The Shepherd of Hermas

Hermas

Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917

Ὅτε οὖν ἐτέλεσεν ἀναγινώσκουσα καὶ ἠγέρθη ἀπὸ τῆς καθέδρας, ἦλθαν τέσσαρες νεανίαι καὶ ἦραν τὴν καθέδραν καὶ ἀπῆλθον πρὸς τὴν ἀνατολήν.

προσκαλεῖται δέ με καὶ ἥψατο τοῦ

16
στήθους μου καὶ λέγει μοι: Ἤρεσέν σοι ἡ ἀνάγνωσίς μου; καὶ λέγω αὐτῇ: Κυρία, ταῦτά μοι τὰ ἔσχατα ἀρέσκει, τὰ δὲ πρῶτα [*](pro/tera Na A (L priora). N omits, but the next line (shere A also reads pro/tera) suggests that its archetype read prw=ta.) χαλεπὰ καὶ σκληρά. ἡ δὲ ἔφη μοι λέγουσα: Ταῦτα τὰ ἔσχατα τοῖς δικαίοις, τὰ δὲ πρῶτα τοῖς ἔθνεσιν καὶ τοῖς ἀποστάταις.

λαλούσης αὐτῆς μετ̓ ἐμοῦ δύο τινὲς ἄνδρες ἐφάνησαν καὶ ἦραν αὐτὴν τῶν ἀγκώνων καὶ ἀπῆλθαν, ὅπου ἡ καθέδρα, πρὸς τὴν ἀνατολήν. ἱλαρὰ δὲ ἀπῆλθεν καὶ ὑπάγουσα λέγει μοι: Ἀνδρίζου, Ἑρμᾶ.