἰ μέλλει σημεῖα εἶναι. δῆλον δὲ τοῦτο γίνεται καὶ ἐκ τοῦ αὐτὸν τὸν Ἄρατον ἐπὶ μὲν τῆς Ἄρκτου λέγειν· „τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτός“, ὡς ἂν περὶ τὰ ἔσχατα τῆς νυκτός· ἐπὶ δὲ τοῦ Ὠρίωνος· „ὁ δὲ δύεται ἠῶθι πρό·“ ὅπερ ἐστὶ πρὸ τῆς ἠοῦς, καὶ οὐ, μὰ Δία, [πρὸ] τοῦ ἡλίου ἤδη ἀνατέλλοντος ἐν τῇ ἀρχῇ τοῦ Τοξότου.

    Ἐπλανήθη δὲ ὁ Ἄτταλος διὰ τὸ τῷ ἐπὶ τοῦ Τοξότου εἰρημένῳ „ὁ δʼ ἀνέρχεται αὐτίκα μᾶλλον “συνάπτειν τὸ „τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος καὶ τὰ ἑξῆς. πλὴν εἴ τις καὶ τοῦτο συγχωρήσειεν αὐτῷ, οὐδʼ οὕτως δύναται ὁ Ἄρατος „μετρίως λέγειν, ὥς φησιν ὁ Ἄτταλος, τούτου ἀνατέλλοντος „ὕψι μάλα τροχάειν

    τὴν κεφαλὴν τῆς Μικρᾶς Ἄρκτου“. ταύτης γὰρ ,,ὕψι μάλα φερομένης καὶ μεσουρανούσης, οὐχ ὁ Τοξότης ἀνατέλλει, ἀλλʼ ὁ Ὑδροχόος. ἡ μὲν γὰρ κεφαλὴ τῆς Μικρᾶς Ἄρκτου ἐπέχει κατὰ τὸν παράλληλον τῷ ἰσημερινῷ κύκλον τὴν τελευτὴν τοῦ Σκορπίου· ταύτης δὲ 〈ἐπὶ τοῦ παραλλήλου〉 μεσουρανούσης, ἐν τῷ ζῳδιακῷ μεσουρανεῖ ἡ γ΄ μοῖρα τοῦ Τοξότου, ἧς μεσουρανούσης ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις καὶ ὅπου ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ιδ΄ ??,

    ἀνατέλλει [τοῦ] Ὑδροχόου μοῖρα ιζ΄. ὅταν ἄρα ἡ κεφαλὴ τῆς Μικρᾶς Ἄρκτου μεσουρανῇ, 〈ἢ〉 ὅπερ [*](2. ἀστέρων Vat., ἄστρων cett. || 3. τοίνυν om. B edd. || 4. σημεῖά ἐστι νυκτὸς AP3, σημεῖα σημεῖά ἐστι νυκτὸς LMV)

    70
    ἐστὶ ταὐτόν, „ὕψι μάλα τροχάει·, τότε οὐχ ὁ Σκορπίος ἄρχεται ἀνατέλλειν, ἀλλὰ τοῦ Ὑδροχόου πλεῖον ἢ τὸ ἥμισυ ἀνατέταλκε μέρος, ὁ δὲ Σκορπίος ἤδη ὅλος 〈προηγεῖται τοῦ μεσημβρινοῦ〉. ὡς μὲν οὖν οὐ „μετρίως εἴρηται τοῦτο τῷ Ἀράτῳ, ὡς ὁ Ἄτταλός φησιν, ἀλλὰ πλείοσιν ἢ τρισὶ ζῳδίοις διαφωνεῖ πρὸς τὸ φαινόμενον, φανερὸν ἐκ τῶν εἰρημένων.

    Ὅτι δὲ οὐδʼ ὁ Ὠρίων ὅλος δύνει τοῦ Σκορπίου ἀρχομένου ἀνατέλλειν, ὡς ὅ τε Ἄρατος λέγει καὶ ὁ Ἄτταλος αὐτῷ συναποφαίνεται, ἀλλὰ μᾶλλον τοῦ Τοξό-

    του, φανερὸν ἂν γένοιτο διὰ τούτων. ἐν γὰρ τοῖς περὶ τὴν Ἐλλάδα τόποις 〈καὶ〉 ὅπου ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν ιδ’ Ϟ”, ἄρχεται μὲν δύνειν κατὰ τὸν ἀριστερὸν πόδα δυνούσης Ταύρου μοίρας ζʹ, ἔσχατον δὲ δύνει κατὰ τὸν δεξιὸν ὦμον δυνούσης τῆς κδʹ

    μοίρας τοῦ Ταύρου· εἰ δὲ καὶ τὸ κολλόροβον, ὃ ἒχει ἐν τῇ δεξιᾷ χειρί, προσλαβεῖν δεῖ, τῇ ἐσχάτῃ μοίρᾳ τοῦ Ταύρου συγκαταδύνει. δῆλον οὖν ὅτι, εἰ 〈τῷ〉 Ταύρῳ συγκαταδύνει, οὐ 〈τοῦ〉 Σκορπίου ἀνατέλλειν ἀρχομένου, ἀλλὰ τοῦ Τοξότου, ὅλος ὁ Ὠρίων κατα- δύνει.

    Τὰ δὲ περὶ τοῦ Κηφέως λεγόμενα ὅτι συμφώνως τοῖς φαινομένοις Ἄρατος λέγει, καὶ οὐ διαφώνως, ὡς ὁ Ἄτταλος ὑπολαμβάνει, δῆλον ἂν γένοιτο διὰ τούτων.

    ἄρχεται μὲν δύνειν τὰ νοτιώτερα αὐτοῦ μέρη τοῦ ἀεὶ φανεροῦ κύκλου ἀνατελλούσης τῆς η' μοίρας τῶν Χηλῶν, λήγει δὲ δύνοντα 〈ἀνατελλούσης〉 τῆς ιγʹ [*](1. ταὐτὸν τῷ coni Scal. || 2. ἢ] εἰ A. || 88. οὐδʼ ὁ*] οὔτε vulg 13. ιδ’ A. ||16. τὸν κολόβορον, ὄν A. |ὅ om. B ed. pr.; ὅπερ addi voluit Scal. || 18. συγκαταδύνειν edd., συγκαταδῦνον coni. Scal. || 19. Ταύρῳ] ταύρου A. || 22. περὶ κηφέως suprascribuntur)

    72
    μοίρας τῶν Χηλῶν. φανερὸν τοίνυν ὅτι τοῦ Σκορπίου ἀνατέλλοντος δεδυκέναι δεῖ τὰ δύνοντα μέρη τοῦ

    Κηφέως. ἐπλανήθη δὲ ὁ Ἄτταλος, λέγων μὴ δύνειν τὸν Κηφέα, ἀλλʼ ἐκ τῶν ἐναντίων ἀνατέλλειν, ἀπεκ- δεξάμενος τοῦ ποιητοῦ τὸ βούλευμα, ὡς προείρηκα, καὶ ὑπολαβὼν τὸν Ἀρατον λέγειν, τοῦ Τοξότου ἀνα- τέλλοντος τόν τε Ὠρίωνα καὶ τὸν Κηφέα δύνειν.

    Χωρὶς δὲ τῶν εἰρημένων ἀμφότεροι ἀγνοοῦσιν, ὅ τε Ἄρατος καὶ ὁ Ἄτταλος συναποφαινόμενος αὐτῷ, διότι δύνει ὁ Κηρεὺς τῇ ζώνῃ

  • γαῖαν ἐπιξύων, τὰ μὲν εἰς κεφαλὴν μάλα πάντα
  • βάπτων Ὠκεανοῖο· τὰ δʼ οὐ θέμις, ἀλλὰ τά γʼ
  • αὐτὸν
  • Ἄρκτοι κωλύουσι, πόδας καὶ γοῦνα καὶ ἰξύν.
  • ἐν γὰρ τοῖς περὶ τὴν Ἑλλάδα τόποις οὐχ οἶον ἕως τῆς ζώνης δύνει ὁ Κηφεύς, ἀλλʼ οὐδὲ ἕως τῶν ὤμων. οἱ γὰρ ἐν τῇ κεφαλῇ αὐτοῦ κείμενοι ἀστέρες μόνον δύνουσιν· οἱ δὲ μοι ἐν τῷ ἀεὶ φανερῷ τμήματι φέρονται, οὔτε δύνοντες, οὔτε ἀνατέλλοντες· ὁ μὲν γὰρ ἐν τῷ δεξιῷ ὤμῳ λαμπρὸς ἀστὴρ ἀπέχει ἀπὸ τοῦ πόλου μοίρας λε' Ϟ”, ὁ δὲ ἐν τῷ ἀριστερῷ ὤμῳ λαμπρὸς