The Shepherd of Hermas
Hermas
Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917
ἕτεροι δὲ ἐπεδίδουν ἡμιξήρους: καὶ οὗτοι χωρὶς ἱστάνοντο.
ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους αὐτῶν ἡμιξήρους καὶ σχισμὰς ἐχούσας: καὶ οὗτοι χωρὶς ἵσταντο.
ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους αὐτῶν χλωρὰς καὶ σχισμὰς ἐχούσας: καὶ οὗτοι χωρὶς ἱστάνοντο. [*](e(/teroi... i(/stanto, om. AL1.)
ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους τὸ ἥμισυ ξηρὸν καὶ τὸ ἥμισυ μέρος [*](me/ros PBerl, om. A.) χλωρόν: καὶ οὗτοι χωρὶς ἱστάνοντο.
ἕτεροι δὲ προσέφερον τὰς ῥάβδους αὐτῶν τὰ δύο μέρη τῆς ῥάβδου χλωρά, τὸ δὲ τρίτον ξηρόν: καὶ οὗτοι χωρὶς ἱστάνοντο.