Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Ἰσαῖος μὲν ἐν τῷ πρὸς ὀργεῶνας μήτε παλίνσκιον γίγνεσθαι τὸ χωρίον ἀντὶ τοῦ σύσκιον, Ἀρχίλοχος δὲ τριμέτροις πρὸς τοῖχον ἐκλίνθησαν ἐν παλινσκίῳ ἀντὶ τοῦ ἐν σκοτεινῷ, καὶ Σοφοκλῆς Ἰνάχῳ χειμῶνι σὺν παλινσκίῳ ἀντὶ τοῦ ζοφερῷ.

Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ὁ πολλάκις ἐπ’ ἐμπολῇ μεταβεβλημένος παλίμπρατος παλίμβολος λέγεται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ Δεινάρχου κατὰ Πολυεύκτου καὶ ἐκ τοῦ Μενάνδρου Σικυωνίου.

Ὑπερείδης ἐν τῇ ὑπὲρ Χαιρεφίλου ἀπολογίᾳ. Παλλήνη δῆμος τῆς Ἀντιοχίδος. τὸ δὲ ἐκ τόπου ἐπίρρημα Δείναρχος

p.233
ἐν τῷ κατὰ Στεφάνου Παλλήνηθέν φησιν, ὁ δὲ δημότης Παλληνεύς. ὅτι δ’ ἐστὶ καὶ ἐν Θρᾴκῃ Παλλήνη γνώριμον.

Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. τοὺς αὐτοχειρίᾳ τινὰς ἀνελόντας τῇ παλάμῃ παλαμναίους ἐκάλουν, ὡς καὶ Αὐτοκλείδης ἐν ἐξηγητικῷ ὑποσημαίνει.

Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον. Παμβωτάδαι τῆς Ἐρεχθηΐδος δῆμος.

Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα. ἔστι μὲν τοὔνομα πολλάκις καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ, πανδαισία δέ ἐστι τὸ πάντα ἔχειν ἄφθονα καὶ μηδὲν ἐλλείπειν ἐν τῇ δαιτί. ἡ γὰρ τοῦ Διδύμου ἀπόδοσις περίεργος.

Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος. Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν πάνδημόν φησιν Ἀθήνησι κληθῆναι τὴν ἀφιδρυθεῖσαν περὶ τὴν ἀρχαίαν ἀγορὰν διὰ τὸ ἐνταῦθα πάντα τὸν δῆμον συνάγεσθαι τὸ παλαιὸν ἐν ταῖς ἐκκλησίαις, ἃς ἐκάλουν ἀγοράς. Νίκανδρος ἐν ς Κολοφωνιακῶν Σόλωνά φησι σώματα

p.234
ἀγοράσαντα εὐπρεπῆ ἐπὶ στέγης στῆσαι διὰ τοὺς νέους, καὶ ἐκ τῶν περιγενομένων χρημάτων ἱδρύσασθαι Ἀφροδίτης πανδήμου ἱερόν. ἔστι δὲ τὸ πάνδημον πάγκοινον.

ἑορτή τις Ἀθήνησι μετὰ τὰ Διονύσια ἀγομένη.

Δημοσθένης Φιλιππικοῖς. περὶ τῆς ἁλώσεως τῶν ἐν Κασσωπίᾳ πόλεων, ὧν ἐστι καὶ Πανδοσία, Θεόπομπος ἐν γ ἱστόρηκεν.

Δημοσθένης κατὰ Μειδίου. μία τῶν δέκα φυλῶν παρ’ Ἀθηναίοις ἐστὶ, κληθεῖσα ἀπὸ Πανδίονος τοῦ Ἐριχθονίου, ὡς ἄλλοι τε πολλοὶ λέγουσι καὶ Ὑπερείδης ἐν τῷ ὑπὲρ Φορμισίου.

Δημοσθένης Φιλιππικοῖς. διττὰ Παναθήναια ἤγετο Ἀθήνησι, τὰ μὲν καθ’ ἕκαστον ἐνιαυτὸν, τὰ δὲ διὰ πεντετηρίδος, ἅπερ καὶ μεγάλα ἐκάλουν. Ἰσοκράτης Παναθηναϊκῷ φησι μικρὸν δὲ πρὸ τῶν μεγάλων Παναθηναίων. ἤγαγε δὲ τὴν ἑορτὴν πρῶτος Ἐριχθόνιος ὁ Ἡφαίστου, καθά φησιν Ἑλλάνικός τε καὶ Ἀνδροτίων,

p.235
ἑκάτερος ἐν α Ἀτθίδος. πρὸ τούτου δὲ Ἀθήναια ἐκαλεῖτο, ὡς δεδήλωκεν Ἴστρος ἐν γ τῶν Ἀττικῶν.

Δημοσθένης κατὰ Κόνωνος. πόλις ἐστὶ μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας, ὡς καὶ Εὐριπίδης ἐν Αἰγεῖ μνημονεύει. Θουκυδίδης μὲν οὖν οὐδετέρως καλεῖ τὸ χωρίον ἔν τε ἄλλοις κἀν τῇ ε, ἀρρενικῶς δὲ Μένανδρος ἐν Ψοφοδεεῖ.