Didache

Anonymous

Didache. The Apostolic Fathers with an English Translation In Two Volumes. Vol. I. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.

διῶκται ἀγαθῶν, μισοῦντες ἀλήθειαν, ἀγαπῶντες ψεῦδος, οὐ γινώσκοντες μισθὸν δικαιοσύνης, οὐ [*](Rom. 12, 9) κολλώμενοι ἀγαθῷ οὐδὲ κρίσει δικαίᾳ, ἀγρυπνοῦντες οὐκ εἰς τὸ ἀγαθόν, ἀλλ̓ εἰς τὸ πονηρόν [*](Ps. 4, 2) ὧν μακρὰν πραΰτης καὶ ὑπομονή, μάταια ἀγαπῶντες, [*](Ps. 1, 23) διώκοντες ἀνταπόδομα, οὐκ ἐλεοῦντες πτωχόν, οὐ πονοῦντες ἐπὶ καταπονουμένῳ, οὐ [*](Wisd. 12, 7) γινώσκοντες τὸν ποιήσαντα αὐτούς, φονεῖς τέκνων, φθορεῖς πλάσματος θεοῦ, ἀποστρεφόμενοι τὸν ἐνδεόμενον, καταπονοῦντες τὸν θλιβόμενον, πλουσίων παράκλητοι, πενήτων ἄνομοι κριταί, πανθαμάρτητοι: ῥυσθείητε, τέκνα, ἀπὸ τούτωι ἁπάντων.

Ὅρα, μή τίς σε πλανήσῃ ἀπὸ ταύτης τῆς ὁδοῦ τῆς διδαχῆς, ἐπεὶ παρεκτὸς θεοῦ σε διδάσκει.

εἰ μὲν γὰρ δύνασαι βαστάσαι ὅλον τὸν ζυγὸν τοῦ κυρίου, τέλειος ἔσῃ: εἰ δ̓ οὐ δύνασαι, ὅ δύνῃ, τοῦτο ποίει.

περὶ δὲ τῆς βρώσεως, ὅ δύνασαι βάστασον: ἀπὸ δὲ τοῦ εἰδωλοθύτου λίαν πρόσεχε λατρεία γάρ ἐστι θεῶν νεκρῶν.