The Shepherd of Hermas
Hermas
Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917
καὶ ἐποίησα καθὼς ἐκέλευσε, καὶ ἤνεγκα πρὸς αὐτόν. Ὑπηρέτει μοι, φησί, καὶ ἐγγὺς τὸ ἔργον τελεσθήσεται. ἐπλήρωσεν οὖν τοὺς τύπους τῶν λίθων τῶν εἰς τὴν οἰκοδομὴν ἀπεληλυθότων καὶ ἐκέλευσε σαρωθῆναι τὰ κύκλῳ τοῦ πύργου καὶ καθαρὰ γενέσθαι:
αἱ δὲ παρθένοι λαβοῦσαι σάρους ἐσάρωσαν καὶ πάντα τὰ κόπρια ἦραν ἐκ τοῦ πύργου καὶ ἔρραναν ὕδωρ, καὶ ἐγένετο ὁ τόπος ἱλαρὸς καὶ εὐπρεπέστατος τοῦ πύργου.
λέγει μοι ὁ ποιμήν: Πάντα, φησί, κεκαθάρται: ἐὰν ἔλθη ὁ κύριος ἐπισκέψασθαι τὸν πύργον, οὐκ ἔχει ἡμῖν οὐδὲν μέμψασθαι. ταῦτα εἰπὼν ἤθελεν ὑπάγειν.
ἐγὼ δὲ ἐπελαβόμην αὐτοῦ τῆς πήρας καὶ ἠρξάμην αὐτὸν ὁρκίζειν κατὰ τοῦ κυρίου, ἵνα μοι ἐπιλύσῃ, ἃ ἔδειξέ μοι. λέγει μοι. Μικρὸν ἔχω ἀκαιρεθῆναι καὶ πάντα σοι ἐπιλύσω: ἔκδεξαί με ὧδε, ἕως ἔρχομαι.
λέγω αὐτῷ: Κύριε, μόνος ὢν ὧδε ἐγὼ τί ποιήσω; Οὐκ εἶ, φησί, μόνος: αἱ γὰρ παρθένοι αὗται μετὰ σοῦ εἰσί. Παράδος οὖν, φημί, αὐταῖς με. προσκαλεῖται αὐτὰς ὁ ποιμὴν καὶ λέγει αὐταῖς: Παρατίθεμαι ὑμῖν τοῦτον ἕως ἔρχομαι: καὶ ἀπῆλθεν.
ἐγὼ δὲ ἤμην μόνος μετὰ τῶν παρθένων: ἦσαν δὲ ἱλαρώτεραι καὶ πρὸς ἐμὲ εὖ εἶχον: μάλιστα δὲ αἱ τέσσαρες αἱ ἐνδοξότεραι αὐτῶν.
Λέγουσι μοι αἱ παρθένοι: Σήμερον ὁ ποιμὴν ὧδε οὐκ ἔρχεται. Τί οὖν, φημί, ποιήσω ἐγώ; Μέχρις ὀψέ, φασίν, περίμεινον αὐτόν: καὶ ἐὰν ἔλθῃ, λαλήσει μετὰ σοῦ, ἐὰν δὲ μὴ ἔλθῃ, μενεῖς μεθ̓ ἡμῶν ὧδε ἕως ἔρχεται.
λέγω αὐταῖς: Ἐκδέξομαι αὐτὸν ἕως ὀψέ: ἐὰν δὲ μὴ ἔλθῃ, ἀπελεύσομαι εἰς τὸν οἶκον καὶ πρωῒ ἐπανήξω. αἱ δὲ ἀκοκριθεῖσαι λέγουσί μοι: Ἡμῖν παρεδόθης: οὐ δύνασαι ἀφ̓ ἡμῶν ἀναχωρῆσαι.
Ποῦ οὖν, φημί, μενῶ; Μεθ̓ ἡμῶν, φασί, κοιμηθήσῃ ὡς ἀδελφός, καὶ οὐχ ὡς ἀνήρ: ἡμέτερος γὰρ ἀδελφὸς εἶ, καὶ τοῦ λοιποῦ μέλλομεν μετὰ σοῦ κατοικεῖν, λίαν γάρ σε ἀγαπῶμεν. ἐγὼ δὲ ᾐσχυνόμην μετ αὐτῶν μένειν.
καὶ ἡ δοκοῦσα πρώτη αὐτῶν εἶναι ἤρξατό με καταφιλεῖν καὶ περιπλέκεσθαι. αἱ δὲ ἄλλαι ὁρῶσαι ἐκείνην περιπλεκομένην μοι καὶ αὐταὶ ἤρξαντό με καταφιλεῖν καὶ περιάγειν κύκλῳ τοῦ πύργου καὶ παίζειν μετ̓ ἐμοῦ.
κἀγὼ ὡσεὶ νεώτερος ἐγεγόνειν καὶ ἠρξάμην καὶ αὐτὸς παίζειν μετ̓ αὐτῶν: αἱ μὲν γὰρ ἐχόρευον, αἱ δὲ ὠρχοῦντο, αἱ δὲ ᾖδον: ἐγὼ δὲ σιγὴν ἔχων μετ̓ αὐτῶν κύκλῳ τοῦ πύργου περιεπάτουν καὶ ἱλαρὸς ἤμην μετ̓ αὐτῶν.
ὀψίας δὲ γενομένης ἤθελον εἰς τὸν οἶκον ὑπάγειν: αἱ δὲ οὐκ ἀφῆκαν, ἀλλὰ κατέσχον με. καὶ ἔμεινα μετ̓ αὐτῶν τὴν νύκτα καὶ ἐκοιμήθην παρὰ τὸν πύργον.
ἔστρωσαν γὰρ αἱ παρθένοι τοὺς λινοῦς χιτῶνας ἑαυτῶν χαμαὶ καὶ ἐμὲ ἀνέκλιναν εἰς τὸ μέσον αὐτῶν, καὶ οὐδὲν ὅλως ἐποίουν εἰ μὴ προσηύχοντο: κἀγὼ μετ̓ αὐτῶν
εἶτα παρῆν ὁ ποιμήν, καὶ λέγει ταῖς παρθένοις: Μή τινα αὐτῷ ὕβριν πεποιήκατε; Ἐρώτα, φασίν, αὐτόν. λέγω αὐτῷ: Κύριε, εὐφράνθην μετ̓ αὐτῶν μείνας. Τί, φησίν, ἐδείπνησας; Ἐδείπνησα, φημί, κύριε, ῥήματα κυρίου ὅλην τὴν νύκτα. Καλῶς, φησίν, ἔλαβόν σε; Ναί, φημί, κύριε.
Νῦν, φησί, τί θελεῖς πρῶτον ἀκοῦσαι; Καθώς, φημί, κύριε, ἀπ̓ ἀρχῆς ἔδειξας: ἐρωτῶ σε, κύριε, ἵνα, καθὼς ἄν σε ἐπερωτήσω, οὕτω μοι καὶ δηλώσῃς. Καθὼς βούλει, φησίν, οὕτω σοι καὶ ἐπιλύσω, καὶ οὐδὲν ἅλως ἀποκρύψω ἀπὸ σοῦ.
Πρῶτον, φημί, πάντων, κύριε, τοῦτό μοι δήλωσον: ἡ πέτρα καὶ ἡ πύλη τίς ἐστιν; Ἡ πέτρα, φησίν, αὕτη καὶ ἡ πύλη ὁ υἱὸς τοῦ θεοῦ ἐστί. Πῶς, φημί, κύριε, ἡ πέτρα παλαιά ἐστιν, ἡ δὲ πύλη καινή; Ἄκουε, φησί, καὶ σύνιε, ἀσύνετε.
ὁ μὲν υἱὸς τοῦ θεοῦ πάσης τῆς κτίσεως αὐτοῦ [*](Prov. 8, 27-30) προγενέστερός ἐστιν, ὥστε σύμβουλον αὐτὸν γενέσθαι τῷ πατρὶ τῆς κτίσεως αὐτοῦ: διὰ τοῦτο καὶ παλαιὰ ἡ πέτρα. [*](palaia\ h( pe/tra Pam palaio/s e)sti A, om. L.) Ἡ δὲ πύλη διατί καινή, φημί, κύριε;
Ὅτι, φησίν, ἐπ̓ ἐσχάτων τῶν ἡμερῶν τῆς συντελείας φανερὸς ἐγένετο, διὰ τοῦτο