In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Περὶ μὲν οὖν τοῦ βορείου πόλου Εὔδοξος ἀγνοεῖ λέγων οὕτως· „ἔστι δέ τις ἀστὴρ μένων ἀεὶ κατὰ τὸν ,,αὐτὸν τόπον· οὗτος δὲ ὁ ἀστὴρ πόλος ἐστὶ τοῦ κόσμου ἐπὶ γὰρ τοῦ πόλου οὐδὲ εἷς ἀστὴρ κεῖται, ἀλλὰ κενός ἐστι τόπος, ᾧ παράκεινται τρεῖς ἀστέρες, μεθʼ ὧν τὸ σημεῖον τὸ κατὰ τὸν πόλον τετράγωνον ἔγγιστα σχῆμα περιέχει, καθάπερ καὶ Πυθέας φησὶν ὁ Μασσαλιώτης.

Ἐχομένως δὲ καὶ διαμαρτάνουσι πάντες ἐν τῇ τοῦ Δράκοντος θέσει, ὑπολαμβάνοντες τὴν καμπὴν αὐτὸν ποιεῖσθαι περὶ τὴν κεφαλὴν τῆς Μικρᾶς Ἄρκτου. οἱ γὰρ λαμπρότατοι καὶ ἡγούμενοι τῶν ἐν τῷ πλινθίῳ ταύτης ἀστέρων, ὧν ὁ μὲν βορειότερός ἐστι κατʼ αὐτοὺς ἐπὶ τῆς κεφαλῆς, ὁ δὲ νοτιώτερος ἐπὶ τῶν ἐμπροσθίων ποδῶν, παραλλήλως ἔγγιστα κεῖνται τῇ οὐρᾷ τοῦ Δράκοντος. ψεῦδος οὖν ἐστι τὸ

  • σπείρη δʼ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δὲ κατʼ αὐτὴν
  • εἰλεῖται κεφαλήν.
  • ὁμοίως δὲ καὶ ὁ Εὔδοξος γράφει. ἰδίᾳ δὲ ὁ Ἄρατος ἐπὶ τοῦ Δράκοντος ἀγνοεῖ, πρῶτον μὲν τῷ φάσκειν „σπείρης ἑκάτερθε φέρεσθαι τὰς Ἄρκτους“· τῆς γὰρ οὐρᾶς ἑκατέρωθέν εἰσι, καὶ οὐ τῆς σπείρας. ἀντεστραμ- μένων γὰρ αὐτῶν καὶ ὡσανεὶ παραλλήλως κειμένων ἡ οὐρὰ τοῦ Δράκοντος μεταξὺ αὐτῶν διὰ μήκους παρα- [*](6. τόπος om. B. || 7. ἔγγισθα ed. pr. || 9. καὶ om. A. || 10. αὐτὸν] αὐτοῦ B edd. || 13. κατʼ αὐτοὺς corr. Pet., κατὰ τοῦ vulg.; κατ αὐτὸν coni. Scal. || 17. κυνὸς οὐρακάρη Vat P1, κυνὸς οὐρᾶ κ. P2. κατʼ αὐτὸν LMV. || 18. εἱλεῖται A edd. || 19. ἰδία AMV, ἰδίαι L. || 21. σπείρη A. || 22. σπείρας*] σπείρης vulg. || 23. ὡς ἀνεὶ L.)

    32
    τέταται· ἡ δὲ σπεῖρα τὴν μὲν Μικρὰν Ἄρκτον περι- λαμβάνει, τῆς δὲ Μεγάλης πολὺ κεχώρισται. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ τὸ ἀμφί τʼ ἐαγὼς ἡμαρτημένως λέγεται· συνέβαινε γὰρ ἂν τοῦτο, εἰ ἐξ ἑκατέρου

    μέρους τῆς σπείρας ἀμφότεραι ἔκειντο αἱ Ἄρκτοι. ἔτι δὲ ἀγνοεῖ περὶ τοῦ Δράκοντος λέγων οὕτως·

  • λοξὸν δʼ ἐστὶ κάρη, νεύοντι δὲ πάμπαν ἔοικεν
  • ἄκρην εἰς Ἑλίκης οὐρήν, μάλα δʼ ἐστὶ κατʼ ἰθὺ
  • καὶ στόμα καὶ κροτάφοιο τὰ δεξιὰ νειάτῳ οὐρῇ.
  • οὐ γὰρ ὁ δεξιὸς κρόταφος, ἀλλʼ ὁ ἀριστερὸς ἐπʼ εὐθείας ἐστὶ τῇ γλώσσῃ τοῦ Ὄφεως καὶ τῇ ἄκρᾳ οὐρᾷ τῆς

    Μεγάλης Ἄρκτου. τὸ μὲν γὰρ λέγειν, ὅτι ἀντεστραμ- μένην τὴν κεφαλὴν τοῦ Δράκοντος ὑποτίθεται, καὶ οὐχὶ εἰς τὰ ἐντὸς τοῦ κόσμου ἐπεστραμμένην, καθάπερ φησὶν ὁ Ἄτταλος, τελέως ἐστὶν ἀπίθανον. ἅπαντα γὰρ τὰ ἄστρα ἠστέρισται πρὸς τὴν ἡμετέραν θεωρίαν καὶ ὡς ἂν πρὸς ἡμᾶς ἐστραμμένα, εἰ μή τι κατάγραφον

    αὐτῶν ἐστι. φανερὸν δὲ τοῦτο ποιεῖ καὶ ὁ Ἄρατος διὰ πλειόνων· ἐφʼ ὧν γὰρ δεξιὸν ἢ ἀριστερὸν μέρος ἄστρου διασαφεῖ, ἐπὶ πάντων συμφωνεῖ τῇ προειρημένῃ ὑποθέσει. καὶ ἄλλως δὲ πλασματώδης ἐστὶν ἡ ὑπόθεσις καὶ ἡρμοσμένη. καὶ τούτῳ δὲ τῷ ἀγνοήματι βοηθήσει καὶ τῷ περὶ τὸν ἀριστερὸν πόδα τοῦ Ἐνγόνασι, περὶ οὗ προελθόντες ἐροῦμεν.

    Περὶ δὲ τῆς θέσεως τῆς τοῦ Δράκοντος κεφαλῆς [*](3. ἀμφιτʼ εαγως (sic) L (τʼ ε in rasura), ἀμφιτʼ ἐαγὼς P3, ἀμφι τ᾿ εάγως M, ἀμφ᾿ ϊτʼ εαγως V. || 5. σπείρας*] σπείρης vulg. 7. δʼ ἔστι A hic et infra. || 8. ἑλίκην B. || 9. οὐρὴ B. || 11. καὶ et οὐρᾷ om. B edd. | ἄκρᾳ τῇ οὐρᾷ scrib. esse vid. || 14. ἀντε- στραμμένην B. || 15. πάντα A. || 16. ἡμέρισται Vat., in ἡστέρισται corr. m. 2.; ἠμέρισται P in textu, corr. in marg.; ἠστερίσθαι Ur. || 17. εἴ τι coni. Pet. | καταγράφον A. || 22. πρὸς τούτῳ)

    34
    οἱ μὲν περὶ τὸν Eὔδοξον καὶ Ἄρατον συμφώνως ἀπο- φαίνονται τῷ φαινομένῳ, ὁ δὲ Ἄτταλος διαφώνως. ὁ μὲν γὰρ Ἄρατος ἀκολουθῶν τῷ Εὐδόξῳ ἐπὶ τοῦ ἀεὶ φανεροῦ κύκλου φησὶν αὐτὴν φέρεσθαι λέγων οὕτως·
  • κείνη που κεφαλὴ τῇ νείσσεται, ᾗχί περ ἄκραι
  • μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν.
  • ὁ δὲ Ἄτταλος μικρῷ νοτιωτέραν αὐτὴν εἶναί φησι τοῦ ἀεὶ φανεροῦ κύκλου, ὥστε αὐτὴν ὑπὸ τὸν ὁρίζοντα

    βραχὺν γίνεσθαι χρόνον. ὅτι δὲ διαφωνεῖ πρὸς τὸ φαινόμενον ὁ Ἄτταλος, οὕτως ἂν ἐπιλογισθείη. ὁ μὲν γὰρ ἐν ἄκρῳ τῷ στόματι τοῦ Δράκοντος ἀπέχει 〈ἀπὸ〉 τοῦ πόλου μοίρας λδʹ καὶ τρία πεμπτημόρια, ὁ δὲ νότιος αὐτοῦ ὀφθαλμὸς μοίρας λεʹ, ὁ δὲ νότιος κρόταφος μοίρας λζʹ. ὁ δὲ ἀεὶ φανερὸς κύκλος ἐν τοῖς περὶ Ἀθήνας τόποις καὶ 〈ὅπου〉 ὁ γνώμων ἐπίτριτός ἐστι τῆς ἰσημερινῆς σκιᾶς, ἀπὸ τοῦ πόλου ἀπέχει περὶ μοίρας λζʹ. δῆλον οὖν ὅτι ἐν τῷ ἀεὶ φανερῷ τμήματι φέρεται ἡ κεφαλὴ τοῦ Δράκοντος, τὸν ἀριστερὸν κρόταφον μόνον ἔχουσα ἐπʼ αὐτοῦ 〈τοῦ κύκλου〉, καὶ οὐχ, ὡς ὁ Ἄτταλός φησι, νοτιωτέρα οὖσα δύνει βραχὺν χρόνον καὶ ἀνατέλλει.

    Ἐπὶ δὲ τοῦ Ἐνγόνασι παρεωρακέναι μοι δοκοῦσιν ὅ τε Εὔδοξος καὶ ὁ Ἄρατος, ἀλλʼ οὐ διημαρτηκέναι, εἰπόντες τὸν δεξιὸν πόδα ἐπὶ μέσης τῆς κεφαλῆς τοῦ Δράκοντος κεῖσθαι. ὁ μέντοι γε Ἄτταλος παρὰ τὸ βούλημα τοῦ ποιητοῦ δοκεῖ μοι τὸ ἡμιστίχιον μετα- [*](1. τὸν om. B edd. || 2. τὰ φαινόμενα B edd. | διαφωνεῖ B edd. 3. ἀκολουθων (sic) L, ἀκολούθων M V. | ἀεὶ om. B edd. 4. φέρεσθαι*] φαίνεσθαι vulg. || 5. κείνῃ παῤ κεφαλῇ edd. που] παρ LP3V, παρακεφαλὴ M; γὰρ pro παῤ coni. Scal. την είσεται Vat., τηνίσεται P1P2, τῇ νείσεται LP3M: τῇ νήχεται)

    36
    τιθέναι γράφων οὕτως· „μέσσου δʼ ἐφύπερθε καρήνου καὶ τὴν κεφαλὴν τοῦ Δράκοντος ἔξω τοῦ κόσμου στρέφων, ἵνα γένηται αὐτὸ τὸ δεξιὸν μέρος τῆς κεφαλῆς κατὰ τὸν πόδα. τά τε γὰρ ἄστρα πάντα εἰς τὸ ἐντὸς τοῦ κόσμου μέρος ἐπεστραμμένα, ὡς ἔφην, ἀστρο- θετεῖται ὑπὸ πάντων καὶ ὑπʼ αὐτοῦ τοῦ Ἀράτου, καὶ ἐν πᾶσι τοῖς βιβλίοις γράφεται·
  • μέσσῳ δʼ ἐφύπερθε καρήνῳ
  • δεξιτεροῦ ποδὸς ἄκρον ἔχει σκολιοῖο 〈Δράκοντος〉.
  • πρὸς δὲ τούτῳ καὶ τὸν σχηματισμὸν ἡμῖν τοῦ Ἐνγόνασι καὶ τὴν θέσιν διασαφεῖν βουλόμενος ὁ Ἄρατος εὐλόγως ἂν σημαίνοι καὶ ποῖος αὐτοῦ ποὺς κεῖται ἐπὶ τῆς τοῦ Δράκοντος κεφαλῆς· οὐ γὰρ ἄλλως παρατίθησι τὴν τοῦ Δράκοντος κεφαλήν, ἀλλʼ ἵνα τῇ θέσει τοῦ Ἐνγόνασι παρακολουθῶμεν, ὅπερ καὶ ἐπὶ ἄλλων

    πλειόνων ποιεῖ. καθάπερ καὶ ἐπʼ αὐτοῦ τοῦ Ἐνγόνασι τὰ ἄλλα αὐτοῦ μέρη 〈διασαφῶν〉 φησι·

  • νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ
  • σκέπτεο πὰρ κεφαλὴν Ὀλφιούχεον.
  • καὶ ἔτι τῇ Λύρᾳ, φησί,
  • γούνατί οἱ σκαιῷ πελάει.
  • καὶ ὡς ἐπὶ τοῦ Περσέως·
  • ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι
  • Πληϊάδες φορέονται.
  • [*](1. μέσου AP3M. | ἐφʼ ὕπερθεν A, ἐφʼ ὕπερθε LP3V. || 8. μέσω δʼ ἐφʼ ὕπερθε A (Vat. ε ex εν corr.) B; ἐφήπερθε Ur., corr. Migne. || 10. πρὸς δὲ τούτῳ corr. Pet., πρὸς δὲ τοῦτον A, πρὸς δὲ τοῦτο B edd. || 11. εὐλόγοις A, ως ex οις corr. V. 13. ἄλλω MV. || 15. ἐπʼ ἄλλων A. || 16. πλειόνων om B. || 18. κε-)
    38
    καὶ πάλιν·
  • καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται
  • πενθερίου δίφροιο.
  • καὶ ὡς ἐπὶ τοῦ Ὄρνιθός φησι·
  • κατὰ δεξιὰ χειρὸς
  • Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα φαίνων.
  • καὶ ἐπʼ ἄλλων δὲ πλειόνων τὰς παραθέσεις τῶν ἄστρων διασαφῶν σημαίνει, πότερον τὰ δεξιὰ ἢ τὰ ἀριστερὰ παράκειται.

    Ὅτι δὲ παρόραμά ἐστι τοῦ Εὐδόξου καὶ τοῦ Ἀράτου τὸ περὶ τὸν πόδα, καὶ οὐχ ἁμάρτημα, δῆλον γίνεται ἐκ τῶν λοιπῶν τῶν λεγομένων ὑφʼ ἑκατέρου περὶ τοῦ Ἐνγόνασι. περὶ μὲν γὰρ τῆς Λύρας ὁ Ἄρατος λέγων κὰδ δʼ ἔθετο (φησὶν αὐτὴν) προπάροιθεν ἀπευθέος

  • εἰδώλοιο
  • οὐρανὸν εἰς ἀγαγών. τὸ δʼ ἐπὶ σκελέεσσι πέτηλον
  • γούνατί οἱ σκαιῷ πελάει.
  • τὸ δὲ πρὸς τῇ Λύρᾳ σκέλος ἐστὶ κείμενον ἐπὶ τῆς τοῦ

    Δράκοντος κεφαλῆς. πάλιν δὲ περὶ τῆς ἀνατολῆς τοῦ Ἐνγόνασι λέγων φησί·

  • μόνην δʼ ἐπὶ Χηλαὶ ἄγουσι
  • δεξιτερὴν κνήμην αὐτῆς ἐπιγουνίδος ἄχρις
  • αἰεὶ γνύξ αἰεὶ δὲ Λύρῃ παραπεπτηῶτος.
  • ἀλλʼ ἡ πρὸς τῇ δύσει κνήμη ἐστὶν ἡ προανατέλλουσα, καὶ οὐκ ἔστιν αὕτη ἐπὶ τῆς κεφαλῆς τοῦ Δράκοντος. [*](2. δεξιτερῆ A, sine acc. L, δεξιτέρη V. | ἐπικλισμὸν LP3V 6. ταρσοὶ B. || 9. παράκεινται A. || 10. Ὅτι] ὅτε A. || 13. ὁ Ἄρα- τος λέγων om. B edd. || 14. καδ (sic) B edd., κατα (sic) A. ἀπευθέος Ur., ἀπʼ εὐθέος Vat. P1LP3V ed. pr, ἀπʼ εὐθέως P2M. || 16. εἰς ἀγ. corr. Maass, εἰσαγαγὼν A edd., εἰσανάγων B. |)
    40

    δῆλον οὖν ὅτι ἐκείνην ἀριστερὰν λέγει. συμφωνῶν δὲ τούτοις καὶ ἐπὶ τῆς ἀνατολῆς τοῦ Λέοντός φησιν·

  • αὐτὰρ ὅ γε γνὺξ
  • ἥμενος ἄλλα μὲν ἤδη, ἀτὰρ γόνυ καὶ πόδα λαιὸν
  • οὔπω κυμαίνοντος ὑποστρέφει Ὠκεανοῖο.
  • φανερὸν οὖν ἐκ πάντων γίνεται, διότι τὸ ἀριστερὸν σκέλος φησὶ καθήκειν ἐπὶ τὴν τοῦ Δράκοντος κεφαλήν.

    Ἑξῆς δὲ περὶ τοῦ Ὀφιούχου λέγων ἰδίως ὁ Ἄρατος ὀρθόν φησι κεῖσθαι αὐτὸν τῇ θέσει βεβηκότα ἔν τε τοῖς ὀφθαλμοῖς τοῦ Σκορπίου καὶ τῷ στήθει. τῇ δὲ ἀρι- στερᾷ μόνον κνήμῃ βέβηκεν ἀποτεταμένῇ, μεταξὺ κει- μένῃ τοῦ τε μετώπου καὶ τοῦ στήθους τοῦ Εκορπίου· τὸ δὲ δεξιὸν σκέλος ἔχει συνεσταλμένον. οὐδὲ ὁ Εὔδοξος δὲ διασαφεῖ, ὅτι ἐστὶν ὀρθός· τὸν γὰρ δεξιὸν πόδα αὐτοῦ ὑπὲρ τὸ σῶμα κεῖσθαί φησι τοῦ Σκορπίου, ὡς καὶ ἔχει τῇ ἀληθείᾳ, καὶ οὐκ ἐπὶ τοῦ στήθους.

    Δοκεῖ δέ μοι καὶ περὶ τῶν ἐν ταῖς χερσὶ τοῦ Ὀφιούχου ἀστέρων κατὰ τὸ μέγεθος αὐτῶν ἀγνοεῖν. τοὺς γὰρ ἐν τοῖς ὤμοις τοῦ Ὀφιούχου φήσας λαμπρούς εἶναι, ὥστε καὶ ἐν πανσελήνῳ ἂν θεωρεῖσθαι, ἐπιφέρει·

  • ἀτὰρ χέρες οὐ μάλʼ ἐῖσαι·
  • λεπτὴ γὰρ 〈καὶ〉 τῇ καὶ τῇ ἐπιδέδρομεν αἴγλη.
  • ἀλλʼ οἱ ἐν ταῖς χερσὶ τοῦ Ὀφιούχου ἀστέρες κοινοί εἰσι καὶ τοῦ Ὄφεως, καθάπερ καὶ αὐτὸς ὁ Ἄρατος λέγει·

  • ἀμφότεραι δʼ Ὄφιος πεπονείαται.
  • [*](4. ἀλλὰ AV ed. pr., sine acc. L. || 11. ἀποτεταμένῃ corr. Maass, ἀποτετμημένῃ vulg. || 13. συνεσταμένον Vat., λ suprascr. m. 2. | ὁ δὲ Εὔδ. οὐ διασ. leg. esse videtur. || 14. ἔστιν AP3 edd. || 15. φησὶ κεῖσθαι B. || 18. αὐχῶν] αὐτοῦ B. || 20. ἂν om. B edd. || 21. χέρσ᾿ οὐ B. | μάλʼ ἐϊσαι*] μάλʼ ἀίσαι A, μάλʼ)
    42
    οἱ δʼ ἐν τῷ Ὄφει ἀστέρες, ὃν ἔχει ὁ Ὀφιοῦχος, οὐ λειπόμενοί εἰσι τῇ λαμπρότητι τῶν ἐν τοῖς ὤμοις [πολλῷ δὲ λαμπρότεροι οἱ ἐν τοῖς ὤμοις]. διὸ καὶ ἐπιστήσειεν ἄν τις, πῶς καὶ ὁ Ἄτταλός φησιν αὐτοὺς 〈μὴ〉 ἱκανῶς λαμπροὺς εἶναι.

    Ἑξῆς δὲ περὶ τῶν Χηλῶν ὁ Ἄρατος λέγει·

  • ἀλλʼ αἱ μὲν φαέων ἐπιδευέες (ἢ ἐπιμεμφέες), οὐδὲν
  • ἀγαυαί.
  • φησὶ δὲ ὁ Ἄτταλος μὴ διὰ τὸ μικροὺς εἶναι τοὺς ἐν ταῖς Χηλαῖς ἀστέρας λέγειν τὸν Ἄρατον „φαέων ἐπι- μεμφέας αὐτὰς εἶναι, ἀλλὰ διὰ τὸ τέσσαρας μόνον εἶναι τοὺς πάντας, οὓς μὴ συμπληροῦν τὴν ὁμοιότητα αὐτῶν· τὸ δὲ „μηδὲν ἀγαυὰς λέγειν αὐτὸν διὰ τὸ

    μηδὲν ὁμοίας αὐτὰς ὑπάρχειν. οὐ δοκεῖ δέ μοι διὰ τοῦτο λέγειν αὐτὰς ,,φαέων ἐπιμεμφέας· καὶ „μηδὲν ἀγαυάς“, ἀλλʼ ὡς ἂν μὴ λαμπράς· καὶ γὰρ ἐν ταῖς Συνανατολαῖς οὕτως λέγει περὶ αὐτῶν·

  • οὐδʼ ἂν ἐπερχόμεναι Χηλαὶ καὶ λεπτὰ φάουσαι
  • ἄφραστοι παρίοιεν.
  • ἐπιφέρει γοῦν εὐθέως·

  • ἐπεὶ μέγα σῆμα Βοώτης
  • ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο·
  • ὡς ἂν ἐκ τοῦ Ἀρκτούρου ἡμῶν δυναμένων σημειώσασθαι τὰς Χηλάς, καθʼ αὐτὰς δὲ μὴ ῥᾳδίως διὰ τὴν μικρότητα αὐτῶν, ὡς ὑπολαμβάνει· τὰ γὰρ ἀμαυροὺς ἀστέρας [*](1. τῶ ἰόφει MV (τῶιὄφει L). | ὃν ἔχει*] ὧν ἔχεται A edd., ὧν ἔχει B. || 3. [πολλῷ — ὤμοις] glossema esse apparet. | καὶ διὸ ἐπιστ. P1P2, διὸ κατεπιστήσειεν B ed. pr., διὸ καὶ ἀπορήσειεν comi. Maass. || 7. ἄλλοι μὲν B. | μὲν om. ed. pr. || 10. λέγειν om. B. || 11. δʹ μόνους LP3V edd., δʹ μόνον M, τέσσαρα μόνον P2. ||)
    44
    ἔχοντα τῶν ἄστρων εἴθισται καλεῖν ὡς ἐπὶ πολὺ „λεπτὰ καὶ ,οὐδὲν ἀγαυά.