οἱ δικαζόμενοι περὶ χωρίων ἢ οἰκιῶν πρὸς τοὺς ἔχοντας οὐσίας ἐδικάζοντο τὴν δευτέραν δίκην· ἡ δὲ προτέρα ἦν τῶν μὲν οἰκιῶν ἐνοικίου, τῶν δὲ χωρίων καρποῦ, τρίτη δὲ ἐπὶ τούτοις ἐξούλης. καὶ ἐξῆν τοῖς ἑλοῦσι κρατεῖν τῶν κτημάτων καὶ εἰ τὴν δίκην τὴν τοῦ καρποῦ ἢ τοῦ ἐνοικίου καὶ εἰ τὴν δευτέραν ἡττηθεῖεν τὴν τῆς οὐσίας· εἰ δὲ καὶ ἐξούλης ἁλοῖεν, οὐκέτι ἐξῆν ἐπικρατεῖν, ἀλλ’ ἐξίστασθαι ἔδει ἤδη τῶν κτημάτων τοῖς καταδικασαμένοις. ταῦτα δὲ ἔστι μὲν καὶ παρ’ ἄλλοις ῥήτορσιν, ἀκριβέστατα δὲ εἴρηται Ἰσαίῳ ἔν τε τῷ πρὸς Τιμωνίδην περὶ χωρίου καὶ ἐν τῷ πρὸς Δωρόθεον ἐξούλης. διείλεκται δὲ περὶ τῆς δίκης καὶ Θεόφραστος ἐν ιη περὶ νόμων.
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
Δημοσθένης ἐν τῷ πρὸς Ἀπατούριον. πόλις ἐστὶ τῆς Τρῳάδος, ὡς δηλοῖ Ἀνδροτίων ἐν γ Ἀτθίδος.
ἀντὶ μὲν τοῦ ὄχημα Δείναρχος ἐν ἀπολογίᾳ πρὸς Ἀντιφάνην περὶ τοῦ ἵππου, ἀντὶ δὲ τοῦ εἰς ὀχείαν ἀποδεδειγμένον ὁ
p.230
αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ· φησὶ γὰρ ὠνοῦνταί μοι τὸν ἵππον ὀχεῖον. Λυκοῦργος δ’ ἐν τῷ περὶ διοικήσεως γείτονας τοῦ ὀχείου φησί· μήποτε δὲ ἐπὶ τόπου τινὸς, ἐν ᾧ ὀχεῖαι γίνονται κτηνῶν ἢ ὀχήματα μισθοῦται. Δημοσθένης ἐν Φιλιππικοῖς. ἐπίνειόν ἐστι Φεραίων αἱ Παγασαὶ, ὡς Θεόπομπος ἐν τῇ ε τῶν Φιλιππικῶν δηλοῖ.