ἀντὶ τοῦ πράσεις Ὑπερείδης ἐν τῷ πρὸς Ἀπελλαῖον. ἔστι τοὔνομα καὶ ἐν τοῖς Σώφρονος Ἀνδρείοις.
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας ἢ ἐν τῇ ἀγορᾷ
p.268
πωλῶσί τι ἀποπεφασμένως. Δίδυμός φησιν ἀντὶ τοῦ πορνεύωσι φανερῶς· πωλεῖν γὰρ τὸ παρέχειν ἑαυτὴν τοῖς βουλομένοις, ὅθεν καὶ τὸ πορνεύειν, ὅπερ ἐστὶ περνάναι. ἐγὼ δέ φημι ὅτι κυρίως ἔταξε νῦν ὁ ῥήτωρ τὸ πωλεῖν· φησὶ γὰρ τὸν νόμον οὐκ ἐᾶν ἐπὶ ταύταις μοιχὸν λαβεῖν, ὁπόσαι ἂν ἐπ’ ἐργαστηρίου κάθωνται ἢ ἐν τῇ ἀγορᾷ πωλῶσί τι ἀποπεφασμένως. ἀντὶ τοῦ οὐδαμῶς Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ἔστι δὲ τὸ μὲν πῶ Δώριον, τιθέμενον ἀντὶ τοῦ πόθεν· τὸ δὲ μάλα ἤτοι παρέλκει ἢ ἔστιν ἐν ποσοῖς λεγόμενον πώμαλα, οἷον
p.269
οὐ μάλα, οὐ πάνυ. πολὺ δ’ ἐστὶν ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ· Ἀριστοφάνης ἦ λοιδορία τις ἐγένεθ’ ὑμῖν; πώμαλα οὐδ’ εἶπον οὐδέν.