The Shepherd of Hermas

Hermas

Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917

Ἔτι μοι, φημί, κύριε, δήλωσον. Τί, φησίν, ἐπιζητεῖς; Διατί, φημί, κύριε, οἱ λίθοι ἐκ τοῦ βυθοῦ ἀνέβησαν καὶ εἰς τὴν οἰκοδομὴν τοῦ πύργου [*](tou= pu/rgou LE, om. A.) ἐτέθησαν, πεφορηκότες τὰ πνεύματα ταῦτα;

Ἀνάγκην, φησίν, εἶχον δἰ ὕδατος ἀναβῆναι, [*](Jo. 3, 5) ἵνα ζωοποιηθῶσιν: οὐκ ἠδύναντο γὰρ ἄλλως

262
εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ, εἰ μὴ τὴν νέκρωσιν ἀπέθεντο τῆς ζωῆς αὐτῶν τῆς προτέρας. [*](th=s prote/ras LE, om. A.)

ἔλαβον οὖν καὶ οὗτοι οἱ κεκοιμημένοι τὴν σφραγῖδα τοῦ υἱοῦ τοῦ θεοῦ καὶ εἰσῆλθον [*](Jo. 3, 5) εἰς τὴν βασιλείαν τοῦ θεοῦ: [*](kai\... qeou= retranslated from LE, om. A.) πρὶν γάρ, φησί, φορέσαι τὸν ἄνθρωπον τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ, νεκρός ἐστιν: ὅταν δὲ λάβῃ τὴν σφραγῖδα, ἀποτίθεται τὴν νέκρωσιν καὶ ἀναλαμβάνει τὴν ζωήν.

ἡ σφραγὶς οὖν τὸ ὕδωρ ἐστίν: εἰς τὸ ὕδωρ οὖν καταβαίνουσι νεκροὶ καὶ ἀναβαίνουσι ζῶντες. κἀκείνοις οὖν ἐκηρύχθη ἡ σφραγὶς αὕτη καὶ ἐχρήσαντο αὐτῇ, ἵνα εἰσέλθωσιν εἰς τὴν [*](Jo. 3, 5) βασιλείαν τοῦ θεοῦ.

Διατί, φημί, κύριε, καὶ οἱ μ λίθοι μετ̓ αὐτῶν ἀνέβησαν ἐκ τοῦ βυθοῦ, ἤδη ἐσχηκότες τὴν σφαγῖδα; Ὅτι, φησίν, οὗτοι οἱ ἀπόστολοι καὶ οἱ διδάσκαλοι οἱ κηρύξαντες τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ, κοιμηθέντες ἐν δυνάμει καὶ πίστει τοῦ υἱοῦ τοῦ θεοῦ ἐκήρυξαν καὶ τοῖς προκεκοιμημένοις [*](prokekoimhme/nois Clem. L1E, kekoimhme/nois AL2.) καὶ αὐτοὶ ἔδωκαν αὐτοῖς τὴν σφραγῖδα τοῦ κηρύγματος.

κατέβησαν οὖν μετ̓ αὐτῶν εἰς τὸ ὕδωρ καὶ πάλιν ἀνέβησαν: ἀλλ̓ οὗτοι μὲν ζῶντες κατέβησαν καὶ ζῶντες ἀνέβησαν: ἐκεῖνοι δὲ οἱ προκεκοιμημένοι νεκροὶ κατέβησαν, ζῶντες δὲ ἀνέβησαν. [*](a)ll) ou(=toi... a)ne/bhsan Clem. (LE)..., om. A.)

διὰ τούτων οὖν ἐζωοποιήθησαν καὶ ἐπέγνωσαν τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ: διὰ τοῦτο καὶ συνανέβησαν μετ̓ αὐτῶν, καὶ συνηρμόσθησαν εἰς τὴν οἰκοδομὴν τοῦ

264
πύργου, καὶ ἀλατόμητοι συνῳκοδομήθησαν: ἐν δικαιοσύνῃ γὰρ ἐκοιμήθησαν καὶ ἐν μεγάλῃ ἁγνείᾳ: μόνον δὲ τὴν σφραγῖδα ταύτην οὐκ εἶχον. ἔχεις οὖν καὶ τὴν τούτων ἐπίλυσιν. Ἔχω, φημί, κύριε.