The Shepherd of Hermas

Hermas

Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917

Πάλιν μοι λέγει: Ἀλήθειαν ἀγάπα καὶ πᾶσα ἀλήθεια ἐκ τοῦ στόματός σου ἐκπορευέσθω, ἵνα τὸ πνεῦμα. ὃ ὁ θεὸς κατῴκισεν ἐν τῇ σαρκὶ ταύτῃ, ἀληθὲς εὑρεθῇ παρὰ πᾶσιν ἀνθρώποις, καὶ οὕτως δοξασθήσεται ὁ κύριος ὁ ἐν σοὶ κατοικῶν, ὅτι ὁ κύριος ἀληθινὸς ἐν παντὶ ῥήματι [*](I Joh. 2, 27) καὶ οὐδὲν παῤ αὐτῷ ψεῦδος.

οἱ οὖν ψευδόμενοι ἀθετοῦσι τὸν κύριον καὶ γίνονται [*](From here to the last sords of the Mandate (-ta/tou yeu/smatos zh/setai tw=| qew=|) N is missing.) ἀποστερηταὶ στερηταὶ τοῦ κυρίου, μὴ παραδιδόντες αὐτῷ τὴν [*](II Tim. 1, 14) παρακαταθήκην, ἣν ἔλαβον. ἔλαβον γὰρ παῤ αὐτοῦ πνεῦμα ἄψευστον. τοῦτο ἐὰν ψευδὲς ἀποδώσωσιν, ἐμίαναν τὴν ἐντολὴν τοῦ κυρίου καὶ ἐγένοντο ἀποστερηταί.

ταῦτα οὖν ἀκούσας ἐγὼ ἔκλαυσα λίαν. ἰδὼν δέ με κλαίοντα λέγει: Τί κλαίεις; Ὅτι, φημί, κύριε, οὐκ οἶδα, εἰ δύναμαι σωθῆναι. Διατί; φησίν. Οὐδέπω γάρ, φημί, κύριε, ἐν τῇ ἐμῇ ζωῇ ἀληθὲς ἐλάλησα ῥῆμα, ἀλλὰ πάντοτε πανούργως ἐλάλησα [*](e)la/lhsa A, e)/zhsa EL.) μετὰ πάντων καὶ τὸ ψεῦδός μου ἀληθὲς ἐπέδειξα παρὰ πᾶσιν ἀνθρώποις: καὶ οὐδέποτέ μοι οὐδεὶς ἀντεῖπεν, ἀλλ̓ ἐπιστεύθη τῷ λόγῳ μου. πῶς οὖν, φημί, κύριε, δύναμαι ζῆσαι ταῦτα πράξας;

Σὺ μέν, φησί, καλῶς καὶ ἀληθῶς φρονεῖς: ἔδει γάρ σε ὡς θεοῦ δοῦλον ἐν ἀληθείᾳ πορεύεσθαι, καὶ πονηρὰν συνείδησιν μετὰ τοῦ πνεύματος τῆς ἀληθείας μὴ κατοικεῖν μηδὲ λύπην ἐπάγειν τῷ πνεύματι τῷ σεμνῷ καὶ ἀληθεῖ. Οὐδέποτε, φημί, κύριε,

76
τοιαῦτα ῥήματα ἀκριβῶς ἤκουσα.

Νῦν οὖν, φησίν, ἀκούεις: φύλασσε αὐτά, ἵνα καὶ τὰ πρότερον ἃ ἐλάλησας ψευδὴ ἐν ταῖς πραγματείαις σου, τούτων εὑρεθέντων ἀληθινῶν, κἀκεῖνα πιστὰ γένηται: δύναται γὰρ κἀκεῖνα πιστὰ γενέσθαι. ἐὰν ταῦτα φυλάξῃς καὶ ἀπὸ τοῦ νῦν πᾶσαν ἀλήθειαν λαλήσῃς, δυνήσῃ σεαυτῷ ζωὴν περιποιήσασθαι: καὶ ὃς ἂν ἀκούσῃ τὴν ἐντολὴν ταύτην καὶ ἀπέξεται [*](a)pe/cetai A, but N probably read a)pe/xhtai as xh can be read at the place shere the sord ought to be.) τοῦ πονηροτάτου ψεύσματος ζήσεται τῷ θεῷ.