Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Δείναρχος ἐν τῇ τῆς ἱερείας διαδικασίᾳ, εἰ γνήσιος. Ἀσκληπιάδης δ’ ἐν δ Τραγῳδουμένων τὸν Δυσαύλην αὐτόχθονα εἶναί φησι, συνοικήσαντα δὲ Βαυβοῖ σχεῖν παῖδας Πρωτονόην τε καὶ

p.101
Νῖσαν. Παλαίφατος δ’ ἐν θ Τρωϊκῶν σὺν τῇ γυναικί φησιν αὐτὸν ὑποδέξασθαι τὴν Δήμητρα.

ἀντὶ τοῦ φοβοῦμαι Δημοσθένης Φιλιππικοῖς καὶ Ξενοφῶν ἐν β Ἀπομνημονευμάτων.

ὄνομα παγκρατιαστοῦ.

Λυσίας ἐν τῷ κατὰ Νικίδου. ἐξηγήσατο τοὔνομα Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας οὕτω γράφων· ἐπεὶ καὶ ὁ τῆς δωροξενίας νόμος ἁρμόττων ἐστὶ τῷ νῦν ἀγῶνι παραχθῆναι· εἰ γὰρ καὶ τοὺς ἀποφυγόντας ξενίας εἴρηκεν ἐξεῖναι τῷ βουλομένῳ πάλιν γράψασθαι, ἐὰν μὴ δοκῶσι δικαίως τὸ πρῶτον ἀποπεφευγέναι, πῶς οὐ φανερόν ἐστι κατ’ Ἀρισταγόρας τὸ δίκαιον; καὶ Ἀριστοτέλης

p.102
δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ περὶ τῶν θεσμοθετῶν λέγων γράφει ταυτί· εἰσὶ δὲ καὶ γραφαὶ πρὸς αὐτοὺς, ὧν παράστασις τίθεται, ξενίας καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν συκοφαντίαν.

ὁπότε τις αἰτίαν ἔχοι τῶν πολιτευομένων δῶρα λαβεῖν, τὸ ἔγκλημα τὸ κατ’ αὐτοῦ διχῶς ἐλέγετο, δωροδοκία τε καὶ δώρων γραφή. Δείναρχος οὖν λόγον μέν τινα ἐπέγραψε κατὰ Πολυεύκτου δωροδοκίας, ἐν δὲ τῷ κατὰ Πυθέου ξενίας πολλάκις ὀνομάζει τὴν τῶν δώρων γραφήν.

ἘΑΝ ΤΙΣ γραψάμενος μὴ μεταλάβῃ τὸ ε μέρος τῶν ψήφων, ὀφλισκάνει χιλίας καὶ πρόσεστιν ἀτιμία τις. Λυσίας ἐν τῷ ὑπὲρ τοῦ κατὰ τῶν ῥητόρων νόμου διείλεκται περὶ τούτων καὶ Θεόφραστος ἐν τοῖς περὶ τῶν νόμων.

Λυσίας ἐν τῷ πρὸς Ἐτεοκλέα περὶ χρημάτων, εἰ γνήσιος. τοῖς ἀποτεχθεῖσι παιδίοις τὰς ἑβδόμας καὶ τὰς δεκάτας ἦγον, καὶ τά γε ὀνόματα ἐτίθεντο αὐτοῖς οἱ μὲν τῇ ἑβδόμῃ,

p.103
ὡς καὶ ὁ ῥήτωρ λέγει, οἱ δὲ τῇ δεκάτῃ. Ἀριστοτέλης δ’ ἐν θ περὶ ζῴων ἱστορίας γράφει ταυτί· τὰ πλεῖστα δὲ ἀναιρεῖται πρὸ τῆς ἑβδόμης, διὸ καὶ τὰ ὀνόματα τότε τίθενται ὡς πιστεύοντες ἤδη τῇ σωτηρίᾳ.

φέρεταί τις λόγος ὡς Λυσίου ἐπιγραφόμενος ʽπερὶ ʽτῆς ἐγγυθήκης.ʼ εἴη δ’ ἂν σκεῦός τι πρὸς τὸ κρατῆρας ἢ λέβητας ἤ τι τούτων οὐκ ἀλλότριον ἐπικεῖσθαι ἐπιτήδειον, ὡς Καλλίξενός τε ἐν δ περὶ Ἀλεξανδρείας ὑποσημαίνει καὶ Δαΐμαχος ὁ Πλαταιεὺς ἐν β περὶ Ἰνδικῆς.

Λυκοῦργος ἐν τῷ ἐπιγραφομένῳ ʽἀπολογισμὸς ὧν ʽπεπολίτευταἰ ἐπὶ τοῦ συγκαθίσαι. καὶ ἙΔΩΛΙΑ αἱ ἐν ταῖς ναυσὶ καθέδραι· Ἡρόδοτος α.

οὐ μόνον τὸ μέγα καὶ πολυάνθρωπον γένος, ἀλλὰ καὶ ἰδίως μέρος τι τῆς πόλεως. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους, εἴ τις ὑμᾶς ἔροιτο τί πονηρότατον νομίζετε τῶν ἐν τῇ πόλει πάντων ἐθνῶν, οὔτε τοὺς γεωργοὺς οὔτε τοὺς ἐμπόρους οὔτε τοὺς ἐκ τῶν ἀργυρείων οὔτε τῶν τοιούτων οὐδὲν ἂν εἴποιτε. ἐν δὲ τῷ θ Φιλιππικῷ

p.104
φησὶν ἀλλὰ Θετταλία πῶς ἔχει; οὐχὶ τὰς πόλεις καὶ τὰς πολιτείας αὐτῶν ἀφῄρηται καὶ τετραδαρχίας κατέστησε παρ’ αὐτοῖς, ἵνα μὴ μόνον κατὰ πόλεις ἀλλὰ καὶ κατὰ ἔθνη δουλεύωσιν;